Humanitext Reader

琉善 · 伊卡洛美尼普斯或飞天人 §30-34

宙斯对哲学家的宣判与门尼普斯重返人间

第 11 段,共 11 段 · 希腊语

内容简介

宙斯在众神大会上强烈谴责虚伪的哲学家和不敬神的伊壁鸠鲁派,并发誓在明年春天消灭他们。同时,他下令剥夺门尼普斯的双翼并将他遣送回地面,门尼普斯平安返回后向朋友讲述完了这段天界经历。

§30Μένιππος τοιοῦτοι δὲ ὄντες ἀνθρώπων μὲν ἁπάντων καταφρονοῦσι, περὶ θεῶν δὲ ἀλλόκοτα διεξέρχονται·
门尼普斯他们正是这样的人,却瞧不起所有的人,对神明高谈阔论着各种荒诞不经的学说。
καὶ συνάγοντες εὐεξαπάτητα μειράκια τήν τε πολυθρύλητον ἀρετὴν τραγῳδοῦσι καὶ τὰς τῶν λόγων ἀπορίας ἐκδιδάσκουσι, καὶ πρὸς μὲν τοὺς μαθητὰς καρτερίαν ἀεὶ καὶ σωφροσύνην καὶ τὸ αὐταρκὲς ἐπαινοῦσι καὶ πλούτου καὶ ἡδονῆς καταπτύουσι, μόνοι δὲ καὶ καθʼ ἑαυτοὺς γενόμενοι τί ἂν λέγοι τις ὅσα μὲν ἐσθίουσιν, ὅσα δὲ ἀφροδισιάζουσιν, ὅπως δὲ περιλείχουσι τῶν ὀβολῶν τὸν ῥύπον;
他们聚集起那些容易上当受骗的年轻人,把那名声在外的“美德”大肆吹嘘,传授那些逻辑上的难题;他们虽然在弟子面前总是赞美坚忍、节制和自给自足,对财富和享乐唾弃不已,但当他们独处时,谁能说得清他们吃得有多么多,纵欲有多么深,又是如何舐食着微薄钱财上的污垢呢?
τὸ δὲ πάντων δεινότατον, ὅτι μηδὲν αὐτοὶ μήτε κοινὸν μήτε ἴδιον ἐπιτελοῦντες, ἀλλʼ ἀχρεῖοι καὶ περιττοὶ καθεστῶτες "οὔτε ποτʼ ἐν πολέμῳ ἐναρίθμιοι οὔτʼ ἐνὶ βουλῇ," ὅμως τῶν ἄλλων κατηγοροῦσι καὶ λόγους τινὰς πικροὺς συμφορήσαντες καὶ λοιδορίας καινὰς ἐκμεμελετηκότες ἐπιτιμῶσι καὶ ὀνειδίζουσι τοῖς πλησίον, καὶ οὗτος αὐτῶν τὰ πρῶτα φέρεσθαι δοκεῖ ὃς ἂν μεγαλοφωνότατός τε ᾖ καὶ ἰταμώτατος καὶ πρὸς τὰς βλασφημίας θρασύτατος.
而最可怕的是,他们自己无论在公事还是私事上都毫无建树,成了无用且多余的累赘, “无论在战场上,还是在议事会中,都未曾算作一员,” 却依然指责他人,拼凑一些刻薄的话语,精心演练新奇的谩骂,去责备和羞辱邻人。 在他们之中,似乎谁的声音最大、最不要脸、诽谤起来最胆大妄为,谁就被认为是最优秀的。
§31Μένιππος καίτοι τὸν διατεινόμενον αὐτὸν καὶ βοῶντα καὶ κατηγοροῦντα τῶν ἄλλων ἢν ἔρῃ, σὺ δὲ δὴ τί πράττων τυγχάνεις ἢ τί φῶμεν πρὸς θεῶν σε πρὸς τὸν βίον συντελεῖν;
门尼普斯然而,如果有人去问那极力争辩、大喊大叫并指责他人的人: “那么,你到底在做些什么? 或者,看在神明的份上,我们该说你为生活贡献了什么?
φαίη ἄν, εἰ τὰ δίκαια καὶ ἀληθῆ θέλοι λέγειν, ὅτι πλεῖν μὲν ἢ γεωργεῖν ἢ στρατεύεσθαι ἤ τινα τέχνην μετιέναι περιττὸν εἶναί μοι δοκεῖ, κέκραγα δὲ καὶ αὐχμῶ καὶ ψυχρολουτῶ καὶ ἀνυπόδητος τοῦ χειμῶνος περιέρχομαι καὶ τρίβωνα ῥυπαρὸν περιβέβλημαι καὶ ὥσπερ ὁ Μῶμος τὰ ὑπὸ τῶν ἄλλων γιγνόμενα συκοφαντῶ, καὶ εἰ μέν τις ὠψώνηκε τῶν πλουσίων πολυτελῶς ἢ ἑταίραν ἔχει, τοῦτο πολυπραγμονῶ καὶ ἀγανακτῶ, εἰ δὲ τῶν φίλων τις ἢ ἑταίρων κατάκειται νοσῶν ἐπικουρίας τε καὶ θεραπείας δεόμενος, ἀγνοῶ.
” 如果他愿意说出公正和真实的话,他会回答说: “航海、耕作、服兵役或从事某种手艺,在我看来都是多余的;而我只是大喊大叫、不修边幅、洗冷水澡、冬天赤脚走动、披着一件肮脏的粗斗篷,并且像莫摩斯一样,对他人所做的事百般挑剔。 如果哪个富人买办了昂贵的食品或者养了情妇,我就管起闲事并愤愤不平;但如果我的朋友或同伴中有人卧病在床,需要帮助和照料,我却不闻不问。
Τοιαῦτα μέν ἐστιν ὑμῖν, ὦ θεοί, ταῦτα τὰ θρέμματα.
” 众神啊,你们豢养的这些畜生就是这副德行。
§32Μένιππος οἱ δὲ δὴ Ἐπικούρειοι αὐτῶν λεγόμενοι μάλα δὴ καὶ ὑβρισταί εἰσι καὶ οὐ μετρίως ἡμῶν καθάπτονται μήτε ἐπιμελεῖσθαι τῶν ἀνθρωπίνων λέγοντες τοὺς θεοὺς μήτε ὅλως τὰ γιγνόμενα ἐπισκοπεῖν·
门尼普斯而他们之中所谓的伊壁鸠鲁派,更是极其傲慢,对我们的攻击毫不留情,声称神明既不关心人类的事务,也根本不监督世间发生的事。
ὥστε ὥρα ὑμῖν λογίζεσθαι διότι ἢν ἅπαξ οὗτοι πεῖσαι τὸν βίον δυνηθῶσιν, οὐ μετρίως πεινήσετε.
因此,你们现在该盘算盘算了:一旦他们说服了世人,你们就会挨大饿。
τίς γὰρ ἂν ἔτι θύσειεν ὑμῖν πλέον οὐδὲν ἕξειν προσδοκῶν;
因为如果人们指望得不到任何好处,谁还会再向你们献祭呢?
ἃ μὲν γὰρ ἡ Σελήνη αἰτιᾶται, πάντες ἠκούσατε τοῦ ξένου χθὲς διηγουμένου.
至于月亮女神所指责的事情,你们昨天都听到了这位异乡人的陈述。
πρὸς ταῦτα βουλεύεσθε ἃ καὶ τοῖς ἀνθρώποις γένοιτʼ ἂν ὠφελιμώτατα καὶ ἡμῖν ἀσφαλέστατα.
对此,请商量出既对人类最为有益、又对我们最为安全的对策吧。
§33Μένιππος εἰπόντος ταῦτα τοῦ Διὸς ἡ ἐκκλησία διετεθορύβητο, καὶ εὐθὺς ἐβόων ἅπαντες, κεραύνωσον, κατάφλεξον ἐπίτριψον, ἐς τὸ βάραθρον, ἐς τὸν Τάρταρον, ὡς τοὺς Γίγαντας.
门尼普斯宙斯话音刚落,大会便一片喧哗,大家随即一齐喊道: “用雷劈他们! ” “烧死他们! ” “消灭他们! ” “打入深渊! ” “打入塔尔塔罗斯! ” “像对待巨人族那样!
ἡσυχίαν δὲ ὁ Ζεὺς αὖθις παραγγείλας, ἔσται ταῦτα ὡς βούλεσθε, ἔφη, καὶ πάντες ἐπιτρίψονται αὐτῇ διαλεκτικῇ, πλὴν τό γε νῦν εἶναι οὐ θέμις κολασθῆναί τινα·
” 宙斯再次示意安静,说道: “这一切将如你们所愿,他们和他们的辩证法将被一并消灭。
ἱερομηνία γάρ ἐστιν, ὡς ἴστε, μηνῶν τούτων τεττάρων, καὶ ἤδη τὴν ἐκεχειρίαν περιηγγειλάμην.
然而,目前还不允许惩罚任何人,因为你们知道,这四个月是神圣之月,我已经宣告了休战。
ἐς νέωτα οὖν ἀρχομένου ἦρος κακοὶ κακῶς ἀπολοῦνται τῷ σμερδαλέῳ κεραυνῷ.
因此,到了明年开春,这些恶徒必将在可怕的雷霆下悲惨地覆灭。
"ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων. "
” “克洛诺斯之子说着,低垂下深青色的双眉,点头示意。
§34Μένιππος περὶ δὲ τουτουὶ Μενίππου ταῦτα, ἔφη, μοι δοκεῖ·
” 门尼普斯 “至于眼前的这个门尼普斯,” 他说道: “在我看来应该这样:剥夺他的双翼,免得他日后再次前来,今天就由赫尔墨斯将他送回大地。
περιαιρεθέντα αὐτὸν τὰ πτερά, ἵνα μὴ καὶ αὖθις ἔλθῃ ποτέ, ὑπὸ τοῦ Ἑρμοῦ ἐς τὴν γῆν κατενεχθῆναι τήμερον καὶ ὁ μὲν ταῦτα εἰπὼν διέλυσε τὸν σύλλογον, ἐμὲ δὲ ὁ Κυλλήνιος τοῦ δεξιοῦ ὠτὸς ἀποκρεμάσας περὶ ἑσπέραν χθὲς κατέθηκε φέρων ἐς τὸν Κεραμεικόν.
” 他一说完这些话,便宣布解散会议。 而库勒涅之神揪住我的右耳,提着我,在昨天傍晚时分把我放在了凯拉米科斯。
Ἅπαντα ἀκήκοας, ἅπαντα, ὦ ἑταῖρε, τἀξ οὐρανοῦ·
我的朋友,关于天上的事情,你已经听到了全部,全部。
ἄπειμι τοίνυν καὶ τοῖς ἐν τῇ Ποικίλῃ περιπατοῦσι τῶν φιλοσόφων αὐτὰ ταῦτα εὐαγγελιούμενος.
那么,我现在要去向那些在画廊里散步的哲学家们,把这同一条消息作为好消息宣告给他们。

词汇与语法注释

  1. §30τί ἂν λέγοι τις — 使用潜在祈愿语气(ἄν + 祈愿式)的修辞疑问句。用于表达强烈的否定或不可能:“谁能说得尽呢?(即没人能说得尽)”。
  2. §31τί πράττων τυγχάνεις — 动词 τυγχάνω 伴随补充性分词 πράττων,用以强调主体的实际当前状态。与疑问代词 τί 结合,意为“你实际上正在做什么”。
  3. §33τό γε νῦν εἶναι — 由限制性不定式 εἶναι 结合语气词 γε 构成的绝对不定式习惯用语,表示限制范围,意为“目前”、“暂时”。
  4. §34περιαιρεθέντα αὐτὸν — 宾格分词 περιαιρεθέντα(περιαιρέω 的无定过去被动分词)与宾格的 αὐτόν 一致,后者是不定式 block(κατενεχθῆναι)的逻辑主语,意为“(他自己)在被剥夺双翼之后”。

引用这一段

琉善, 伊卡洛美尼普斯或飞天人 §30-34. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg021.humanitext-grc2:30-34

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。