§26Μένιππος
ἐπεὶ δὲ ἱκανῶς ἐχρημάτισε ταῖς εὐχαῖς, ἐπὶ τὸν ἑξῆς μεταβὰς θρόνον καὶ τὴν δευτέραν θυρίδα κατακύψας τοῖς ὅρκοις ἐσχόλαζε καὶ τοῖς ὀμνύουσι.
门尼普斯当他充分处理完这些祈祷后,便移步到相邻的宝座,俯身看下第二个小窗,专心关注起誓言和起誓的人。
χρηματίσας δὲ καὶ τούτοις καὶ τὸν Ἐπικούρειον Ἑρμόδωρον ἐπιτρίψας μετεκαθέζετο ἐπὶ τὸν ἑξῆς θρόνον κληδόσι καὶ φήμαις καὶ οἰωνοῖς προσέξων.
在处理完这些事情并严惩了伊壁鸠鲁派的赫尔莫多洛斯之后,他又挪到下一个宝座,准备关注预兆、传言和鸟占。
εἶτʼ ἐκεῖθεν ἐπὶ τὴν τῶν θυσιῶν θυρίδα μετῄει, διʼ ἧς ὁ καπνὸς ἀνιὼν ἀπήγγελλε τῷ Διὶ τοῦ θύοντος ἑκάστου τοὔνομα.
接着,他从那里前往祭品的小窗,上升的烟雾通过这个小窗向宙斯禀报每一位献祭者的名字。
ἀποστὰς δὲ τούτων προσέταττε τοῖς ἀνέμοις καὶ ταῖς ὥραις ἃ δεῖ ποιεῖν· τήμερον παρὰ Σκύθαις ὑέτω, παρὰ Λίβυσιν ἀστραπτέτω, παρʼ Ἕλλησι νιφέτω, σὺ δὲ ὁ Βορέας πνεῦσον ἐν Λυδίᾳ, σὺ δὲ ὁ Νότος ἡσυχίαν ἄγε, ὁ δὲ Ζέφυρος τὸν Ἀδρίαν διακυμαινέτω, καὶ τῆς χαλάζης ὅσον μέδιμνοι χίλιοι διασκεδασθήτωσαν ὑπὲρ Καππαδοκίας,
在离开这些地方后,他开始指示风神和时序女神们应当做些什么: “今天在斯基泰人那里下雨,在利比亚人那里打雷,在希腊人那里下雪。 你,北风,去吕底亚刮风;你,南风,保持安静;西风,去让亚得里亚海起波涛;至于冰雹,大约一千麦地姆诺的分量,撒在卡帕多西亚上空。
§27Μένιππος
ἁπάντων δὲ ἤδη σχεδὸν αὐτῷ διῳκημένων ἀπῄειμεν ἐς τὸ συμπόσιον· δείπνου γὰρ ἤδη καιρὸς ἦν·
” 门尼普斯由于几乎所有的事情此时都已被他打理完毕,我们便动身前往宴会,因为此时已是晚餐时间。
καί με ὁ Ἑρμῆς παραλαβὼν κατέκλινε παρὰ τὸν Πᾶνα καὶ τοὺς Κορύβαντας καὶ τὸν Ἄττιν καὶ τὸν Σαβάζιον, τοὺς μετοίκους τούτους καὶ ἀμφιβόλους θεούς.
赫尔莫墨斯接引我,让我躺在潘神、科里班特斯们、阿提斯和萨巴济奥斯身旁,这些都是外来的、身份可疑的神祇。
καὶ ἄρτον τε ἡ Δημήτηρ παρεῖχε καὶ ὁ Διόνυσος οἶνον καὶ ὁ Ἡρακλῆς κρέα καὶ μύρτα ἡ Ἀφροδίτη καὶ ὁ Ποσειδῶν μαινίδας.
德墨忒尔提供面包,狄奥尼索斯提供葡萄酒,赫拉克勒斯提供肉食,阿芙洛狄忒提供香桃木果,波塞冬提供小鱼。
ἅμα δὲ καὶ τῆς ἀμβροσίας ἠρέμα καὶ τοῦ νέκταρος παρεγευόμην· ὁ γὰρ βέλτιστος Γανυμήδης ὑπὸ φιλανθρωπίας εἰ θεάσαιτο ἀποβλέποντά που τὸν Δία, κοτύλην ἂν ἢ καὶ δύο τοῦ νέκταρος ἐνέχει μοι φέρων.
同时,我也悄悄尝了一点神粮和神酒;因为最善良的甘尼美德出于好心,一旦看到宙斯目光转向别处,就会端来神酒,给我倒上一两杯。
οἱ δὲ θεοί, ὡς Ὅμηρός που λέγει (καὶ αὐτός, οἶμαι, καθάπερ ἐγὼ τἀκεῖ τεθεαμένος), οὔτε σῖτον ἔδουσιν,
οὐ πίνους’ αἴθοπα οἶνον,
ἀλλὰ τὴν ἀμβροσίαν παρατίθενται καὶ τοῦ νέκταρος μεθύσκονται, μάλιστα δὲ ἥδονται σιτούμενοι τὸν ἐκ τῶν θυσιῶν καπνὸν αὐτῇ κνίσῃ ἀνενηνεγμένον καὶ τὸ αἷμα δὲ τῶν ἱερείων, ὃ τοῖς βωμοῖς οἱ θύοντες περιχέουσιν.
而神明们,正如荷马在某处所说(我想,他大概也像我一样亲眼见过那里的情景),他们不吃粮食, “也不饮闪光的葡萄酒,” 而是享用神粮,并用神酒将自己灌醉。 但他们最乐于食用的,是伴随着油脂香气从祭品中升腾起来的烟雾,以及献祭者泼洒在祭坛周围的牺牲兽血。
ἐν δὲ τῷ δείπνῳ ὅ τε Ἀπόλλων ἐκιθάρισε καὶ ὁ Σιληνὸς κόρδακα ὠρχήσατο καὶ αἱ Μοῦσαι ἀναστᾶσαι τῆς τε Ἡσιόδου Θεογονίας ᾖσαν ἡμῖν καὶ τὴν πρώτην ᾠδὴν τῶν ὕμνων τῶν Πινδάρου.
在宴席上,阿波罗弹奏起里拉琴,西勒诺斯跳起了科尔达克斯舞,缪斯们起立为我们歌唱赫西俄德的《神谱》以及品达颂歌的第一首。
κἀπειδὴ κόρος ἦν, ἀνεπαυόμεθα ὡς εἶχεν ἕκαστος ἱκανῶς ὑποβεβρεγμένοι.
等到酒足饭饱之后,我们便各自就寝,大家都已经喝得有些微醺了。
§28Μένιππος
"
ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
εὗδον παννύχιοι, ἐμὲ δʼ οὐκ ἔχε νήδυμος ὕπνος· "
ἀνελογιζόμην γὰρ πολλὰ μὲν καὶ ἄλλα, μάλιστα δὲ ἐκεῖνα, πῶς ἐν τοσούτῳ χρόνῳ ὁ Ἀπόλλων οὐ φύσειε πώγωνα ἢ πῶς γίνοιτο νὺξ ἐν οὐρανῷ τοῦ ἡλίου παρόντος ἀεὶ καὶ συνευωχουμένου.
门尼普斯 “其余的众神以及头戴马鬃盔的战士,整夜都在安睡,但甘甜的睡眠并未将我抓住;” 因为我一直在思索许多其他的事情,尤其是这些:在这漫长的岁月中,阿波罗怎么就没长出胡须呢? 或者,既然太阳一直都在,并且和大家一起宴饮,天庭里又是怎么变成黑夜的呢?
τότε μὲν οὖν μικρόν τι κατέδαρθον.
当时,我只是稍微合了合眼。
ἕωθεν δὲ διαναστὰς ὁ Ζεὺς προσέταττε κηρύττειν ἐκκλησίαν.
天亮时分,宙斯起身,命令宣告召开大会。
§29Μένιππος
κἀπειδὴ παρῆσαν ἅπαντες, ἄρχεται λέγειν· Τὴν μὲν αἰτίαν τοῦ συναγαγεῖν ὑμᾶς ὁ χθιζὸς οὗτος ξένος παρέσχηται·
门尼普斯当所有人到齐后,他开始说道: “召集你们的原因是由昨天来的这位异乡人提供的。
πάλαι δὲ βουλόμενος ὑμῖν κοινώσασθαι περὶ τῶν φιλοσόφων, μάλιστα ὑπὸ τῆς Σελήνης καὶ ὧν ἐκείνη μέμφεται προτραπεὶς ἔγνων μηκέτʼ ἐπὶ πλέον παρατεῖναι τὴν διάσκεψιν.
我早就想和你们商讨关于哲学家们的事情,尤其是在月亮女神以及她所抱怨的那些事情的推动下,我决定不再拖延这一讨论。
γένος γάρ τι ἀνθρώπων ἐστὶν οὐ πρὸ πολλοῦ τῷ βίῳ ἐπιπολάσαν ἀργὸν φιλόνεικον κενόδοξον ὀξύχολον ὑπόλιχνον ὑπόμωρον τετυφωμένον ὕβρεως ἀνάπλεων καὶ ἵνα καθʼ Ὅμηρον εἴπω
ἐτώσιον ἄχθος ἀρούρης.
因为有这样一类人,不久前才在世间泛滥开来,他们懒惰、好斗、虚荣、易怒、贪吃、有些愚蠢、自命不凡、充满傲慢,用荷马的话来说,就是: ‘大地的无用累赘’。
οὗτοι τοίνυν εἰς συστήματα διαιρεθέντες καὶ διαφόρους λόγων λαβυρίνθους ἐπινοήσαντες οἱ μὲν Στωϊκοὺς ὠνομάκασιν ἑαυτούς, οἱ δὲ Ἀκαδημαϊκούς, οἱ δὲ Ἐπικουρείους, οἱ δὲ Περιπατητικοὺς καὶ ἄλλα πολλῷ γελοιότερα τούτων·
这些人分成了不同的派别,编造出各种各样的论证迷宫,有的自称斯多葛派,有的自称学园派,有的自称伊壁鸠鲁派,有的自称逍遥学派,还有的自称其他比这滑稽得多的名称。
ἔπειτα δὲ ὄνομα σεμνὸν τὴν ἀρετὴν περιθέμενοι καὶ τὰς ὀφρῦς ἐπάραντες καὶ τὰ μέτωπα ῥυτιδώσαντες καὶ τοὺς πώγωνας ἐπισπασάμενοι περιέρχονται ἐπιπλάστῳ σχήματι κατάπτυστα ἤθη περιστέλλοντες, ἐμφερεῖς μάλιστα τοῖς τραγικοῖς ἐκείνοις ὑποκριταῖς, ὧν ἢν ἀφέλῃ τις τὰ προσωπεῖα καὶ τὴν χρυσόπαστον ἐκείνην στολήν, τὸ καταλειπόμενόν ἐστι γελοῖον ἀνθρώπιον ἑπτὰ δραχμῶν ἐς τὸν ἀγῶνα μεμισθωμένον.
接着,他们披上‘德性’这个庄严的名字,扬起眉毛,皱起眉头,理着胡须,以虚伪的外表四处走动,掩盖其令人唾弃的恶劣品行。 他们极像那些悲剧演员,如果有人剥去他们的面具和那件饰有金线装饰的戏服,剩下的只是一个为了比赛以七德拉克马雇来的滑稽小人。 ”