§25Ἑρμῆς
οὐκοῦν ἐξηπάτηται ὁ Ζεὺς οἰόμενός σε κατὰ τὰ αὐτῷ δοκοῦντα πλουτίζειν ὅσους ἂν οἴηται τοῦ πλουτεῖν ἀξίους;
赫尔墨斯:那么,宙斯是受骗了,他以为你正按照他的意愿,去使那些他认为配得上富有的人致富吗?
Πλοῦτος
καὶ μάλα δικαίως, ὦγαθέ, ὅς γε τυφλὸν ὄντα εἰδὼς ἔπεμπεν ἀναζητήσοντα δυσεύρετον οὕτω χρῆμα καὶ πρὸ πολλοῦ ἐκλελοιπὸς ἐκ τοῦ βίου, ὅπερ οὐδʼ ὁ Λυγκεὺς ἂν ἐξεύροι ῥᾳδίως, ἀμαυρὸν οὕτω καὶ μικρὸν ὄν.
普路托斯:确实非常合情合理,好朋友,因为他明知我是个瞎子,却派我去寻找如此难以找到、且早已从世间消失的东西,那东西是如此暗淡微小,甚至连林叩斯也无法轻易发现。
τοιγαροῦν ἅτε τῶν μὲν ἀγαθῶν ὀλίγων ὄντων, πονηρῶν δὲ πλείστων ἐν ταῖς πόλεσι τὸ πᾶν ἐπεχόντων, ῥᾷον ἐς τοὺς τοιούτους ἐμπίπτω περιιὼν καὶ σαγηνεύομαι πρὸς αὐτῶν.
因此,由于在城邦中好人寥寥无几,而恶人极多且占据了统治地位,我在四处游荡时,更容易撞上这些人,并且被他们网罗过去。
Ἑρμῆς
εἶτα πῶς ἐπειδὰν καταλίπῃς αὐτοὺς ῥᾳδίως φεύγεις, οὐκ εἰδὼς τὴν ὁδόν;
赫尔墨斯:那么,当你离开他们的时候,你既然不知道路,又是如何轻易逃脱的呢?
Πλοῦτος
Ὀξυδερκὴς τότε πως καὶ ἀρτίπους γίνομαι πρὸς μόνον τὸν καιρὸν τῆς φυγῆς.
普路托斯:那时,不知怎的,我仅仅在逃跑的瞬间,突然变得眼明脚快。
§26Ἑρμῆς
ἔτι δή μοι καὶ τοῦτο ἀπόκριναι, πῶς τυφλὸς ὤν — εἰρήσεται γάρ — καὶ προσέτι ὠχρὸς καὶ βαρὺς ἐκ τοῖν σκελοῖν τοσούτους ἐραστὰς ἔχεις, ὥστε πάντας ἀποβλέπειν εἰς σέ, καὶ τυχόντας μὲν εὐδαιμονεῖν οἴεσθαι, εἰ δὲ ἀποτύχοιεν οὐκ ἀνέχεσθαι ζῶντας;
赫尔墨斯:再回答我这个问题:你既是个瞎子——恕我直言——而且脸色苍白、双腿沉重,你怎么会有这么多的追求者,以至于所有人都注视着你,得到你的人自以为幸福,而得不到你的人甚至无法忍受活下去?
οἶδα γοῦν τινας οὐκ ὀλίγους αὐτῶν οὕτως σου δυσέρωτας ὄντας ὥστε καὶ
ἐς βαθυκήτεα πόντον
φέροντες ἔρριψαν αὑτοὺς καὶ
πετρῶν κατʼ ἠλιβάτων,
ὑπερορᾶσθαι νομίζοντες ὑπὸ σοῦ ὅτεπερ οὐδὲ τὴν ἀρχὴν ἑώρας αὐτούς.
现在,我知道他们当中有不少人对你如此狂热,以至于投入深邃多怪兽的海洋,或从陡峭的岩石上跳下,仅仅因为他们认为被你忽视了,而你根本从一开始就没看见他们。
πλὴν ἀλλὰ καὶ σὺ ἂν εὖ οἶδα ὅτι ὁμολογήσειας, εἴ τι συνίης σαυτοῦ, κορυβαντιᾶν αὐτοὺς ἐρωμένῳ τοιούτῳ ἐπιμεμηνότας.
不过,如果你对自己有任何了解,我相信你也会承认,他们为一个这样的爱人而发狂,简直就像是科里班特斯式的疯狂。
§27Πλοῦτος
οἴει γὰρ τοιοῦτον οἷός εἰμι ὁρᾶσθαι αὐτοῖς, χωλὸν ἢ τυφλὸν ἢ ὅσα ἄλλα μοι πρόσεστιν;
普路托斯:你以为他们眼中的我是我现在这个样子,又瘸又瞎,或者带着我身上所有其他的缺点吗?
Ἑρμῆς
ἀλλὰ πῶς, ὦ Πλοῦτε, εἰ μὴ τυφλοὶ καὶ αὐτοι πάντες εἰσίν;
赫尔墨斯:但如果他们自己不都是瞎子,普路托斯,那他们看到的是什么呢?
Πλοῦτος
οὐ τυφλοί, ὦ ἄριστε, ἀλλʼ ἡ ἄγνοια καὶ ἡ ἀπάτη, αἵπερ νῦν κατέχουσι τὰ πάντα, ἐπισκιάζουσιν αὐτούς·
普路托斯:他们不是瞎子,优秀的赫尔墨斯,而是如今支配着一切的无知和欺瞒蒙蔽了他们。
ἔτι δὲ καὶ αὐτός, ὡς μὴ παντάπασιν ἄμορφος εἴην, προσωπεῖόν τι ἐρασμιώτατον περιθέμενος, διάχρυσον καὶ λιθοκόλλητον, καὶ ποικίλα ἐνδὺς ἐντυγχάνω αὐτοῖς·
此外,为了不让我显得完全丑陋,我戴上了一个极其可爱的假面,那假面是镀金且镶嵌宝石的,我穿着华丽的衣服去见他们。
οἱ δὲ αὐτοπρόσωπον οἰόμενοι ὁρᾶν τὸ κάλλος ἐρῶσι καὶ ἀπόλλυνται μὴ τυγχάνοντες.
而他们以为看到了不带假面的真美,便坠入情网,若得不到便自我毁灭。
ὡς εἴ γέ τις αὐτοῖς ὅλον ἀπογυμνώσας ἐπέδειξέ με, δῆλον ὡς κατεγίνωσκον ἂν αὑτῶν ἀμβλυώττοντες τὰ τηλικαῦτα καὶ ἐρῶντες ἀνεράστων καὶ ἀμόρφων πραγμάτων.
因为如果有人把我彻底剥光展示给他们看,显而易见,他们会谴责自己,因为他们竟然对如此显而易见的事情视而不见,并且爱上了如此不值得爱且丑陋的东西。
§28Ἑρμῆς
τί οὖν ὅτι καὶ ἐν αὐτῷ ἤδη τῷ πλουτεῖν γενόμενοι καὶ τὸ προσωπεῖον αὐτοὶ περιθέμενοι ἔτι ἐξαπατῶνται, καὶ ἤν τις ἀφαιρῆται αὐτούς, θᾶττον ἂν τὴν κεφαλὴν ἢ τὸ προσωπεῖον πρόοιντο;
赫尔墨斯:那么,为什么他们已经处于富有之中,并且亲自为你戴上了面具,却依然被欺骗,如果有人要夺走面具,他们宁可献出头颅也不愿放弃面具呢?
οὐ γὰρ δὴ καὶ τότε ἀγνοεῖν εἰκὸς αὐτοὺς ὡς ἐπίχριστος ἡ εὐμορφία ἐστίν, ἔνδοθεν τὰ πάντα ὁρῶντας.
因为他们即使在那个时候,既然能从内部看到一切,也不可能不知道那美貌只是粉饰出来的。
Πλοῦτος
οὐκ ὀλίγα, ὦ Ἑρμῆ, καὶ πρὸς τοῦτό μοι συναγωνίζεται.
普路托斯:赫尔墨斯,在这件事上,也有不少东西在协助我。
Ἑρμῆς
τὰ ποῖα;
赫尔墨斯:都是些什么东西?
Πλοῦτος
ἐπειδάν τις ἐντυχὼν τὸ πρῶτον ἀναπετάσας τὴν θύραν εἰσδέχηταί με, συμπαρεισέρχεται μετʼ ἐμοῦ λαθὼν ὁ τῦφος καὶ ἡ ἄνοια καὶ ἡ μεγαλαυχία καὶ μαλακία καὶ ὕβρις καὶ ἀπάτη καὶ ἄλλʼ ἄττα μυρία·
普路托斯:每当有人初次遇到我,大开大门迎接我时,虚荣、愚蠢、狂妄、软弱、傲慢、欺骗以及其他无数邪恶,就会在神不知鬼不觉中随我一同进入。
ὑπὸ δὴ τούτων ἁπάντων καταληφθεὶς τὴν ψυχὴν θαυμάζει τε τὰ οὐ θαυμαστὰ καὶ ὀρέγεται τῶν φευκτῶν κἀμὲ τὸν πάντων ἐκείνων πατέρα τῶν εἰσεληλυθότων κακῶν τέθηπε δορυφορούμενον ὑπʼ αὐτῶν, καὶ πάντα πρότερον πάθοι ἂν ἢ ἐμὲ προέσθαι ὑπομείνειεν ἄν.
那个人的灵魂被这一切所占据,便开始崇拜不值得崇拜的东西,追求应当避开的东西,并且惊异地注视着我——这所有进入的邪恶的父亲,而我则在这些邪恶的护卫下。 他宁愿先遭受任何痛苦,也不愿忍受失去我。
§29Ἑρμῆς
ὡς δὲ λεῖος εἶ καὶ ὀλισθηρός, ὦ Πλοῦτε, καὶ δυσκάτοχος καὶ διαφευκτικός, οὐδεμίαν ἀντιλαβὴν παρεχόμενος βεβαίαν ἀλλʼ ὥσπερ αἱ ἐγχέλεις ἢ οἱ ὄφεις διὰ τῶν δακτύλων δραπετεύεις οὐκ οἶδα ὅπως·
赫尔墨斯:普路托斯,你是多么圆滑和溜手,难以抓住又易于逃脱,不提供任何稳固的抓手,而是像鳗鱼或蛇一样,不知怎的就从手指间溜走了。
ἡ Πενία δʼ ἔμπαλιν ἰξώδης τε καὶ εὐλαβὴς καὶ μυρία τὰ ἄγκιστρα ἐκπεφυκότα ἐξ ἅπαντος τοῦ σώματος ἔχουσα, ὡς πλησιάσαντας εὐθὺς ἔχεσθαι καὶ μὴ ἔχειν ῥᾳδίως ἀπολυθῆναι.
相反,贫困则是粘乎乎的、容易抓住的,她全身上下长着无数的钩子,一旦靠近就会立刻被粘住,无法轻易脱身。
ἀλλὰ μεταξὺ φλυαροῦντας ἡμᾶς πρᾶγμα ἤδη οὐ μικρὸν διέλαθε.
然而,在我们闲聊的时候,一件非常重要的事情已经避开了我们的注意。
Πλοῦτος
τὸ ποῖον;
普路托斯:什么事情?
Ἑρμῆς
ὅτι τὸν Θησαυρὸν οὐκ ἐπηγαγόμεθα, οὗπερ ἔδει μάλιστα.
赫尔墨斯:我们没有把最需要的“宝藏”带来。