§26Μένιππος
ἐπεὶ δὲ ἱκανῶς ἐχρημάτισε ταῖς εὐχαῖς, ἐπὶ τὸν ἑξῆς μεταβὰς θρόνον καὶ τὴν δευτέραν θυρίδα κατακύψας τοῖς ὅρκοις ἐσχόλαζε καὶ τοῖς ὀμνύουσι.
Μένιππος 彼が祈りの用件を十分に処理すると、隣の王座に移り、第二の小窓を覗き込んで、誓いと誓う者たちに注意を向けた。
χρηματίσας δὲ καὶ τούτοις καὶ τὸν Ἐπικούρειον Ἑρμόδωρον ἐπιτρίψας μετεκαθέζετο ἐπὶ τὸν ἑξῆς θρόνον κληδόσι καὶ φήμαις καὶ οἰωνοῖς προσέξων.
これらについても用件を処理し、エピクロス派のヘルモドロスを懲らしめた後、さらに隣の王座へと席を移し、予兆や不吉な噂や鳥占いに注意を向けようとした。
εἶτʼ ἐκεῖθεν ἐπὶ τὴν τῶν θυσιῶν θυρίδα μετῄει, διʼ ἧς ὁ καπνὸς ἀνιὼν ἀπήγγελλε τῷ Διὶ τοῦ θύοντος ἑκάστου τοὔνομα.
それからそこを離れ、生け贄の小窓へと移動したが、そこを通って立ち上る煙が、誰が生け贄を捧げているのかその名前をゼウスに知らせるのだった。
ἀποστὰς δὲ τούτων προσέταττε τοῖς ἀνέμοις καὶ ταῖς ὥραις ἃ δεῖ ποιεῖν·
これらから身を引くと、彼は風たちや季節の女神たちに、すべきことを命令した。
τήμερον παρὰ Σκύθαις ὑέτω, παρὰ Λίβυσιν ἀστραπτέτω, παρʼ Ἕλλησι νιφέτω, σὺ δὲ ὁ Βορέας πνεῦσον ἐν Λυδίᾳ, σὺ δὲ ὁ Νότος ἡσυχίαν ἄγε, ὁ δὲ Ζέφυρος τὸν Ἀδρίαν διακυμαινέτω, καὶ τῆς χαλάζης ὅσον μέδιμνοι χίλιοι διασκεδασθήτωσαν ὑπὲρ Καππαδοκίας,
「今日はスキタイ人の土地に雨を降らせ、リビュア人の土地に雷を落とし、ギリシア人の土地に雪を降らせよ。 北風よ、お前はリュディアで吹け。 南風よ、お前は静かにしていよ。 西風よ、アドリア海を波立たせよ。 そして千メディムノス分の雹をカッパドキアの上空に散布せよ。
§27Μένιππος
ἁπάντων δὲ ἤδη σχεδὸν αὐτῷ διῳκημένων ἀπῄειμεν ἐς τὸ συμπόσιον·
」 Μένιππος 彼によってすでにほぼすべての事柄が処理されたので、私たちは宴会へと向かった。
δείπνου γὰρ ἤδη καιρὸς ἦν·
すでに夕食の時間だったからである。
καί με ὁ Ἑρμῆς παραλαβὼν κατέκλινε παρὰ τὸν Πᾶνα καὶ τοὺς Κορύβαντας καὶ τὸν Ἄττιν καὶ τὸν Σαβάζιον, τοὺς μετοίκους τούτους καὶ ἀμφιβόλους θεούς.
ヘルメスが私を連れて行って、パン、コリュバスたち、アッティス、そしてサバジオスという、これら在留外国人であり素性の怪しい神々の隣に横たわらせてくれた。
καὶ ἄρτον τε ἡ Δημήτηρ παρεῖχε καὶ ὁ Διόνυσος οἶνον καὶ ὁ Ἡρακλῆς κρέα καὶ μύρτα ἡ Ἀφροδίτη καὶ ὁ Ποσειδῶν μαινίδας.
デメテルはパンを、ディオニュソスはワインを、ヘラクレスは肉を、アプロディテはミルトスの実を、ポセイドンは小魚を提供してくれた。
ἅμα δὲ καὶ τῆς ἀμβροσίας ἠρέμα καὶ τοῦ νέκταρος παρεγευόμην·
同時に私はアンブロシアとネクタルも少しずつ味わった。
ὁ γὰρ βέλτιστος Γανυμήδης ὑπὸ φιλανθρωπίας εἰ θεάσαιτο ἀποβλέποντά που τὸν Δία, κοτύλην ἂν ἢ καὶ δύο τοῦ νέκταρος ἐνέχει μοι φέρων.
というのも、極めて親切なガニュメデスが、もしゼウスがどこか他所を向いているのを見かけると、ネクタルを一コテュレか二コテュレ、運んできて私に注いでくれたからである。
οἱ δὲ θεοί, ὡς Ὅμηρός που λέγει (καὶ αὐτός, οἶμαι, καθάπερ ἐγὼ τἀκεῖ τεθεαμένος), οὔτε σῖτον ἔδουσιν,
οὐ πίνους’ αἴθοπα οἶνον,
ἀλλὰ τὴν ἀμβροσίαν παρατίθενται καὶ τοῦ νέκταρος μεθύσκονται, μάλιστα δὲ ἥδονται σιτούμενοι τὸν ἐκ τῶν θυσιῶν καπνὸν αὐτῇ κνίσῃ ἀνενηνεγμένον καὶ τὸ αἷμα δὲ τῶν ἱερείων, ὃ τοῖς βωμοῖς οἱ θύοντες περιχέουσιν.
神々は、ホメロスがどこかで言っているように(彼自身も私のようにあそこの光景を見たのだろうが)、穀物を食べることはなく、「輝くワインを飲むこともない」代わりにアンブロシアを前に置き、ネクタルで酔いしれる。 しかし彼らが最も好んで食すのは、生け贄から立ち上る、脂身の匂いを伴って運ばれてくる煙であり、また、生け贄を捧げる者たちが祭壇の周りに注ぎかける犠牲獣の血なのである。
ἐν δὲ τῷ δείπνῳ ὅ τε Ἀπόλλων ἐκιθάρισε καὶ ὁ Σιληνὸς κόρδακα ὠρχήσατο καὶ αἱ Μοῦσαι ἀναστᾶσαι τῆς τε Ἡσιόδου Θεογονίας ᾖσαν ἡμῖν καὶ τὴν πρώτην ᾠδὴν τῶν ὕμνων τῶν Πινδάρου.
宴会の席では、アポロンがキタラを弾き、シレノスがコルダクスを踊り、ムーサたちが立ち上がって、ヘシオドスの『神統記』や、ピンダロスの讃歌の最初の歌を私たちのために歌ってくれた。
κἀπειδὴ κόρος ἦν, ἀνεπαυόμεθα ὡς εἶχεν ἕκαστος ἱκανῶς ὑποβεβρεγμένοι.
そして満腹になると、私たちはそれぞれ、十分にお酒が回った状態でそのまま眠りについた。
§28Μένιππος
"
ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
εὗδον παννύχιοι, ἐμὲ δʼ οὐκ ἔχε νήδυμος ὕπνος·
Μένιππος 「他の神々と、兜に馬毛を飾る戦士たる人間たちは、夜もすがら眠っていたが、私を甘い眠りは捉えなかった。
"
ἀνελογιζόμην γὰρ πολλὰ μὲν καὶ ἄλλα, μάλιστα δὲ ἐκεῖνα, πῶς ἐν τοσούτῳ χρόνῳ ὁ Ἀπόλλων οὐ φύσειε πώγωνα ἢ πῶς γίνοιτο νὺξ ἐν οὐρανῷ τοῦ ἡλίου παρόντος ἀεὶ καὶ συνευωχουμένου.
」というのも、私は他にも多くのことを、特に次のようなことをあれこれと考えていたからである。 すなわち、これほど長い時間の中で、どうしてアポロンには髭が生えないのか、あるいは、太陽が常に存在して一緒に宴会を楽しんでいるというのに、天においてどうして夜になるのか、ということである。
τότε μὲν οὖν μικρόν τι κατέδαρθον.
ともかく、その時は少しだけ微睡んだ。
ἕωθεν δὲ διαναστὰς ὁ Ζεὺς προσέταττε κηρύττειν ἐκκλησίαν.
しかし夜が明けると、ゼウスは起き上がって、民会を招集するよう布告することを命じた。
§29Μένιππος
κἀπειδὴ παρῆσαν ἅπαντες, ἄρχεται λέγειν·
Μένιππος そして全員が集まると、彼は語り始めた。
Τὴν μὲν αἰτίαν τοῦ συναγαγεῖν ὑμᾶς ὁ χθιζὸς οὗτος ξένος παρέσχηται·
「諸君を招集した原因は、昨日やって来たこの異邦人がもたらしたものである。
πάλαι δὲ βουλόμενος ὑμῖν κοινώσασθαι περὶ τῶν φιλοσόφων, μάλιστα ὑπὸ τῆς Σελήνης καὶ ὧν ἐκείνη μέμφεται προτραπεὶς ἔγνων μηκέτʼ ἐπὶ πλέον παρατεῖναι τὴν διάσκεψιν.
前々から諸君に哲学者たちについて相談したいと思っていたが、特に月と彼女の不満による促しを受けて、これ以上この検討を長引かせないことに決めた。
γένος γάρ τι ἀνθρώπων ἐστὶν οὐ πρὸ πολλοῦ τῷ βίῳ ἐπιπολάσαν ἀργὸν φιλόνεικον κενόδοξον ὀξύχολον ὑπόλιχνον ὑπόμωρον τετυφωμένον ὕβρεως ἀνάπλεων καὶ ἵνα καθʼ Ὅμηρον εἴπω
ἐτώσιον ἄχθος ἀρούρης.
というのも、しばらく前から世間に現れ始めた、怠惰で好戦的、虚栄心が強く、怒りっぽく、食い意地が張り、少々愚かで、思い上がっており、傲慢さに満ち、ホメロスの言葉を借りれば『大地の無駄な重荷』とも言うべき人種がいるからだ。
οὗτοι τοίνυν εἰς συστήματα διαιρεθέντες καὶ διαφόρους λόγων λαβυρίνθους ἐπινοήσαντες οἱ μὲν Στωϊκοὺς ὠνομάκασιν ἑαυτούς, οἱ δὲ Ἀκαδημαϊκούς, οἱ δὲ Ἐπικουρείους, οἱ δὲ Περιπατητικοὺς καὶ ἄλλα πολλῷ γελοιότερα τούτων·
彼らは一派に分かれ、様々な議論の迷宮を考案し、ある者は自らをストア派と呼び、別の者はアカデメイア派と、また別の者はエピクロス派と、さらに別の者はペリパトス派と呼び、その他これらよりもはるかに滑稽な名前を名乗っている。
ἔπειτα δὲ ὄνομα σεμνὸν τὴν ἀρετὴν περιθέμενοι καὶ τὰς ὀφρῦς ἐπάραντες καὶ τὰ μέτωπα ῥυτιδώσαντες καὶ τοὺς πώγωνας ἐπισπασάμενοι περιέρχονται ἐπιπλάστῳ σχήματι κατάπτυστα ἤθη περιστέλλοντες, ἐμφερεῖς μάλιστα τοῖς τραγικοῖς ἐκείνοις ὑποκριταῖς, ὧν ἢν ἀφέλῃ τις τὰ προσωπεῖα καὶ τὴν χρυσόπαστον ἐκείνην στολήν, τὸ καταλειπόμενόν ἐστι γελοῖον ἀνθρώπιον ἑπτὰ δραχμῶν ἐς τὸν ἀγῶνα μεμισθωμένον.
そして彼らは、徳という厳かな名前を身にまとい、眉をつり上げ、額にしわを寄せ、髭をなでながら、偽りの姿で歩き回り、忌まわしい不道徳な本性を隠している。 彼らはまさにあの悲劇の俳優たちに酷似している。 彼らから仮面やあの金糸を散りばめた衣装を剥ぎ取ってしまえば、後に残るのは、わずか七ドラクメで競技会のために雇われた、滑稽でちっぽけな人間にすぎないのだ。 」