- 底本
- Lucian, Vol. 2. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1915.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg021.humanitext-grc2:24-25
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
ゼウスはメニッポスに地上の近況や、人間たちが神々を軽視しつつある現状について不満を漏らします。その後、神々が地上の人間の身勝手な祈りを聞き届ける様子が描かれます。次の章の要約をご覧になりますか?
Μένιππος μεταξύ τε προϊὼν ἀνέκρινέ με περὶ τῶν ἐν τῇ γῇ πραγμάτων, τὰ πρῶτα μὲν ἐκεῖνα, πόσου νῦν ὁ πυρός ἐστιν ὤνιος ἐπὶ τῆς Ἑλλάδος, καὶ εἰ σφόδρα ὑμῶν ὁ πέρυσι χειμὼν καθίκετο, καὶ εἰ τὰ λάχανα δεῖται πλείονος ἐπομβρίας. μετὰ δὲ ἠρώτα εἴ τις ἔτι λείπεται τῶν ἀπὸ Φειδίου καὶ διʼ ἣν αἰτίαν ἐλλείποιεν Ἀθηναῖοι τὰ Διάσια τοσούτων ἐτῶν, καὶ εἰ τὸ Ὀλυμπίειον αὐτῷ ἐπιτελέσαι διανοοῦνται, καὶ εἰ συνελήφθησαν οἱ τὸν ἐν Δωδώνῃ νεὼν σεσυληκότες. ἐπεὶ δὲ περὶ τούτων ἀπεκρινάμην, εἰπέ μοι, Μένιππε, ἔφη, περὶ δὲ ἐμοῦ οἱ ἄνθρωποι τίνα γνώμην ἔχουσι; τίνα, ἔφην, δέσποτα, ἢ τὴν εὐσεβεστάτην, βασιλέα σε πάντων εἶναι θεῶν; παίζεις ἔχων,1 ἔφη· τὸ δὲ φιλόκαινον αὐτῶν ἀκριβῶς οἶδα, κἂν μὴ λέγῃς. ἦν γάρ ποτε χρόνος, ὅτε καὶ μάντις ἐδόκουν αὐτοῖς καὶ ἰατρὸς καὶ πάντα ὅλως ἦν ἐγώ, "μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δ' ἀνθρώπων ἀγοραί·" καὶ ἡ Δωδώνη τότε καὶ ἡ Πῖσα λαμπραὶ καὶ περίβλεπτοι πᾶσιν ἦσαν, ὑπὸ δὲ τοῦ καπνοῦ τῶν θυσιῶν οὐδὲ ἀναβλέπειν μοι δυνατόν· ἐξ οὗ δὲ ἐν Δελφοῖς μὲν Ἀπόλλων τὸ μαντεῖον κατεστήσατο, ἐν Περγάμῳ δὲ τὸ ἰατρεῖον ὁ Ἀσκληπιὸς καὶ τὸ Βενδίδειον ἐγένετο ἐν Θρᾴκῃ καὶ τὸ Ἀνουβίδειον ἐν Αἰγύπτῳ καὶ τὸ Ἀρτεμίσιον ἐν Ἐφέσῳ, ἐπὶ ταῦτα μὲν ἅπαντες θέουσι καὶ πανηγύρεις ἀνάγουσι καὶ ἑκατόμβας παριστᾶσι καὶ χρυσᾶς πλίνθους ἀνατιθέασιν ἐμὲ δὲ παρηβηκότα ἱκανῶς τετιμηκέναι νομίζουσιν, ἂν διὰ πέντε ὅλων ἐτῶν θύσωσιν ἐν Ὀλυμπίᾳ. τοιγαροῦν ψυχροτέρους ἄν μου τοὺς βωμοὺς ἴδοις2 τῶν Πλάτωνος νόμων ἢ τῶν Χρυσίππου συλλογισμῶν.
Μένιππος道々進みながら、ゼウスは私に地上の出来事について尋ねた。まず最初に尋ねたのは、今ギリシアで小麦はいくらで売られているか、昨年の冬はそちらで非常に厳しかったか、そして野菜はもっと雨を必要としているか、といったことだった。その後彼は、ペイディアスの子孫でまだ生き残っている者がいるか、アテナイ人がなぜこれほど多くの年の間ディアシア祭を怠っているのか、また彼らが自分のためにオリュンピエイオンを完成させるつもりがあるのか、そしてドードーナの神殿を略奪した者たちが捕らえられたのか、と尋ねた。 私がこれらのことに答えると、「メニッポスよ、私に言ってくれ」と彼は言った。 「人間たちは私のことをどう思っているのだね?」 「ご主人様」と私は言った。 「あらゆる神々の王であるという、最も敬虔なお考え以外に何がありましょうか?」 「お前は冗談を言っているな」と彼は言った。 「彼らの新しもの好きは、お前が言わなくとも私は正確に知っている。かつては、私が彼らにとって預言者とも医師とも見なされ、およそすべての存在であった時代もあったのだ。 『すべての街路はゼウスに満ち、 すべての人々の広場もまた満ちている。』 そして当時はドードーナもピーサも光り輝き、すべての人から敬意の目で見られており、生け贄の煙のために私は目を上げることさえできなかった。しかし、アポロンがデルポイに託セン所を設け、アスクレピオスがペルガモンに治療所を、そしてトラキアにベンディス神殿が、エジプトにアヌビス神殿が、エペソスにアルテミス神殿ができてからは、誰もがそちらへ走り、祭礼を催し、百牛の生け贄を捧げ、金の延べ板を奉納している。その一方で、かなり全盛期を過ぎた私のことは、丸五年の間に一度オリュンピアで生け贄を捧げれば、十分に敬意を払ったと考えているのだ。したがって、私の祭壇はプラトンの『法律』やクリュシッポスの三段論法よりも冷え切っているのを目にすることだろう。」
Μένιππος τοιαῦθʼ ἅμα διεξιόντες ἀφικνούμεθα ἐς τὸ χωρίον ἔνθα ἔδει αὐτὸν καθεζόμενον διακοῦσαι τῶν εὐχῶν. θυρίδες δὲ ἦσαν ἑξῆς τοῖς στομίοις τῶν φρεάτων ἐοικυῖαι πώματα ἔχουσαι, καὶ παρʼ ἑκάστῃ θρόνος ἔκειτο χρυσοῦς. καθίσας οὖν ἑαυτόν·ἑαυτόν· ἐπὶ τῆς πρώτης ὁ Ζεὺς καὶ ἀφελὼν τὸ πῶμα παρεῖχε τοῖς εὐχομένοις ἑαυτόν·ἑαυτόν· εὔχοντο δὲ πανταχόθεν τῆς γῆς διάφορα καὶ ποικίλα. συμπαρακύψας γὰρ καὶ αὐτὸς ἐπήκουον ἅμα τῶν εὐχῶν. ἦσαν δὲ τοιαίδε, ὦ Ζεῦ, βασιλεῦσαί μοι γένοιτο· ὦ Ζεῦ, τὰ κρόμμυά μοι φῦναι καὶ τὰ σκόροδα· Ὦ θεοί, τὸν πατέρα μοι ταχέως ἀποθανεῖν3 ὁ δέ τις ἂν ἔφη, εἴθε κληρονομήσαιμι τῆς γυναικός, εἴθε λάθοιμι ἐπιβουλεύσας τῷ ἀδελφῷ, γένοιτό μοι νικῆσαι τὴν δίκην, δὸς στεφθῆναι τὰ Ὀλύμπια. τῶν πλεόντων δὲ ὁ μὲν βορέαν εὔχετο ἐπιπνεῦσαι, ὁ δὲ νότον, ὁ δὲ γεωργὸς ᾔτει ὑετόν, ὁ δὲ γναφεὺς ἥλιον. ἐπακούων δὲ ὁ Ζεὺς καὶ τὴν εὐχὴν ἑκάστην ἀκριβῶς ἐξετάζων οὐ πάντα ὑπισχνεῖτο, "ἀλλʼ ἕτερον μὲν ἔδωκε πατήρ, ἕτερον δʼ ἀνένευσε·" τὰς μὲν γὰρ δικαίας τῶν εὐχῶν προσίετο ἄνω διὰ τοῦ στομίου καὶ ἐπὶ τὰ δεξιὰ κατετίθει φέρων, τὰς δὲ ἀνοσίους ἀπράκτους αὖθις ἀπέπεμπεν ἀποφυσῶν κάτω, ἵνα μηδὲ πλησίον γένοιντο τοῦ οὐρανοῦ. ἐπὶ μιᾶς δέ τινος εὐχῆς καὶ ἀποροῦντα αὐτὸν ἐθεασάμην· δύο γὰρ ἀνδρῶν τἀναντία εὐχομένων καὶ τὰς ἴσας θυσίας ὑπισχνουμένων οὐκ εἶχεν ὁποτέρῳ μᾶλλον ἐπινεύσειεν αὐτῶν, ὥστε δὴ τὸ Ἀκαδημαϊκὸν ἐκεῖνο ἐπεπόνθει4 καὶ οὐδέν τι ἀποφήνασθαι δυνατὸς ἦν, ἀλλʼ ὥσπερ ὁ Πύρρων ἐπεῖχεν ἔτι καὶ διεσκέπτετο.
Μένιπποςこのようなことを語り合いながら、私たちは、彼が腰を下ろして祈りを聞き届けるべき場所に到着した。そこには井戸の口に似た蓋付きの小窓が並んでおり、それぞれの脇に黄金の玉座が置かれていた。そこでゼウスは最初の玉座に腰掛け、蓋を取り外して、祈る者たちに耳を傾けた。地上のあらゆる場所から、様々で多様な祈りが捧げられていた。私も一緒に覗き込んで、その祈りを同時に聞き耳を立てていた。それは以下のようなものであった。 「おおゼウスよ、私を王にしてください!」 「おおゼウスよ、私の玉ねぎとにんにくが育ちますように!」 「おお神々よ、私の父が早く死にますように!」 また、ある者はこう言っていた。 「妻の遺産を相続できますように!」 「兄弟に対して企てた陰謀がばれませんように!」 「裁判で勝訴できますように!」 「オリュンピア競技会で冠を得られますように!」 航海している者のうち、ある者は北風が吹くことを祈り、別の者は南風を祈り、農夫は雨を求め、布晒し職人は太陽を求めていた。 ゼウスはこれらを聞き、それぞれの祈りを厳密に吟味したが、すべてを約束したわけではなかった。 「だが、父なるゼウスはあるものは与え、あるものは拒んだ。」 なぜなら、正しい祈りは小窓を通して上へと受け入れ、右側に置いて保管したが、不届きな祈りは何も叶えずに、天の近くにさえ来ないように下方へと吹き払い、追い返したからである。しかし、ある一つの祈りにおいて、私は彼が当惑しているのを目撃した。二人の男が正反対のことを祈り、かつ同等の生け贄を約束したため、どちらに同意すべきか分からなくなったのである。その結果、彼はあの『アカデメイア派』の状態に陥り、何一つ判断を下すことができず、ピュロンのように判断を保留したまま考え込んでいた。
- 24παίζεις ἔχων
「君はふざけている」という慣用表現。現在分詞 ἔχων が主動詞 παίζεις と結合し、「ふざけ続けている」あるいは「冗談ばかり言っている」という執拗な状態や単なる強調を表す。
- 24ἂν ... ἴδοις
希求法過去(optative)に ἄν が伴う潜在の表現(potential optative)。「君は見ることになるだろう」という確信を含んだ緩やかな予測や可能性を表す。
- 25τὸν πατέρα μοι ταχέως ἀποθανεῖν
不定詞が独立して用いられ、願望を表す用法(infinitive of wish)。または、主節の「〜を許したまえ(δός)」といった命令・願望を表す動詞が省略されていると解釈することもできる。
- 25τὸ Ἀκαδημαϊκὸν ἐκεῖνο ἐπεπόνθει
動詞 ἐπεπόνθει(πάσχω「〜を被る、〜の状態になる」の過去完了)と中性名詞化された形容詞による構成。古代の「アカデメイア派」が主張した「懐疑主義(判断保留)」の状態にゼウス自身が陥ったことをユーモラスに描写している。
