Humanitext Reader

琉善 · 伊卡洛美尼普斯或飞天人 §21-23

门尼普斯抵达天界并向宙斯转达月亮的陈情

第 8 段,共 11 段 · 希腊语

内容简介

月亮揭露了哲学家们夜间的虚伪行径,并恳求宙斯惩罚他们。门尼普斯抵达天界,巧妙地避开神明的初步怀疑,向宙斯陈述了自己的旅程以及月亮的请求。

§21Μένιππος καίτοι πόσα ἐγὼ συνεπίσταμαι αὐτοῖς ἃ πράττουσι τῶν νυκτῶν αἰσχρὰ καὶ κατάπτυστα οἱ μεθʼ ἡμέραν σκυθρωποὶ καὶ ἀνδρώδεις τὸ βλέμμα καὶ τὸ σχῆμα σεμνοὶ καὶ ὑπὸ τῶν ἰδιωτῶν ἀποβλεπόμενοι;
门尼普斯 “然而,那些在白天面容阴沉、神态庄重、举止威严、备受凡夫俗子景仰的人,在夜里干出多少可耻而又令人唾弃的勾当,难道我没有和他们共同见证吗?
κἀγὼ μὲν ταῦτα ὁρῶσα ὅμως σιωπῶ· οὐ γὰρ ἡγοῦμαι πρέπειν ἀποκαλύψαι καὶ διαφωτίσαι τὰς νυκτερινὰς ἐκείνας διατριβὰς καὶ τὸν ὑπὸ σκηνῆς ἑκάστου βίον, ἀλλὰ κἄν τινα ἴδω αὐτῶν μοιχεύοντα ἢ κλέπτοντα ἢ ἄλλο τι τολμῶντα νυκτερινώτατον, εὐθὺς ἐπισπασαμένη τὸ νέφος ἐνεκαλυψάμην, ἵνα μὴ δείξω τοῖς πολλοῖς γέροντας ἄνδρας βαθεῖ πώγωνι καὶ ἀρετῇ ἐνασχημονοῦντας.
我虽然看着这些,却依然保持沉默;因为我认为揭露和曝光他们那些夜间的消遣以及每个人在幕后的生活是不妥当的。 相反,即使我看见他们中有人通奸、偷窃,或者胆敢做出其他极其见不得光的勾当,我也会立刻拉过乌云把自己遮盖起来,免得向大众展示那些蓄着浓密胡须的老人在美德上表现得如此丑态百出。
οἱ δὲ οὐδὲν ἀνιᾶσι διασπαράττοντές με τῷ λόγῳ καὶ πάντα τρόπον ὑβρίζοντες, ὥστε νὴ τὴν Νύκτα πολλάκις ἐβουλευσάμην μετοικῆσαι ὅτι πορρωτάτω, ἵνʼ αὐτῶν τὴν περίεργον ἂν γλῶτταν διέφυγον.
然而,他们却毫不收敛地用言语诋毁我,千方百计地侮辱我,以至于,凭黑夜女神起誓,我曾多次打算搬迁到尽可能远的地方,以便能躲过他们那爱管闲事的舌头。
μέμνησο οὖν ταῦτά τε ἀπαγγεῖλαι τῷ Διὶ καὶ προσθεῖναι δʼ ὅτι μὴ δυνατόν ἐστί μοι κατὰ χώραν μένειν, ἢν μὴ τοὺς φυσικοὺς ἐκεῖνος ἐπιτρίψῃ καὶ τοὺς διαλεκτικοὺς ἐπιστομίσῃ καὶ τὴν Στοὰν κατασκάψῃ καὶ τὴν Ἀκαδημίαν καταφλέξῃ καὶ παύσῃ τὰς ἐν τοῖς περιπάτοις διατριβάς· οὕτω γὰρ ἂν εἰρήνην ἀγάγοιμι καὶ παυσαίμην ὁσημέραι παρʼ αὐτῶν γεωμετρουμένη.
因此,请记住把这些话报告给宙斯,并补充说,除非他除掉那些自然哲学家、让逻辑学家闭嘴、铲平画廊、烧毁学园、并终止在逍遥学校里的闲谈,否则我不可能留在原地;因为只有这样我才能过上和平的生活,不再每天被他们用几何方法来测量。
§22Μένιππος ἔσται ταῦτα, ἦν δʼ ἐγώ, καὶ ἅμα πρὸς τὸ ἄναντες ἔτεινον τὴν ἐπὶ τοῦ οὐρανοῦ, ἔνθα μὲν οὔτε βοῶν οὔτ’ ἀνδρῶν φαίνετο ἔργα· μετʼ ὀλίγον γὰρ καὶ ἡ σελήνη βραχεῖά μοι καθεωρᾶτο καὶ τὴν γῆν ἤδη ἀπέκρυπτον.
” 门尼普斯 “我会办妥这些事的,”我说。 同时,我朝着通往天空的陡峭高处飞去,在那里既看不到牛的耕作,也看不到人类的劳作;因为过了一会儿,连月亮在我眼里也变得很小了,我已经把地球遮蔽在视野之外。
λαβὼν δὲ τὸν ἥλιον ἐν δεξιᾷ διὰ τῶν ἀστέρων πετόμενος τριταῖος ἐπλησίασα τῷ οὐρανῷ, καὶ τὸ μὲν πρῶτον ἐδόκει μοι ὡς εἶχον εὐθὺς εἴσω παριέναι·
我把太阳留在右边,在群星中穿行,在第三天接近了天界。
ῥᾳδίως γὰρ ᾤμην διαλαθεῖν ἅτε ἐξ ἡμισείας ὢν ἀετός, τὸν δὲ ἀετὸν ἠπιστάμην ἐκ παλαιοῦ συνήθη τῷ Διί·
起初,我想就这样直接走进去;因为我想,既然我有一半是鹰的化身,很容易就能蒙混过去,而且我深知自古以来鹰就是宙斯所熟悉的。
ὕστερον δὲ ἐλογισάμην ὡς τάχιστα καταφωράσουσί με γυπὸς τὴν ἑτέραν πτέρυγα περικείμενον.
但随后我想,他们很快就会发现我身上还披着秃鹰的另一只翅膀。
ἄριστον γοῦν κρίνας τὸ μὴ παρακινδυνεύειν ἔκοπτον προσελθὼν τὴν θύραν.
因此,我判定不冒这个险是最好的选择,于是走上前去敲门。
ὑπακούσας δὲ ὁ Ἑρμῆς καὶ τοὔνομα ἐκπυθόμενος ἀπῄει κατὰ σπουδὴν φράσων τῷ Διί, καὶ μετʼ ὀλίγον εἰσεκλήθην πάνυ δεδιὼς καὶ τρέμων, καταλαμβάνω τε πάντας ἅμα συγκαθημένους οὐδὲ αὐτοὺς ἀφρόντιδας·
赫耳墨斯应声开门,探明我的姓名后,便急忙跑去告诉宙斯。 不一会儿,我被召了进去,心里充满恐惧和战栗。
ὑπετάραττε γὰρ ἡσυχῇ τὸ παράδοξον μου τῆς ἐπιδημίας, καὶ ὅσον οὐδέπω πάντας ἀνθρώπους ἀφίξεσθαι προσεδόκων τὸν αὐτὸν τρόπον ἐπτερωμένους.
我发现所有神明都坐在一起,而他们自己也并非毫无忧虑;因为我这出人意料的到来让他们内心有些局促不安,他们预料任何时候所有人类都会以同样的方式插上翅膀飞来。
§23Μένιππος ὁ δὲ Ζεὺς μάλα φοβερῶς, δριμύ τε καὶ τιτανῶδες εἰς ἐμὲ ἀπιδών, φησί "Τίς πόθεν εἶς ἀνδρῶν, πόθι τοι πόλις ἠδὲ τοκῆες;
门尼普斯宙斯用极其恐怖的目光,既锐利又如泰坦般威严地盯着我,说道: “汝乃何人,源自何方? 汝之城邦与父母今在何处?
" Ἐγὼ δὲ ὡς τοῦτʼ ἤκουσα„ μικροῦ μὲν ἐξέθανον ὑπὸ τοῦ δέους, εἱστήκειν δὲ ὅμως ἀχανὴς καὶ ὑπὸ τῆς μεγαλοφωνίας ἐμβεβροντημένος.
” 我一听到这话,几近因恐惧而昏死过去,但仍然目瞪口呆地站在那里,被那雷鸣般的巨响震得魂飞魄散。
χρόνῳ δʼ ἐμαυτὸν ἀναλαβὼν ἅπαντα διηγούμην σαφῶς ἄνωθεν ἀρξάμενος, ὡς ἐπιθυμήσαιμι τὰ μετέωρα ἐκμαθεῖν, ὡς ἔλθοιμι παρὰ τοὺς φιλοσόφους, ὡς τἀναντία λεγόντων ἀκούσαιμι, ὡς ἀπαγορεύσαιμι διασπώμενος ὑπὸ τῶν λόγων, εἶτα ἑξῆς τὴν ἐπίνοιαν καὶ τὰ πτερὰ καὶ τὰ ἄλλα πάντα μέχρι πρὸς τὸν οὐρανόν· ἐπὶ πᾶσι δὲ προσέθηκα τὰ ὑπὸ τῆς Σελήνης ἐπεσταλμένα.
过了一会儿,我缓过神来,从头开始清晰地叙述了一切:我是如何渴望了解天体的奥秘,如何拜访哲学家们,如何听见他们发表相互矛盾的言论,如何因被他们的学说撕扯而精疲力竭,接着是我的计划、翅膀,以及直到天界的所有其他事情;最后,我附上了月亮托付的口信。
μειδιάσας δʼ οὖν ὁ Ζεὺς καὶ μικρὸν ἐπανεὶς τῶν ὀφρύων, τί ἂν λέγοις, φησίν, Ὤτου πέρι καὶ Ἐφιάλτου, ὅπου καὶ Μένιππος ἐτόλμησεν ἐς τὸν οὐρανὸν ἀνελθεῖν;
宙斯微微一笑,稍微舒展了一下眉头,说道: “对于奥图斯和埃菲阿尔特斯还能说什么呢,既然连门尼普斯都敢于登上天空?
ἀλλὰ νῦν μὲν ἐπὶ ξένια σε καλοῦμεν, αὔριον δέ, ἔφη, περὶ ὧν ἥκεις χρηματίσαντες ἀποπέμψομεν.
不过,现在我们邀请你参加款待之宴,明天,”他说,“等我们处理完你来的事情后,再送你回去。
καὶ ἅμα ἐξαναστὰς ἐβάδιζεν ἐς τὸ ἐπηκοώτατον τοῦ οὐρανοῦ· καιρὸς γὰρ ἦν ἐπὶ τῶν εὐχῶν καθέζεσθαι.
” 说着,他站起身来,向天界中最容易听清人间声音的地方走去;因为此时已是坐下来听取祈祷的时候了。

词汇与语法注释

  1. p.v.2.p.304ἵνʼ αὐτῶν τὴν περίεργον ἂν γλῶτταν διέφυγον — 连词 ἵνα 后接直说过去时(此处为 διέφυγον),表示过去未能实现的虚拟目的(“以便当时能够躲过”)。小词 ἄν 的加入增强了其条件式或与过去事实相反的语气。
  2. p.v.2.p.306μικροῦ μὲν ἐξέθανον — 属格形式 μικροῦ(μικροῦ δεῖν 的省略)作副词使用,意为“几乎”、“差一点就……”,表示某种紧迫且几近发生的状态。
  3. p.v.2.p.306τί ἂν λέγοις ... ὅπου ... — 潜在希求法 τί ἂν λέγοις(“还能说什么呢,即无需多言”)与表示原因或境况的连词 ὅπου(“既然、在……情况下”)相结合,构成反问与对比,意指即使是传说中奥图斯和埃菲阿尔特斯等巨人的反叛,在门尼普斯竟敢登天的荒诞壮举面前也相形见绌。

引用这一段

琉善, 伊卡洛美尼普斯或飞天人 §21-23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg021.humanitext-grc2:21-23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。