§55Τίμων
μεμψίμοιρος ἀεί, κἂν τὸν πλακοῦντα ὅλον ἢ τὸν σῦν μόνος τῶν ἄλλων λάβῃ, ὅ τι περ λιχνείας καὶ ἀπληστίας ὄφελος, μέθυσος καὶ πάροινος οὐκ ἄχρι ᾠδῆς καὶ ὀρχηστύος μόνον, ἀλλὰ καὶ λοιδορίας καὶ ὀργῆς.
提蒙他总是怨天尤人,即使他独占了整块蛋糕或整头猪——这些贪食和贪婪的极致化身。 他酗酒且醉酒失态,不仅是在唱歌跳舞时,更是在谩骂和发怒时。
προσέτι καὶ λόγοι πολλοὶ ἐπὶ τῇ κύλικι, τότε δὴ καὶ μάλιστα, περὶ σωφροσύνης καὶ κοσμιότητος· καὶ ταῦτά φησιν ἤδη ὑπὸ τοῦ ἀκράτου πονήρως ἔχων καὶ ὑποτραυλίζων γελοίως· εἶτα ἔμετος ἐπὶ τούτοις·
此外,他在酒杯旁还有长篇大论,尤其是那时,谈论着节制与端庄;而且他是在已经被烈酒灌得不省人事、口齿不清得可笑时说这些话的;随后便以此吐得一塌糊涂。
καὶ τὸ τελευταῖον, ἀράμενοί τινες ἐκφέρουσιν αὐτὸν ἐκ τοῦ συμποσίου τῆς αὐλητρίδος ἀμφοτέραις ἐπειλημμένον.
最后,几个人把他抬着送出宴会,他双手还紧紧抱着吹笛女。
πλὴν ἀλλὰ καὶ νήφων οὐδενὶ τῶν πρωτείων παραχωρήσειεν ἂν ψεύσματος ἕνεκα ἢ θρασύτητος ἢ φιλαργυρίας· ἀλλὰ καὶ κολάκων ἐστὶ τὰ πρῶτα καὶ ἐπιορκεῖ προχειρότατα, καὶ ἡ γοητεία προηγεῖται καὶ ἡ ἀναισχυντία παρομαρτεῖ, καὶ ὅλως πάνσοφόν τι χρῆμα καὶ πανταχόθεν ἀκριβὲς καὶ ποικίλως ἐντελές.
然而,即便是在清醒时,在撒谎、厚颜无耻和贪财方面,他也绝不把首位让给任何人;相反,他是谄媚者中的佼佼者,极易背誓,欺诈打头阵,不要脸紧随其后。 总而言之,他是一个无所不通的家伙,方方面面都精明透顶,花样百出地完美。
οἰμώξεται τοιγαροῦν οὐκ εἰς μακρὰν χρηστὸς ὤν.
因此,由于他是如此“高尚”的人,他很快就要倒霉了。
τί τοῦτο;
这是怎么回事?
παπαί, χρόνιος ἡμῖν Θρασυκλῆς.
哎呀,色拉叙克勒斯这老家伙总算在我们面前露面了。
§56Θρασυκλῆς
οὐ κατὰ ταὐτά, ὦ Τίμων, τοῖς πολλοῖς τούτοις ἀφῖγμαι, οἵπερ τὸν πλοῦτόν σου τεθηπότες ἀργυρίου καὶ χρυσίου καὶ δείπνων πολυτελῶν ἐλπίδι συνδεδραμήκασι, πολλὴν τὴν κολακείαν ἐπιδειξόμενοι πρὸς ἄνδρα οἷον σὲ ἁπλοϊκὸν καὶ τῶν ὄντων κοινωνικόν·
色拉叙克勒斯提蒙,我来这里可不像这群凡夫俗子。 他们惊羡于你的财富,抱着获得金银和奢华晚餐的期望奔凑而来,对像你这样单纯、乐于分享财产的人大献阴勤。
οἶσθα γὰρ ὡς μᾶζα μὲν ἐμοὶ δεῖπνον ἱκανόν, ὄψον δὲ ἥδιστον θύμον ἢ κάρδαμον ἢ εἴ ποτε τρυφῴην, ὀλίγον τῶν ἁλῶν· ποτὸν δὲ ἡ ἐννεάκρουνος· ὁ δὲ τρίβων οὗτος ἧς βούλει πορφυρίδος ἀμείνων.
因为你知道,对我而言,一块大麦面包就是足够的晚餐,最美味的配菜是百里香或水芹,或者如果我想奢侈一下,就加一点盐;饮料则是九泉之水;而这件旧斗篷比你想要的任何紫衣都要好。
τὸ χρυσίον μὲν γὰρ οὐδὲν τιμιώτερον τῶν ἐν τοῖς αἰγιαλοῖς ψηφίδων μοι δοκεῖ.
因为黄金在我看来,并不比海滩上的小石子更有价值。
σοῦ δὲ αὐτοῦ χάριν ἐστάλην, ὡς μὴ διαφθείρῃ σε τὸ κάκιστον τοῦτο καὶ ἐπιβουλότατον κτῆμα ὁ πλοῦτος, ὁ πολλοῖς πολλάκις αἴτιος ἀνηκέστων συμφορῶν γεγενημένος·
我是为了你本人而来的,免得财富这最坏、最阴险的财产腐蚀了你,它常常是许多人遭受无可挽回的灾难的祸首。
εἰ γάρ μοι πείθοιο, μάλιστα μὲν ὅλον ἐς τὴν θάλατταν ἐμβαλεῖς αὐτὸν οὐδὲν ἀναγκαῖον ἀνδρὶ ἀγαθῷ ὄντα καὶ τὸν φιλοσοφίας πλοῦτον ὁρᾶν δυναμένῳ· μὴ μέντοι ἐς βάθος, ὦγαθέ, ἀλλʼ ὅσον ἐς βουβῶνας ἐπεμβὰς ὀλίγον πρὸ τῆς κυματωγῆς, ἐμοῦ ὁρῶντος μόνου·
因为如果你听我的话,最好把财富全部扔进大海里,这对于一个能够看到哲学财富的好人来说是毫无必要的——不过,好朋友,不用扔到深处,只需走到齐股深的水里,就在波浪掀起的前方,只有我一个人看着。
§57Θρασυκλῆς
εἰ δὲ μὴ τοῦτο βούλει, σὺ δὲ ἄλλον τρόπον ἀμείνω κατὰ τάχος ἐκφόρησον αὐτὸν ἐκ τῆς οἰκίας μηδʼ ὀβολὸν αὑτῷ ἀνείς, διαδιδοὺς ἅπασι τοῖς δεομένοις, ᾧ μὲν πέντε δραχμάς, ᾧ δὲ μνᾶν, ᾧ δὲ ἡμιτάλαντον·
色拉叙克勒斯如果你不想这样,那就用另一种更好的方法,赶紧把财富搬出家门,自己一分钱也不留,分发给所有需要的人,给这个人五德拉克马,给那个人一米纳,给另一个半塔兰特。
εἰ δέ τις φιλόσοφος εἴη, διμοιρίαν ἢ τριμοιρίαν φέρεσθαι δίκαιος·
如果是哲学家,他理应分得两份或三份。
ἐμοὶ δέ — καίτοι οὐκ ἐμαυτοῦ χάριν αἰτῶ, ἀλλʼ ὅπως μεταδῶ τῶν ἑταίρων τοῖς δεομένοις — ἱκανὸν εἰ ταυτηνὶ τὴν πήραν ἐμπλήσας παράσχοις οὐδὲ ὅλους δύο μεδίμνους χωροῦσαν Αἰγινητικούς.
至于我——虽然我不是为了自己索取,而是为了分给需要它的同伴们——你只要帮我装满这个口袋就行了,它连两个整埃吉纳麦斗都装不下。
ὀλιγαρκῆ δὲ καὶ μέτριον χρὴ εἶναι τὸν φιλοσοφοῦντα καὶ μηδὲν ὑπὲρ τὴν πήραν φρονεῖν.
潜心哲学的人应该安分守己、适可而止,不应去想超出他那口袋以外的任何东西。
Τίμων
ἐπαινῶ ταῦτά σου, ὦ Θρασύκλεις·
提蒙色拉叙克勒斯,我赞赏你这些话。
πρὸ δʼ οὖν τῆς πήρας, εἰ δοκεῖ, φέρε σοι τὴν κεφαλὴν ἐμπλήσω κονδύλων ἐπιμετρήσας τῇ δικέλλῃ.
但在装满口袋之前,如果你同意,让我用铁锹精确地测量着,往你的头上装满拳头。
Θρασυκλῆς
ὦ δημοκρατία καὶ νόμοι, παιόμεθα ὑπὸ τοῦ καταράτου ἐν ἐλευθέρᾳ τῇ πόλει.
色拉叙克勒斯啊,民主与法律! 在自由的城邦里,我们竟然被这个该死的家伙殴打。
Τίμων
τί ἀγανακτεῖς, ὦγαθέ;
提蒙你急什么,好朋友?
μῶν παρακέκρουσμαί σε;
难道我量错了你?
καὶ μὴν ἐπεμβαλῶ χοίνικας ὑπὲρ τὸ μέτρον τέτταρας.
那好,我就在规定分量之外再给你追加四合吧。
§58Τίμων
ἀλλὰ τί τοῦτο;
提蒙可是,这是怎么回事?
πολλοὶ συνέρχονται· Βλεψίας ἐκεῖνος καὶ Λάχης καὶ Γνίφων καὶ ὅλον τὸ σύνταγμα τῶν οἰμωξομένων.
许多人聚过来了:那是布莱普西亚斯、拉克斯、格尼丰,还有整群准备挨揍大哭的家伙。
ὥστε τί οὐκ ἐπὶ τὴν πέτραν ταύτην ἀνελθὼν τὴν μὲν δίκελλαν ὀλίγον ἀναπαύω πάλαι πεπονηκυῖαν, αὐτὸς δὲ ὅτι πλείστους λίθους συμφορήσας ἐπιχαλαζῶ πόρρωθεν αὐτούς;
那么,我为什么不上到这块岩石上,让这把劳碌已久的铁锹稍作休息,自己收集尽可能多的石头,从远处像冰雹一样砸向他们呢?
Βλεψίας
μὴ βάλλε, ὦ Τίμων·
布莱普西亚斯别扔了,提蒙!
ἄπιμεν γάρ.
我们这就走。
Τίμων
ἀλλʼ οὐκ ἀναιμωτί γε ὑμεῖς οὐδὲ ἄνευ τραυμάτων.
提蒙但是,你们可不能毫发无损、不带伤痕地离开。