Humanitext Reader

琉善 · 蒂蒙或愤世嫉俗者 §51-54

德梅阿斯的虚伪决议与哲学家色拉叙克勒斯

第 11 段,共 12 段 · 希腊语

内容简介

德梅阿斯宣读了一份虚构了荒谬功绩的赞美提蒙的提案,却反遭提蒙痛打,随即他便以放火和盗窃神殿等莫须有的罪名相威胁。随后,早上满口美德、宴席上却贪婪无厌的伪善哲学家色拉叙克勒斯走了过来。

§51Τίμων πῶς;
提蒙怎么可能?
διὰ γὰρ τὸ μὴ ἔχειν ὅπλα οὐδὲ προὐγράφην ἐν τῷ καταλόγῳ.
因为我连武器都没有,甚至没有被登记在兵役名册上。
Δημέας μέτρια τὰ περὶ σαυτοῦ λέγεις, ἡμεῖς δὲ ἀχάριστοι ἂν εἴημεν ἀμνημονοῦντες.
德梅阿斯你对自己说得很谦虚,但我们若是忘却了,那就是忘恩负义了。
ἔτι δὲ καὶ ψηφίσματα γράφων καὶ συμβουλεύων καὶ στρατηγῶν οὐ μικρὰ ὠφέλησε τὴν πόλιν·
此外,通过起草提案、建言献策和担任将军,他给城邦带来了不小的益处。
ἐπὶ τούτοις ἅπασι δεδόχθω τῇ βουλῇ καὶ τῷ δήμῳ καὶ τῇ Ἡλιαίᾳ καὶ ταῖς φυλαῖς καὶ τοῖς δήμοις ἰδίᾳ καὶ κοινῇ πᾶσι χρυσοῦν ἀναστῆσαι τὸν Τίμωνα παρὰ τὴν Ἀθηνᾶν ἐν τῇ ἀκροπόλει κεραυνὸν ἐν τῇ δεξιᾷ ἔχοντα καὶ ἀκτῖνας ἐπὶ τῇ κεφαλῇ καὶ στεφανῶσαι αὐτὸν χρυσοῖς στεφάνοις ἑπτὰ καὶ ἀνακηρυχθῆναι τοὺς στεφάνους τήμερον Διονυσίοις τραγῳδοῖς καινοῖς — ἀχθῆναι γὰρ διʼ αὐτὸν δεῖ τήμερον τὰ Διονύσια.
鉴于这一切,议会、公民大会、赫里埃亚、各部落以及所有个人和集体行政区特此决议:在卫城雅典娜女神像旁,为提蒙竖立一座金像,右手执霹雳,头上戴光芒,并授予他七个金冠,且在今天的酒神节新悲剧上演时宣布这些冠冕——因为因他的缘故,今天必须举办酒神节。
εἶπε τὴν γνώμην Δημέας ὁ ῥήτωρ, συγγενὴς αὐτοῦ ἀγχιστεὺς καὶ μαθητὴς ὤν· καὶ γὰρ ῥήτωρ ἄριστος ὁ Τίμων καὶ τὰ ἄλλα πάντα ὁπόσα ἂν ἐθέλῃ.
提案人是演说家德梅阿斯,他是其近亲和弟子;因为提蒙也是一位极好的演说家,以及他所希望成为的其他一切。
§52Δημέας τουτὶ μὲν οὖν σοι τὸ ψήφισμα.
德梅阿斯这就是给您的提案。
ἐγὼ δὲ καὶ τὸν υἱὸν ἐβουλόμην ἀγαγεῖν παρὰ σέ, ὃν ἐπὶ τῷ σῷ ὀνόματι Τίμωνα ὠνόμακα.
我还想把我的儿子带到您面前,我以您的名字给他起名叫提蒙。
Τίμων πῶς, ὦ Δημέα, ὃς οὐδὲ γεγάμηκας, ὅσα γε καὶ ἡμᾶς εἰδέναι;
提蒙怎么会呢,德梅阿斯? 据我所知,你甚至连婚都没结呢。
Δημέας ἀλλὰ γαμῶ, ἢν διδῷ θεός, ἐς νέωτα καὶ παιδοποιήσομαι καὶ τὸ γεννηθησόμενον — ἄρρεν γὰρ ἔσται — Τίμωνα ἤδη καλῶ.
德梅阿斯但是,如果神明允许,我明年就会结婚并生育孩子。 至于将要出生的那个孩子——他一定会是男孩——我现在就已经叫他提蒙了。
Τίμων οὐκ οἶδα εἰ γαμησείεις ἔτι, ὦ οὗτος, τηλικαύτην παρʼ ἐμοῦ πληγὴν λαμβάνων.
提蒙伙计,我不觉得在挨了我这么重的一击之后,你还会想要结婚。
Δημέας οἴμοι·
德梅阿斯哎呀!
τί τοῦτο;
这是干什么?
τυραννίδι Τίμων ἐπιχειρεῖς καὶ τύπτεις τοὺς ἐλευθέρους οὐ καθαρῶς ἐλεύθερος οὐδʼ αὐτὸς ὤν;
提蒙,你自己甚至都不是纯粹的自由人,居然企图谋取僭主之位,还殴打自由民?
ἀλλὰ δώσεις ἐν τάχει τὴν δίκην τά τε ἄλλα καὶ ὅτι τὴν ἀκρόπολιν ἐνέπρησας.
你很快就会受到惩罚,尤其是因为你放火烧了卫城。
§53Τίμων ἀλλʼ οὐκ ἐμπέπρησται, ὦ μιαρέ, ἡ ἀκρόπολις·
提蒙但是卫城并没有被烧毁,你这无耻之徒!
ὥστε δῆλος εἶ συκοφαντῶν.
因此显而易见你是在造谣诬告。
Δημέας ἀλλὰ καὶ πλουτεῖς τὸν ὀπισθόδομον διορύξας.
德梅阿斯但你也是因为挖通了神殿后室才发财的。
Τίμων οὐ διώρυκται οὐδὲ οὗτος, ὥστε ἀπίθανά σου καὶ ταῦτα.
提蒙那里也没有被挖通,所以你这些话也是不可信的。
Δημέας διορυχθήσεται μὲν ὕστερον· ἤδη δὲ σὺ πάντα τὰ ἐν αὐτῷ ἔχεις.
德梅阿斯以后它会被挖通的;但你现在就已经拥有了里面的所有东西。
Τίμων οὐκοῦν καὶ ἄλλην λάμβανε.
提蒙那就再吃我一记。
Δημέας οἴμοι τὸ μετάφρενον.
德梅阿斯哎哟,我的背!
Τίμων μὴ κέκραχθι· κατοίσω γάρ σοι καὶ τρίτην·
提蒙别嚷嚷,我还要给你来第三下呢。
ἐπεὶ καὶ γελοῖα πάμπαν ἂν πάθοιμι δύο μὲν Λακεδαιμονίων μόρας κατακόψας ἄνοπλος, ἓν δὲ μιαρὸν ἀνθρώπιον μὴ ἐπιτρίψας· μάτην γὰρ ἂν εἴην καὶ νενικηκὼς Ὀλύμπια πὺξ καὶ πάλην.
如果我赤手空拳歼灭了斯巴达的两个军团,却打不扁一个肮脏的小人,那我可就太滑稽了;那我也白在奥林匹亚赢得拳击和摔跤的冠军了。
§54Τίμων ἀλλὰ τί τοῦτο;
提蒙哎呀,这是谁?
οὐ Θρασυκλῆς ὁ φιλόσοφος οὗτός ἐστιν;
那不就是哲学家色拉叙克勒斯吗?
οὐ μὲν οὖν ἄλλος·
果然没有旁人。
ἐκπετάσας γοῦν τὸν πώγωνα καὶ τὰς ὀφρῦς ἀνατείνας καὶ βρενθυόμενός τι πρὸς αὑτὸν ἔρχεται, τιτανῶδες βλέπων, ἀνασεσοβημένος τὴν ἐπὶ τῷ μετώπῳ κόμην, Αὐτοβορέας τις ἢ Τρίτων, οἵους ὁ Ζεῦξις ἔγραψεν.
总之,他抖开胡须,扬起眉毛,嘴里嘟囔着自夸的话走过来,眼神像泰坦神一样,额头上的头发向后倒竖,就像宙克西斯画的北风之神或特里同一样。
οὗτος ὁ τὸ σχῆμα εὐσταλὴς καὶ κόσμιος τὸ βάδισμα καὶ σωφρονικὸς τὴν ἀναβολὴν ἕωθεν μυρία ὅσα περὶ ἀρετῆς διεξιὼν καὶ τῶν ἡδονῇ χαιρόντων κατηγορῶν καὶ τὸ ὀλιγαρκὲς ἐπαινῶν, ἐπειδὴ λουσάμενος ἀφίκοιτο ἐπὶ τὸ δεῖπνον καὶ ὁ παῖς μεγάλην τὴν κύλικα ὀρέξειεν αὐτῷ — τῷ ζωροτέρῳ δὲ χαίρει μάλιστα — καθάπερ τὸ Λήθης ὕδωρ ἐκπιὼν ἐναντιώτατα ἐπιδείκνυται τοῖς ἑωθινοῖς ἐκείνοις λόγοις, προαρπάζων ὥσπερ ἴκτινος τὰ ὄψα καὶ τὸν πλησίον παραγκωνιζόμενος, καρύκης τὸ γένειον ἀνάπλεως, κυνηδὸν ἐμφορούμενος, ἐπικεκυφὼς καθάπερ ἐν ταῖς λοπάσι τὴν ἀρετὴν εὑρήσειν προσδοκῶν, ἀκριβῶς τὰ τρύβλια τῷ λιχανῷ ἀποσμήχων ὡς μηδὲ ὀλίγον τοῦ μυττωτοῦ καταλίποι,
这个外表整洁、步伐端庄、披着朴素外套的家伙,清晨还在滔滔不绝地谈论美德,指责沉溺于享乐的人,赞美安贫乐道,一旦沐浴完毕来到宴席,而仆人递给他一只大杯子——他最喜欢纯度极高的烈酒——他就仿佛喝下了忘川之水,表现出与清晨的那些言论完全相反的举止,像铺天盖地的鸢一样抢夺美馔,用手肘推搡邻座,胡须上粘满了酱汁,像狗一样胡吃海塞,身体前倾,仿佛指望在盘子里找到美德似的,用食指把碗刮得干干净净,连一点大蒜酱都不留下,

词汇与语法注释

  1. 51ἂν εἴημεν ἀμνημονοῦντες — 带有 ἄν 的迂言式潜在祈愿语气结构,其中现在分词 ἀμνημονοῦντες 起条件从句(= εἰ ἀμνημονοῖμεν)的作用,表示潜在性条件。
  2. p.v.2.p.384δεδόχθω — 动词 δοκέω(决议)的第三人称单数完成时被动命令式,用于官方提案中的公式化表述(“特此决议”)。其语法主语是后文的一系列不定式从句(ἀναστῆσαι、στεφανῶσαι 和 ἀνακηρυχθῆναι)。
  3. 52ὅσα γε καὶ ἡμᾶς εἰδέναι — 限制性绝对不定式结构,意为“据我们所知”。代词对格 ἡμᾶς 作不定式 εἰδέναι 的主语,起副词性限制作用。
  4. 52γαμησείεις — 意图动词(desiderative verb)γαμησείω(想要结婚,派生自 γαμέω)的第二人称单数现在时主动直说式。词尾 -σείω 表示对该动作的意愿或渴望。
  5. 53δύο μὲν Λακεδαιμονίων μόρας κατακόψας ἄνοπλος ... μὴ ἐπιτρίψας — 由原因连词 ἐπεί 引导的从句内部语法结构。现在分词 κατακόψας 具有让步意味(“尽管赤手空拳歼灭了……”),而带有否定词 μή 的条件分词 μὴ ἐπιτρίψας 则作为条件(“如果不打扁……”)修饰整个句子的潜在祈愿式 ἂν πάθοιμι。
  6. 54μυρία ὅσα — 中性复数形容词与关系代词的惯用结合,作为一个形容词短语,表示“无数的”或“极多的”。
  7. p.v.2.p.388ὡς μηδὲ ὀλίγον τοῦ μυττωτοῦ καταλίποι — 由 ὡς(表示结果或目的)引导的从句。由于主句中的动词链(如历史现在时)传达过去重复的习惯性动作,根据时态依从规则(sequence of moods),这里使用了祈愿语气 καταλίποι。

引用这一段

琉善, 蒂蒙或愤世嫉俗者 §51-54. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg022.humanitext-grc2:51-54

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。