§51Τίμων
πῶς;
Τίμων どうやってだ?
διὰ γὰρ τὸ μὴ ἔχειν ὅπλα οὐδὲ προὐγράφην ἐν τῷ καταλόγῳ.
武器を持っていなかったから、私は名簿に登録さえされなかったのだぞ。
Δημέας
μέτρια τὰ περὶ σαυτοῦ λέγεις, ἡμεῖς δὲ ἀχάριστοι ἂν εἴημεν ἀμνημονοῦντες.
Δημέας ご自身については謙遜なさっているが、我々がそれを忘れてしまうなら、恩知らずになってしまうでしょう。
ἔτι δὲ καὶ ψηφίσματα γράφων καὶ συμβουλεύων καὶ στρατηγῶν οὐ μικρὰ ὠφέλησε τὴν πόλιν·
さらに、決議案を起草し、助言を与え、将軍を務めることによって、彼は市に少なからぬ益をもたらした。
ἐπὶ τούτοις ἅπασι δεδόχθω τῇ βουλῇ καὶ τῷ δήμῳ καὶ τῇ Ἡλιαίᾳ καὶ ταῖς φυλαῖς καὶ τοῖς δήμοις ἰδίᾳ καὶ κοινῇ πᾶσι χρυσοῦν ἀναστῆσαι τὸν Τίμωνα παρὰ τὴν Ἀθηνᾶν ἐν τῇ ἀκροπόλει κεραυνὸν ἐν τῇ δεξιᾷ ἔχοντα καὶ ἀκτῖνας ἐπὶ τῇ κεφαλῇ καὶ στεφανῶσαι αὐτὸν χρυσοῖς στεφάνοις ἑπτὰ καὶ ἀνακηρυχθῆναι τοὺς στεφάνους τήμερον Διονυσίοις τραγῳδοῖς καινοῖς — ἀχθῆναι γὰρ διʼ αὐτὸν δεῖ τήμερον τὰ Διονύσια.
これらすべてに鑑み、評議会、民衆、ヘリアイア、諸部族、および個々の、また共同のすべての区において、アクロポリスのアテナ女神の傍らに、右手に雷電を持ち、頭上には光線を戴いたティモンの黄金像を建立し、彼に七つの黄金の冠を授け、また、それらの冠が本日、大ディオニュシア祭において新たな悲劇の上演時に布告されることが決議されるものとする。 というのも、彼のおかげで、本日、大ディオニュシア祭が催されねばならないからである。
εἶπε τὴν γνώμην Δημέας ὁ ῥήτωρ, συγγενὴς αὐτοῦ ἀγχιστεὺς καὶ μαθητὴς ὤν·
提案者は雄弁家デメアス、彼の近親であり弟子である。
καὶ γὰρ ῥήτωρ ἄριστος ὁ Τίμων καὶ τὰ ἄλλα πάντα ὁπόσα ἂν ἐθέλῃ.
実際、ティモンは優れた雄弁家でもあり、彼が望むその他すべてのものだからである。
§52Δημέας
τουτὶ μὲν οὖν σοι τὸ ψήφισμα.
Δημέας さて、これがあなたへの決議案です。
ἐγὼ δὲ καὶ τὸν υἱὸν ἐβουλόμην ἀγαγεῖν παρὰ σέ, ὃν ἐπὶ τῷ σῷ ὀνόματι Τίμωνα ὠνόμακα.
また私は、あなたの名にちなんでティモンと名付けた私の息子も、あなたのところに連れてきたいと思っていました。
Τίμων
πῶς, ὦ Δημέα, ὃς οὐδὲ γεγάμηκας, ὅσα γε καὶ ἡμᾶς εἰδέναι;
Τίμων どうやってだ、デメアスよ? 私の知る限り、お前は結婚さえしていないではないか。
Δημέας
ἀλλὰ γαμῶ, ἢν διδῷ θεός, ἐς νέωτα καὶ παιδοποιήσομαι καὶ τὸ γεννηθησόμενον — ἄρρεν γὰρ ἔσται — Τίμωνα ἤδη καλῶ.
Δημέας しかし、もし神がお許しになるなら、来年にも結婚して子供をもうけるつもりです。 そして、生まれてくる子を――男の子に決まっていますからね――早くもティモンと呼んでいるのです。
Τίμων
οὐκ οἶδα εἰ γαμησείεις ἔτι, ὦ οὗτος, τηλικαύτην παρʼ ἐμοῦ πληγὴν λαμβάνων.
Τίμων お前よ、私からこれほどの打撃を食らっても、なお結婚したいと思うかどうかは分からんがな。
Δημέας
οἴμοι·
Δημέας 痛い!
τί τοῦτο;
これは何だ?
τυραννίδι Τίμων ἐπιχειρεῖς καὶ τύπτεις τοὺς ἐλευθέρους οὐ καθαρῶς ἐλεύθερος οὐδʼ αὐτὸς ὤν;
ティモン、お前は僭主になろうと企てて、自分自身さえ純粋な自由人でもないのに、自由な市民を殴るのか?
ἀλλὰ δώσεις ἐν τάχει τὴν δίκην τά τε ἄλλα καὶ ὅτι τὴν ἀκρόπολιν ἐνέπρησας.
だがお前はすぐに、とりわけアクロポリスに放火した罪で報いを受けることになるぞ。
§53Τίμων
ἀλλʼ οὐκ ἐμπέπρησται, ὦ μιαρέ, ἡ ἀκρόπολις·
Τίμων だがアクロポリスは燃えてなどいないぞ、汚らわしい奴め。
ὥστε δῆλος εἶ συκοφαντῶν.
だからお前がでっち上げているのは明白だ。
Δημέας
ἀλλὰ καὶ πλουτεῖς τὸν ὀπισθόδομον διορύξας.
Δημέας だがお前は後室に穴を開けて忍び込み、富を築いたのだ。
Τίμων
οὐ διώρυκται οὐδὲ οὗτος, ὥστε ἀπίθανά σου καὶ ταῦτα.
Τίμων そこも破られてなどいない。 だからお前のその話も信じ難いものだ。
Δημέας
διορυχθήσεται μὲν ὕστερον·
Δημέας 後で破られることになるのだ。
ἤδη δὲ σὺ πάντα τὰ ἐν αὐτῷ ἔχεις.
だがお前は、すでにその中のものをすべて持っている。
Τίμων
οὐκοῦν καὶ ἄλλην λάμβανε.
Τίμων ならば、もう一発食らうがいい。
Δημέας
οἴμοι τὸ μετάφρενον.
Δημέας 痛い、背中が!
Τίμων
μὴ κέκραχθι·
Τίμων 叫ぶな。
κατοίσω γάρ σοι καὶ τρίτην·
三発目もお見舞いしてやるからな。
ἐπεὶ καὶ γελοῖα πάμπαν ἂν πάθοιμι δύο μὲν Λακεδαιμονίων μόρας κατακόψας ἄνοπλος, ἓν δὲ μιαρὸν ἀνθρώπιον μὴ ἐπιτρίψας·
丸腰でスパルタの二部隊を殲滅した私が、一人の汚らわしい小男を叩き潰せないとしたら、それこそ全く滑稽なことになる。
μάτην γὰρ ἂν εἴην καὶ νενικηκὼς Ὀλύμπια πὺξ καὶ πάλην.
それではオリンピアの拳闘と相撲で優勝したのも無駄になってしまうではないか。
§54Τίμων
ἀλλὰ τί τοῦτο;
Τίμων おや、これは何だ?
οὐ Θρασυκλῆς ὁ φιλόσοφος οὗτός ἐστιν;
あれは哲学者のトラシュクレスではないか?
οὐ μὲν οὖν ἄλλος·
いや、他の誰でもない。
ἐκπετάσας γοῦν τὸν πώγωνα καὶ τὰς ὀφρῦς ἀνατείνας καὶ βρενθυόμενός τι πρὸς αὑτὸν ἔρχεται, τιτανῶδες βλέπων, ἀνασεσοβημένος τὴν ἐπὶ τῷ μετώπῳ κόμην, Αὐτοβορέας τις ἢ Τρίτων, οἵους ὁ Ζεῦξις ἔγραψεν.
ともかく髭を広げ、眉を吊り上げ、何かぶつぶつ独り言を呟きながら、巨人のような目つきで、額の上の髪を逆立ててやって来る。 まるでゼウクシスが描いたボレアスかトリトンのようだ。
οὗτος ὁ τὸ σχῆμα εὐσταλὴς καὶ κόσμιος τὸ βάδισμα καὶ σωφρονικὸς τὴν ἀναβολὴν ἕωθεν μυρία ὅσα περὶ ἀρετῆς διεξιὼν καὶ τῶν ἡδονῇ χαιρόντων κατηγορῶν καὶ τὸ ὀλιγαρκὲς ἐπαινῶν, ἐπειδὴ λουσάμενος ἀφίκοιτο ἐπὶ τὸ δεῖπνον καὶ ὁ παῖς μεγάλην τὴν κύλικα ὀρέξειεν αὐτῷ — τῷ ζωροτέρῳ δὲ χαίρει μάλιστα — καθάπερ τὸ Λήθης ὕδωρ ἐκπιὼν ἐναντιώτατα ἐπιδείκνυται τοῖς ἑωθινοῖς ἐκείνοις λόγοις, προαρπάζων ὥσπερ ἴκτινος τὰ ὄψα καὶ τὸν πλησίον παραγκωνιζόμενος, καρύκης τὸ γένειον ἀνάπλεως, κυνηδὸν ἐμφορούμενος, ἐπικεκυφὼς καθάπερ ἐν ταῖς λοπάσι τὴν ἀρετὴν εὑρήσειν προσδοκῶν, ἀκριβῶς τὰ τρύβλια τῷ λιχανῷ ἀποσμήχων ὡς μηδὲ ὀλίγον τοῦ μυττωτοῦ καταλίποι,
身なりはきちんとしており、歩き方は端正で、外套のままとり方も控えめなこの男は、朝には徳について数限りなく論じ、快楽を喜ぶ者たちを非難し、足るを知ることを称賛しているが、入浴を済めて晩餐に到着し、召使いが彼に大きな杯を差し出すと――彼は特に生の強い酒を好むのだが――まるで忘却の水を飲み干したかのように、あの朝の議論とは正反対の振る舞いを見せるのだ。 トビのようにご馳走をひったくり、隣の者を肘で押し退け、髭をソースだらけにし、犬のように詰め込み、皿の中に徳を見出そうと期待しているかのように身をかがめ、ニンニクソースが少しも残らないよう、人差し指で皿をきれいに拭うのだ、