Humanitext Reader

琉善 · 伊卡洛美尼普斯或飞天人 §24-25

宙斯垂询人间近况与倾听凡人的祈祷

第 9 段,共 11 段 · 希腊语

内容简介

宙斯向门尼普斯询问了人间的近况,并抱怨人类对他的崇敬已不如往昔。随后,他们前往宙斯倾听凡人各种自私且矛盾的祈祷之所。您想了解下一章节的概要吗?

§24Μένιππος μεταξύ τε προϊὼν ἀνέκρινέ με περὶ τῶν ἐν τῇ γῇ πραγμάτων, τὰ πρῶτα μὲν ἐκεῖνα, πόσου νῦν ὁ πυρός ἐστιν ὤνιος ἐπὶ τῆς Ἑλλάδος, καὶ εἰ σφόδρα ὑμῶν ὁ πέρυσι χειμὼν καθίκετο, καὶ εἰ τὰ λάχανα δεῖται πλείονος ἐπομβρίας.
门尼普斯一路上走着,他向我询问地上的事情,首先是这些:如今在希腊小麦卖多少钱,去年的冬天在你们那里是否非常严寒,以及蔬菜是否需要更多的降雨。
μετὰ δὲ ἠρώτα εἴ τις ἔτι λείπεται τῶν ἀπὸ Φειδίου καὶ διʼ ἣν αἰτίαν ἐλλείποιεν Ἀθηναῖοι τὰ Διάσια τοσούτων ἐτῶν, καὶ εἰ τὸ Ὀλυμπίειον αὐτῷ ἐπιτελέσαι διανοοῦνται, καὶ εἰ συνελήφθησαν οἱ τὸν ἐν Δωδώνῃ νεὼν σεσυληκότες.
随后,他问起菲迪亚斯的后代是否还有人健在,雅典人因为什么原因中断了这么多年的迪亚西亚节,他们是否打算为他完工奥林匹亚宙斯神庙,以及那些在多多纳神庙进行劫掠的人是否已被捕获。
ἐπεὶ δὲ περὶ τούτων ἀπεκρινάμην, εἰπέ μοι, Μένιππε, ἔφη, περὶ δὲ ἐμοῦ οἱ ἄνθρωποι τίνα γνώμην ἔχουσι;
当我回答完这些问题后, “告诉我,门尼普斯,” 他说, “人们对我有什么看法?
τίνα, ἔφην, δέσποτα, ἢ τὴν εὐσεβεστάτην, βασιλέα σε πάντων εἶναι θεῶν;
” “主人啊,” 我说, “除了最虔敬的看法,即您是众神之王,还能有什么呢?
παίζεις ἔχων, ἔφη·
” “你又在开玩笑了,” 他说。
τὸ δὲ φιλόκαινον αὐτῶν ἀκριβῶς οἶδα, κἂν μὴ λέγῃς.
“即使你不说,我也非常清楚他们喜新厌旧的本性。
ἦν γάρ ποτε χρόνος, ὅτε καὶ μάντις ἐδόκουν αὐτοῖς καὶ ἰατρὸς καὶ πάντα ὅλως ἦν ἐγώ, " μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δ' ἀνθρώπων ἀγοραί·
因为曾经有段时间,在他们看来,我既是预言家又是医生,我简直就是一切: ‘所有的街道都充满了宙斯,所有人间的广场亦然。
" καὶ ἡ Δωδώνη τότε καὶ ἡ Πῖσα λαμπραὶ καὶ περίβλεπτοι πᾶσιν ἦσαν, ὑπὸ δὲ τοῦ καπνοῦ τῶν θυσιῶν οὐδὲ ἀναβλέπειν μοι δυνατόν·
’ 那时,多多纳和皮萨都光辉夺目,举世瞩目,以至于因祭祀的烟雾,我连抬起眼睛都不可能。
ἐξ οὗ δὲ ἐν Δελφοῖς μὲν Ἀπόλλων τὸ μαντεῖον κατεστήσατο, ἐν Περγάμῳ δὲ τὸ ἰατρεῖον ὁ Ἀσκληπιὸς καὶ τὸ Βενδίδειον ἐγένετο ἐν Θρᾴκῃ καὶ τὸ Ἀνουβίδειον ἐν Αἰγύπτῳ καὶ τὸ Ἀρτεμίσιον ἐν Ἐφέσῳ, ἐπὶ ταῦτα μὲν ἅπαντες θέουσι καὶ πανηγύρεις ἀνάγουσι καὶ ἑκατόμβας παριστᾶσι καὶ χρυσᾶς πλίνθους ἀνατιθέασιν ἐμὲ δὲ παρηβηκότα ἱκανῶς τετιμηκέναι νομίζουσιν, ἂν διὰ πέντε ὅλων ἐτῶν θύσωσιν ἐν Ὀλυμπίᾳ.
然而,自从阿波罗在德尔斐设立了神谕所,阿斯克勒庇俄斯在佩加蒙设立了医治所,色雷斯有了本迪斯神庙,埃及有了阿努比斯神庙,以弗所也有了阿耳忒弥斯神庙之后,所有人便都奔向那些地方,举办节日集会,献上百牛大祭,奉纳金砖。 而对于我已经衰老退位的我,他们认为只要在整整五年里在奥林匹亚祭祀一次,就已经足够尊敬了。
τοιγαροῦν ψυχροτέρους ἄν μου τοὺς βωμοὺς ἴδοις τῶν Πλάτωνος νόμων ἢ τῶν Χρυσίππου συλλογισμῶν.
因此,你会发现我的祭坛比柏拉图的《法律篇》或克律西波斯的推论还要冷清。
§25Μένιππος τοιαῦθʼ ἅμα διεξιόντες ἀφικνούμεθα ἐς τὸ χωρίον ἔνθα ἔδει αὐτὸν καθεζόμενον διακοῦσαι τῶν εὐχῶν.
” 门尼普斯我们一边谈论着这些,一边到达了他必须坐下来倾听祈祷的地方。
θυρίδες δὲ ἦσαν ἑξῆς τοῖς στομίοις τῶν φρεάτων ἐοικυῖαι πώματα ἔχουσαι, καὶ παρʼ ἑκάστῃ θρόνος ἔκειτο χρυσοῦς.
那是一排像井口一样并列着的、带有盖子的小窗,每个旁边都放着一个黄金宝座。
καθίσας οὖν ἑαυτόν· ἑαυτόν· ἐπὶ τῆς πρώτης ὁ Ζεὺς καὶ ἀφελὼν τὸ πῶμα παρεῖχε τοῖς εὐχομένοις ἑαυτόν· ἑαυτόν·
于是宙斯在第一个宝座上坐下,取下盖子,向祈祷者们侧耳倾听。
εὔχοντο δὲ πανταχόθεν τῆς γῆς διάφορα καὶ ποικίλα.
人们从大地的四面八方祈求着各种各样不同的事情。
συμπαρακύψας γὰρ καὶ αὐτὸς ἐπήκουον ἅμα τῶν εὐχῶν.
因为我也跟着凑过去,在一旁听着那些祈祷。
ἦσαν δὲ τοιαίδε, ὦ Ζεῦ, βασιλεῦσαί μοι γένοιτο·
它们大致如下: “哦,宙斯,愿我能成为国王!
ὦ Ζεῦ, τὰ κρόμμυά μοι φῦναι καὶ τὰ σκόροδα·
” “哦,宙斯,愿我的洋葱和大蒜能长出来!
Ὦ θεοί, τὸν πατέρα μοι ταχέως ἀποθανεῖν ὁ δέ τις ἂν ἔφη, εἴθε κληρονομήσαιμι τῆς γυναικός, εἴθε λάθοιμι ἐπιβουλεύσας τῷ ἀδελφῷ, γένοιτό μοι νικῆσαι τὴν δίκην, δὸς στεφθῆναι τὰ Ὀλύμπια.
” “哦,众神啊,愿我的父亲快点死掉! ” 还有人会说: “但愿我能继承妻子的遗产! ” “但愿我暗算兄弟的阴谋不会败露! ” “愿我能赢得这场官司! ” “请赐予我奥林匹亚运动会的桂冠!
τῶν πλεόντων δὲ ὁ μὲν βορέαν εὔχετο ἐπιπνεῦσαι, ὁ δὲ νότον, ὁ δὲ γεωργὸς ᾔτει ὑετόν, ὁ δὲ γναφεὺς ἥλιον.
” 而在航海的人中,有人祈求北风吹拂,有人祈求南风;农夫请求降雨,漂洗工请求阳光。
ἐπακούων δὲ ὁ Ζεὺς καὶ τὴν εὐχὴν ἑκάστην ἀκριβῶς ἐξετάζων οὐ πάντα ὑπισχνεῖτο, "ἀλλʼ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δʼ ἀνένευσε·
宙斯倾听着,并仔细审查每一个祈祷,但并不答应所有的请求: “然而,父神允诺了其中之一,却拒绝了另一个。
" τὰς μὲν γὰρ δικαίας τῶν εὐχῶν προσίετο ἄνω διὰ τοῦ στομίου καὶ ἐπὶ τὰ δεξιὰ κατετίθει φέρων, τὰς δὲ ἀνοσίους ἀπράκτους αὖθις ἀπέπεμπεν ἀποφυσῶν κάτω, ἵνα μηδὲ πλησίον γένοιντο τοῦ οὐρανοῦ.
” 因为他将那些正义的祈祷通过井口接纳上来,并放在右边妥善保管,而那些不敬的祈祷,他则不予成全,向下吹走,送了回去,免得它们接近天庭。
ἐπὶ μιᾶς δέ τινος εὐχῆς καὶ ἀποροῦντα αὐτὸν ἐθεασάμην·
但在某一个祈祷上,我看到他陷入了困境:两个男人祈求相反的事情,并承诺等同的牺牲祭品,他不知道该对他们中的哪一个给予首肯。
δύο γὰρ ἀνδρῶν τἀναντία εὐχομένων καὶ τὰς ἴσας θυσίας ὑπισχνουμένων οὐκ εἶχεν ὁποτέρῳ μᾶλλον ἐπινεύσειεν αὐτῶν, ὥστε δὴ τὸ Ἀκαδημαϊκὸν ἐκεῖνο ἐπεπόνθει καὶ οὐδέν τι ἀποφήνασθαι δυνατὸς ἦν, ἀλλʼ ὥσπερ ὁ Πύρρων ἐπεῖχεν ἔτι καὶ διεσκέπτετο.
结果,他便陷入了那个‘学园派’的状态,无法发表任何决定,而是像庇罗一样继续保留意见,反复思量。

词汇与语法注释

  1. 24παίζεις ἔχων — 意为“你开玩笑”或“你一直胡闹”的习惯用法。现在分词 ἔχων 与主动词 παίζεις 结合,表示一种持续的状态或强调。
  2. 24ἂν ... ἴδοις — 伴随助词 ἄν 的希求法(optative),表示潜在可能性(potential optative),意为“你将会看到”,表达一种委婉的预测或可能性。
  3. 25τὸν πατέρα μοι ταχέως ἀποθανεῖν — 独立使用的不定式,表示愿望(愿望不定式,infinitive of wish)。或者也可以理解为表达命令或愿望的主句动词(如“请允许/赐予” δός)被省略了。
  4. 25τὸ Ἀκαδημαϊκὸν ἐκεῖνο ἐπεπόνθει — 动词 ἐπεπόνθει(πάσχω“遭受、处于……状态”的过去完成时)与中性名词化形容词的结合。幽默地描绘了宙斯本人陷入了古代“学园派”所主张的“怀疑主义(保留判断)”状态。

引用这一段

琉善, 伊卡洛美尼普斯或飞天人 §24-25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg021.humanitext-grc2:24-25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。