§18Μένιππος
μάλιστα δὲ ἐπʼ ἐκείνοις ἐπῄει μοι γελᾶν τοῖς περὶ γῆς ὅρων ἐρίζουσι καὶ τοῖς μέγα φρονοῦσιν ἐπὶ τῷ τὸ Σικυώνιον πεδίον γεωργεῖν ἢ Μαραθῶνος ἔχειν τὰ περὶ τὴν Οἰνόην ἢ Ἀχαρνῆσι πλέθρα κεκτῆσθαι χίλια· τῆς γοῦν Ἑλλάδος ὅλης ὡς τότε μοι ἄνωθεν ἐφαίνετο δακτύλων οὔσης τὸ μέγεθος τεττάρων, κατὰ λόγον, οἶμαι, ἡ Ἀττικὴ πολλοστημόριον ἦν.
门尼普斯尤其让我觉得好笑的是那些争夺土地疆界的人,以及那些因为耕种西库昂平原、占有马拉松的奥伊诺埃周边土地、或在阿卡奈拥有千普勒特隆土地而自命不凡的人;既然当时从上面看去,整个希腊在我眼里只有四个手指大小,照比例算来,我想阿提卡不过是它的几万分之一。
ὥστε ἐνενόουν ἐφʼ ὁπόσῳ τοῖς πλουσίοις τούτοις μέγα φρονεῖν κατελείπετο· σχεδὸν γὰρ ὁ πολυπλεθρότατος αὐτῶν μίαν τῶν Ἐπικουρείων ἀτόμων ἐδόκει μοι γεωργεῖν.
因此我想,这些富人还剩多少可以自豪的资本;因为他们中拥有普勒特隆最多的人,在我看来也仿佛只是在耕种着伊壁鸠鲁的一个原子。
ἀποβλέψας δὲ δὴ καὶ ἐς τὴν Πελοπόννησον, εἶτα τὴν Κυνουρίαν γῆν ἰδὼν ἀνεμνήσθην περὶ ὅσου χωρίου, κατʼ οὐδὲν Αἰγυπτίου φακοῦ πλατυτέρου, τοσοῦτοι ἔπεσον Ἀργείων καὶ Λακεδαιμονίων μιᾶς ἡμέρας.
当我再眺望伯罗奔尼撒,看到库努里亚土地时,我不禁想起,为了这一块绝不比埃及扁豆更宽的地方,竟然有那么多的阿耳戈斯人和拉刻代蒙人在一天之内丧生。
καὶ μὴν εἴ τινα ἴδοιμι ἐπὶ χρυσῷ μέγα φρονοῦντα, ὅτι δακτυλίους τε εἶχεν ὀκτὼ καὶ φιάλας τέτταρας, πάνυ καὶ ἐπὶ τούτῳ ἂν ἐγέλων· τὸ γὰρ Πάγγαιον ὅλον αὐτοῖς μετάλλοις κεγχριαῖον ἦν τὸ μέγεθος.
而且,如果我看到有人因黄金而自负,就因为他戴着八个指轮、拥有四个浅盏,我也会对此大加嘲笑;因为整个潘盖翁山连同其矿藏,对他们来说也不过只有一颗小米粒大小。
§19Ἕταιρος
ὦ μακάριε Μένιππε τῆς παραδόξου θέας.
同伴哦,幸福的门尼普斯,因为你这奇特的奇观!
αἱ δὲ δὴ πόλεις πρὸς Διὸς καὶ οἱ ἄνδρες αὐτοὶ πηλίκοι διεφαίνοντο ἄνωθεν;
但凭宙斯起誓,从上面看去,那些城市和人类自身到底有多大呢?
Μένιππος
οἶμαί σε πολλάκις ἤδη μυρμήκων ἀγορὰν ἑωρακέναι, τοὺς μὲν εἰλουμένους περὶ τὸ στόμα τοῦ φωλεοῦ κἀν τῷ μέσῳ πολιτευομένους, ἐνίους δʼ ἐξιόντας, ἑτέρους δὲ ἐπανιόντας αὖθις εἰς τὴν πόλιν· καὶ ὁ μέν τις τὴν κόπρον ἐκφέρει, ὁ δὲ ἁρπάσας ποθὲν ἢ κυάμου λέπος ἢ πυροῦ ἡμίτομον θεῖ φέρων.
门尼普斯我想你已经多次见过蚂蚁的集会了:有的在蚁穴口挤来挤去,在中间过着社会生活,有的正走出去,有的则又返回城里;这个搬运着粪便,那个不知从哪里抢来一瓣豆壳或半粒麦子,正奔跑着运送。
εἰκὸς δὲ εἶναι παρʼ αὐτοῖς κατὰ λόγον τοῦ μυρμήκων βίου καὶ οἰκοδόμους τινὰς καὶ δημαγωγοὺς καὶ πρυτάνεις καὶ μουσικοὺς καὶ φιλοσόφους.
而且在它们中间,根据蚂蚁生活的比例,可能也有一些建筑师、煽动家、评议会成员、诗人和哲学家。
πλὴν αἵ γε πόλεις αὐτοῖς ἀνδράσι ταῖς μυρμηκιαῖς μάλιστα ἐῴκεσαν.
总之,城市连同人类本身,最像一个个蚁穴。
εἰ δέ σοι μικρὸν δοκεῖ τὸ παράδειγμα, τὸ ἀνθρώπους εἰκάσαι τῇ μυρμήκων πολιτείᾳ, τοὺς παλαιοὺς μύθους ἐπίσκεψαι τῶν Θετταλῶν· εὑρήσεις γὰρ τοὺς Μυρμιδόνας, τὸ μαχιμώτατον φῦλον, ἐκ μυρμήκων ἄνδρας γεγονότας.
如果对你来说,把人类比作蚂蚁的国度这个例子显得太渺小,那就去查一查色萨利人的古老神话吧:你会发现最骁勇善战的部落密耳弥多涅斯人,正是从蚂蚁变成人类的。
ἐπειδὴ δʼ οὖν πάντα ἱκανῶς ἑώρατο καὶ κατεγεγέλαστό μοι, διασείσας ἐμαυτὸν ἀνεπτόμην
"δώματʼ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους.
总之,当一切都已被我充分观察并嘲笑之后,我抖了抖身子,向上飞去: “飞往携盾宙斯之居所,随其他神明之后。
" §20Μένιππος
οὔπω στάδιον ἀνεληλύθειν καὶ ἡ Σελήνη γυναικείαν φωνὴν προϊεμένη,
Μένιππε,
φησίν,
οὕτως ὄναιο, διακόνησαί μοί τι πρὸς τὸν Δία.
” 门尼普斯我还没往上升到一斯塔迪翁,月亮便发出女子的声音,说道: “门尼普斯,” 她说, “愿你如此得福,替我向宙斯办一件事。
λέγοις ἄν,
ἦν δʼ ἐγώ· βαρὺ γὰρ οὐδέν, ἢν μή τι φέρειν δέῃ.
” “请讲吧,” 我说, “因为只要不需要搬运什么东西,就没有任何事情是沉重的。
πρεσβείαν,
ἔφη,
τινὰ οὐ χαλεπὴν καὶ δέησιν ἀπένεγκε παρʼ ἐμοῦ τῷ Διί·
” “替我带去,” 她说, “一个并不困难的口信和请求,向宙斯表白。
ἀπείρηκα γὰρ ἤδη, Μένιππε, πολλὰ καὶ δεινὰ παρὰ τῶν φιλοσόφων ἀκούουσα, οἷς οὐδὲν ἕτερόν ἐστιν ἔργον ἢ τἀμὰ πολυπραγμονεῖν, τίς εἰμι καὶ πηλίκη, καὶ διʼ ἥντινα αἰτίαν διχότομος ἢ ἀμφίκυρτος γίγνομαι.
因为,门尼普斯,我已经疲惫不堪了,听够了哲学家们说我的许多坏话,他们除了多管我的闲事之外没有别的事做:我是谁,有多大,以及因为什么原因变成半月或凸月。
καὶ οἱ μὲν κατοικεῖσθαί μέ φασιν, οἱ δὲ κατόπτρου δίκην ἐπικρέμασθαι τῇ θαλάττῃ, οἱ δὲ ὅ τι ἂν ἕκαστος ἐπινοήσῃ τοῦτό μοι προσάπτουσι.
有的说我有人居住,有的说我像镜子一样悬在海面上,还有的人把各自想象的任何东西加在我身上。
τὰ τελευταῖα δὲ καὶ τὸ φῶς αὐτὸ κλοπιμαῖόν τε καὶ νόθον εἶναί μοί φασιν ἄνωθεν ἧκον παρὰ τοῦ Ἡλίου, καὶ οὐ παύονται καὶ πρὸς τοῦτόν με ἀδελφὸν ὄντα συγκροῦσαι καὶ στασιάσαι προαιρούμενοι· οὐ γὰρ ἱκανὰ ἦν αὐτοῖς ἃ περὶ αὐτοῦ εἰρήκασι τοῦ Ἡλίου, λίθον αὐτὸν εἶναι καὶ μύδρον διάπυρον.
最后,他们甚至说我的光本身也是偷来的、不正当的,是上方从太阳那里来的,而且他们不停手,存心要让我与同为我兄弟的他冲突并起内讧;仿佛他们对太阳本身所说的话还不够多似的——说他是一块石头,一个赤热的铁块。 ”