Humanitext Reader

琉善 · 蒂蒙或愤世嫉俗者 §46-50

提蒙用锄头痛击闻金而来的谄媚者

第 10 段,共 12 段 · 希腊语

内容简介

随着提蒙重新致富的消息传开,他以前的谄媚者格纳托尼德斯、菲利亚德斯和德梅阿斯接连前来讨好。提蒙坚决执行他厌恶人类的决定,揭露了他们过去的背叛,并用锄头狠狠痛击了他们。

§46Γναθωνίδης οὐκ ἐγὼ ἔλεγον ὡς οὐκ ἀμελήσουσι Τίμωνος ἀγαθοῦ ἀνδρὸς οἱ θεοί;
格纳托尼德斯我难道没有说过,诸神绝不会怠慢提蒙这位好人吗?
χαῖρε Τίμων εὐμορφότατε καὶ ἥδιστε καὶ συμποτικώτατε.
你好,最俊美、最甜美、最适合共饮的提蒙!
Τίμων νὴ καὶ σύ γε, ὦ Γναθωνίδη, γυπῶν ἁπάντων βορώτατε καὶ ἀνθρώπων ἐπιτριπτότατε.
提蒙你也是,格纳托尼德斯,所有秃鹫中最贪婪的,人类中最坏透了的家伙!
Γναθωνίδης ἀεὶ φιλοσκώμμων σύ γε.
格纳托尼德斯你总是爱开玩笑。
ἀλλὰ ποῦ τὸ συμπόσιον;
不过宴会在哪儿?
ὡς καινόν τί σοι ᾆσμα τῶν νεοδιδάκτων διθυράμβων ἥκω κομίζων.
我特地给你带来了一首新排演的酒神赞歌中的新曲子呢。
Τίμων καὶ μὴν ἐλεγεῖά γε ᾄσῃ μάλα περιπαθῶς ὑπὸ ταύτῃ τῇ δικέλλῃ.
提蒙然而,在这把锄头之下,你一定会极其悲切地唱起哀歌。
Γναθωνίδης τί τοῦτο;
格纳托尼德斯这是干什么?
παίεις, ὦ Τίμων;
你打人吗,提蒙?
μαρτύρομαι·
我找人作证!
ὦ Ἡράκλεις, ἰοὺ ἰού, προκαλοῦμαί σε τραύματος εἰς Ἄρειον πάγον.
天哪,哎呀,哎呀! 我要在阿雷奥帕古斯法庭起诉你故意伤害!
Τίμων καὶ μὴν ἄν γε μικρὸν ἐπιβραδύνῃς, φόνου τάχα προκεκλήσομαι.
提蒙但是,如果你再磨蹭一会儿,很快就会因为杀人罪而被起诉了。
Γναθωνίδης μηδαμῶς·
格纳托尼德斯绝不!
ἀλλὰ σύ γε πάντως τὸ τραῦμα ἴασαι μικρὸν ἐπιπάσας τοῦ χρυσίου· δεινῶς γὰρ ἴσχαιμόν ἐστι τὸ φάρμακον.
但无论如何,请给我的伤口撒上一点点黄金来医治它吧,因为那剂药可是有极佳的止血效果。
Τίμων ἔτι γὰρ μένεις;
提蒙你还要留在这儿吗?
Γναθωνίδης ἄπειμι·
格纳托尼德斯我走就是了。
σὺ δὲ οὐ χαιρήσεις οὕτω σκαιὸς ἐκ χρηστοῦ γενόμενος.
但你从一个善良的人变得如此粗暴,你不会有好下场的。
§47Τίμων τίς οὗτός ἐστιν ὁ προσιών, ὁ ἀναφαλαντίας;
提蒙这个走过来的秃顶家伙是谁?
Φιλιάδης, κολάκων ἁπάντων ὁ βδελυρώτατος.
菲利亚德斯,所有谄媚者中最恶心的一个。
οὗτος δὲ ἀγρὸν ὅλον παρʼ ἐμοῦ λαβὼν καὶ τῇ θυγατρὶ προῖκα δύο τάλαντα, μισθὸν τοῦ ἐπαίνου, ὁπότε ᾄσαντά με πάντων σιωπώντων μόνος ὑπερεπῄνεσεν ἐπομοσάμενος ᾠδικώτερον εἶναι τῶν κύκνων, ἐπειδὴ νοσοῦντα πρῴην εἶδέ με καὶ προσῆλθον ἐπικουρίας δεόμενος, πληγὰς ὁ γενναῖος προσενέτεινεν.
这家伙从我这里得到了整片农田,还为他的女儿拿到了两塔兰同的嫁妆,作为对我赞美的好处——每当我唱歌而其他人都在保持沉默时,唯独他把我捧上了天,发誓说我唱得比天鹅还要动听;可是前不久,当他看到我生病、我走上前去请求援助时,这位高贵的主儿竟然对我一顿拳脚相加。
§48Φιλιάδης ὢ τῆς ἀναισχυντίας.
菲利亚德斯噢,真是厚颜无耻!
νῦν Τίμωνα γνωρίζετε;
现在你们认出提蒙了?
νῦν Γναθωνίδης φίλος καὶ συμπότης;
现在格纳托尼德斯成了朋友和酒友了?
τοιγαροῦν δίκαια πέπονθεν οὕτως ἀχάριστος ὤν.
所以,那个如此忘恩负义的家伙得到这样的报应是罪有应得。
ἡμεῖς δὲ οἱ πάλαι συνήθεις καὶ συνέφηβοι καὶ δημόται ὅμως μετριάζομεν, ὡς μὴ ἐπιπηδᾶν δοκῶμεν.
而我们这些昔日的好友、同窗和同区人,却依然保持克制,以免显得像是猛扑过来。
χαῖρε, ὦ δέσποτα, καὶ ὅπως τοὺς μιαροὺς τούτους κόλακας φυλάξῃ, τοὺς ἐπὶ τῆς τραπέζης μόνον, τὰ ἄλλα δὲ κοράκων οὐδὲν διαφέροντας.
你好,主人,请务必防范这些肮脏的谄媚者,他们只在餐桌上作陪,在其他方面与乌鸦无异。
οὐκέτι πιστευτέα τῶν νῦν οὐδενί· πάντες ἀχάριστοι καὶ πονηροί.
如今的人谁也不可信了;个个忘恩负义、卑鄙无耻。
ἐγὼ δὲ τάλαντόν σοι κομίζων, ὡς ἔχοις πρὸς τὰ κατεπείγοντα χρῆσθαι, καθʼ ὁδὸν ἤδη πλησίον ἤκουσα, ὡς πλουτοίης ὑπερμεγέθη τινὰ πλοῦτον.
我本想给你送来一塔兰同,好让你用来应付急需,但在路上快到这里时,我听闻你发了大财。
ἥκω τοιγαροῦν ταῦτά σε νουθετήσων· καίτοι σύ γε οὕτω σοφὸς ὢν οὐδὲν ἴσως δεήσῃ τῶν παρʼ ἐμοῦ λόγων, ὃς καὶ τῷ Νέστορι τὸ δέον παραινέσειας ἄν.
所以我来这里是为了给你这些忠告;不过,你既然如此聪明,甚至连内斯托尔都能得到你的合理建言,或许根本不需要我的这些话吧。
Τίμων ἔσται ταῦτα, ὦ Φιλιάδη.
提蒙会这样的,菲利亚德斯。
πλὴν ἀλλὰ πρόσιθι, ὡς καὶ σὲ φιλοφρονήσωμαι τῇ δικέλλῃ.
不过你走近些,好让我也用这把锄头来招待招待你。
Φιλιάδης ἄνθρωποι, κατέαγα τοῦ κρανίου ὑπὸ τοῦ ἀχαρίστου, διότι τὰ συμφέροντα ἐνουθέτουν αὐτόν.
菲利亚德斯大伙儿啊,我的头骨被这个忘恩负义的家伙给打碎了,就因为我刚才在给他提出有益的忠告!
§49Τίμων ἰδοὺ τρίτος οὗτος ὁ ῥήτωρ Δημέας προσέρχεται ψήφισμα ἔχων ἐν τῇ δεξιᾷ καὶ συγγενὴς ἡμέτερος εἶναι λέγων.
提蒙看,第三个来了,是演说家德梅阿斯,他右手拿着一份提案,还自称是我们的亲戚。
οὗτος ἑκκαίδεκα παρʼ ἐμοῦ τάλαντα μιᾶς ἡμέρας ἐκτίσας τῇ πόλει — καταδεδίκαστο γὰρ καὶ ἐδέδετο οὐκ ἀποδιδούς, κἀγὼ ἐλεήσας ἐλυσάμην αὐτόν — ἐπειδὴ πρῴην ἔλαχε τῇ Ἐρεχθηΐδι φυλῇ διανέμειν τὸ θεωρικὸν κἀγὼ προσῆλθον αἰτῶν τὸ γινόμενον, οὐκ ἔφη γνωρίζειν πολίτην ὄντα με.
这家伙曾被判向城邦缴纳十六塔兰同的罚金,因为付不起而被关进监狱,我可怜他,在一天之内就把钱付清将他赎了出来——可是前不久,当他被抽中为埃雷赫提斯部落分发观剧津贴、我走上前去索取我那一份时,他居然说不认识我这个公民。
§50Δημέας χαῖρε, ὦ Τίμων, τὸ μέγα ὄφελος τοῦ γένους, τὸ ἔρεισμα τῶν Ἀθηνῶν, τὸ πρόβλημα τῆς Ἑλλάδος·
德梅阿斯你好,提蒙,我们一族伟大的恩人,雅典的支柱,希腊的屏障!
καὶ μὴν πάλαι σε ὁ δῆμος συνειλεγμένος καὶ αἱ βουλαὶ ἀμφότεραι περιμένουσι.
事实上,聚集起来的民众和两个议会早就都在等你了。
πρότερον δὲ ἄκουσον τὸ ψήφισμα, ὃ ὑπὲρ σοῦ γέγραφα· ἐπειδὴ Τίμων Ἐχεκρατίδου Κολλυτεύς, ἀνὴρ οὐ μόνον καλὸς κἀγαθός, ἀλλὰ καὶ σοφὸς ὡς οὐκ ἄλλος ἐν τῇ Ἑλλάδι, παρὰ πάντα χρόνον διατελεῖ τὰ ἄριστα πράττων τῇ πόλει, νενίκηκε δὲ πὺξ καὶ πάλην καὶ δρόμον ἐν Ὀλυμπίᾳ μιᾶς ἡμέρας καὶ τελείῳ ἅρματι καὶ συνωρίδι πωλικῇ — Τίμων ἀλλʼ οὐδὲ ἐθεώρησα ἐγὼ πώποτε εἰς Ὀλυμπίαν.
不过在那之前,先听听我为你起草的提案吧:“鉴于科利图斯区埃克克拉提德斯之子提蒙,不仅是一位高尚而优秀的人,而且智勇双全、在希腊无人能及,始终不懈地为城邦做着最美好的贡献,并且在同一天内于奥林匹亚赢得了拳击、摔跤和跑步的冠军,还在四马战车赛以及双马驹战车赛中获胜——” 提蒙可我甚至连一次奥林匹亚都没去参观过啊!
Δημέας τί οὖν;
德梅阿斯那又怎样?
θεωρήσεις ὕστερον·
你以后去看看就行了。
τὰ τοιαῦτα δὲ πολλὰ προσκεῖσθαι ἄμεινον.
这类事情还是多加上一些比较好。
καὶ ἠρίστευσε δὲ ὑπὲρ τῆς πόλεως πέρυσι πρὸς Ἀχαρναῖς καὶ κατέκοψε Πελοποννησίων δύο μόρας —
“并且,他去年在阿哈尔奈附近为城邦立下了赫赫战功,歼灭了伯罗奔尼撒人的两个军团——”

词汇与语法注释

  1. §46προκαλοῦμαί σε τραύματος — 动词 `προκαλοῦμαι`(传唤、起诉)接被起诉者的宾格(`σε`)以及罪名的属格(`τραύματος`,“因伤害罪”)。这反映了雅典的法律术语,特别是在阿雷奥帕古斯法庭审理的有预谋伤害罪(τραῦμα ἐκ προνοίας)。

引用这一段

琉善, 蒂蒙或愤世嫉俗者 §46-50. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg022.humanitext-grc2:46-50

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。