Humanitext Reader

琉善 · 伊卡洛美尼普斯或飞天人 §13-14

邂逅恩培多克勒与增强视力之法

第 5 段,共 11 段 · 希腊语

内容简介

门尼普斯因在月球上无法看清地面而感到困惑,这时遇到了曾投身火山而被烟雾带到月球居住的哲学家恩培多克勒。恩培多克勒教他如何通过单用老鹰的翅膀扇动,来使自己的右眼获得如鹰般敏锐的视力。

§13Μένιππος εὖ γε ὑπέμνησας· ὃ γὰρ μάλιστα ἐχρῆν εἰπεῖν, τοῦτο οὐκ οἶδʼ ὅπως παρέλιπον.
门尼普斯:你提醒得好;因为我最应该说的事,不知怎的却漏掉了。
ἐπεὶ γὰρ αὐτὴν μὲν ἐγνώρισα τὴν γῆν ἰδών, τὰ δʼ ἄλλα οὐχ οἷός τε ἦν καθορᾶν ὑπὸ τοῦ βάθους ἅτε τῆς ὄψεως μηκέτι ἐφικνουμένης, πάνυ μʼ ἠνία τὸ χρῆμα καὶ πολλὴν παρεῖχε τὴν ἀπορίαν.
因为当我看到并认出大地本身时,却因高度深远而无法看清其他方角的事物,毕竟我的视力已无法达到,这件事情让我非常苦恼,并带来了极大的困惑。
κατηφεῖ δὲ ὄντι μοι καὶ ὀλίγου δεῖν δεδακρυμένῳ ἐφίσταται κατόπιν ὁ σοφὸς Ἐμπεδοκλῆς, ἀνθρακίας τις ἰδεῖν καὶ σποδοῦ ἀνάπλεως καὶ κατωπτημένος·
在我垂头丧气、几乎要落泪时,贤者恩培多克勒悄然立于我身后,他看起来像个炭人,满身是灰,而且被烤焦了。
κἀγὼ μὲν ὡς εἶδον, — εἰρήσεται γάρ — ὑπεταράχθην καί τινα σεληναῖον δαίμονα ᾠήθην ὁρᾶν· ὁ δέ, θάρρει, φησίν, ὦ Μένιππε, "οὔτις τοι θεός εἰμι, τί μʼ ἀθανάτοισιν ἐΐσκεις;
我一见到他——说实话——便心生慌乱,以为看到了某个外星神灵;而他却说: “放心吧,” 他说, “门尼普斯,‘我绝非什么神明,你为何将我比作不朽之辈?
" ὁ φυσικὸς οὗτός εἰμι Ἐμπεδοκλῆς·
’ 我就是那个自然哲学家恩培多克勒。
ἐπεὶ γὰρ ἐς τοὺς κρατῆρας ἐμαυτὸν φέρων ἐνέβαλον, ὁ καπνός με ἀπὸ τῆς Αἴτνης ἁρπάσας δεῦρο ἀνήγαγε, καὶ νῦν ἐν τῇ σελήνῃ κατοικῶ ἀεροβατῶν τὰ πολλὰ καὶ σιτοῦμαι δρόσον.
因为当我纵身投入火口时,埃特纳火山的烟雾将我卷起并带到了这里。 如今我居住在月球上,大半时间都在空中漫步,以露水为食。
ἥκω τοίνυν σε ἀπολύσων τῆς παρούσης ἀπορίας· ἀνιᾷ γάρ σε, οἶμαι, καὶ στρέφει τὸ μὴ σαφῶς τὰ ἐπὶ γῆς ὁρᾶν·
所以我来此是为了帮你解开眼前的困惑;因为我想,无法看清地上的事物让你感到苦恼和焦躁。
. εὖ γε ἐποίησας, ἦν δʼ ἐγώ, βέλτιστε Ἐμπεδόκλεις, κἀπειδὰν τάχιστα κατάπτωμαι πάλιν ἐς τὴν Ἑλλάδα, μεμνήσομαι σπένδειν τέ σοι ἐπὶ τῆς καπνοδόκης κἀν ταῖς νουμηνίαις πρὸς τὴν σελήνην τρὶς ἐγχανὼν προσεύχεσθαι.
” “那可太好了,” 我说, “最优秀的恩培多克勒,一旦我重新飞回希腊,我一定会记得在烟囱上向你献祭,并在新月时朝着月亮张口三次进行祈祷。
ἀλλὰ μὰ τὸν Ἐνδυμίωνα, ἦ δʼ ὅς, οὐχὶ τοῦ μισθοῦ χάριν ἀφῖγμαι, πέπονθα δέ τι τὴν ψυχὴν ἰδών σε λελυπημένον.
” “不过凭着恩底弥翁发誓,” 他说, “我来这里绝非为了报酬,而是看到你如此忧伤,我心中颇感同情。
ἀτὰρ οἶσθα ὅ τι δράσας ὀξυδερκὴς γενήσῃ;
不过,你知道做些什么才能变得目光锐利吗?
§14Μένιππος μὰ Δίʼ, ἦν δʼ ἐγώ, ἢν μὴ σύ μοιτὴν ἀχλύν πως ἀφέλῃς ἀπὸ τῶν ὀμμάτων· νῦν γὰρ δὴ λημᾶν οὐ μετρίως δοκῶ.
” 门尼普斯: “凭宙斯起誓,我不知道,” 我说, “除非你设法帮我除掉眼前的雾霭;因为现在我确实觉得双眼布满了眼屎,模糊得很。
καὶ μὴν οὐδέν σε, ἦ δʼ ὅς, ἐμοῦ δεήσει·
” “其实,” 他说, “你根本不需要我;因为你已经自己带着敏锐的视力从地球来到了这里。
τὸ γὰρ ὀξυδερκὲς αὐτὸς ἤδη γῆθεν ἥκεις ἔχων. τί οὖν τοῦτό ἐστιν;
” “那这是怎么回事?
οὐ γὰρ οἶδʼ, ἔφην.
我不知道啊,” 我说。
οὐκ οἶσθα, ἦ δʼ ὅς, ἀετοῦτὴν πτέρυγα τὴν δεξιὰν περικείμενος;
“难道你不知道吗,” 他说, “你身上正佩戴着一只老鹰的右翼?
καὶ μάλα, ἦν δʼ ἐγώ· τί δʼ οὖν πτέρυγι καὶ ὀφθαλμῷ κοινόν ἐστιν;
” “当然知道,” 我说, “可是,翅膀和眼睛之间有什么共同之处呢?
ὅτι, ἦ δʼ ὅς, παρὰ πολὺ τῶν ἄλλων ζῴων ἀετός ἐστιν ὀξυωπέστατος, ὥστε μόνος ἀντίον δέδορκε τῷ ἡλίῳ, καὶ τοῦτό ἐστιν ὁ γνήσιος καὶ βασιλεὺς ἀετός, ἢν ἀσκαρδαμυκτὶ πρὸς τὰς ἀκτῖνας βλέπῃ.
” “因为,” 他说, “老鹰远比其他所有动物的视力都要敏锐,以至于只有它能直视太阳。 而且,如果它能不眨眼地直视阳光,这便是真正且称王的老鹰。
φασὶ ταῦτα, ἦν δʼ ἐγώ, καί μοι ἤδη μεταμέλει ὅτι δεῦρο ἀνιὼν οὐχὶ τὼ ὀφθαλμὼ τοῦ ἀετοῦ ἐνεθέμην τοὺς ἐμοὺς ἐξελών· ὡς νῦν γε ἡμιτελὴς ἀφῖγμαι καὶ οὐ πάντα βασιλικῶς ἐνεσκευασμένος, ἀλλʼ ἔοικα τοῖς νόθοις ἐκείνοις καὶ ἀποκηρύκτοις.
” “人们是这么说的,” 我说, “我现在已经后悔,在登到这里来的时候,没有把自己的双眼挖出来,换上老鹰的眼睛;因为现在的我只是半成品地到达这里,没有完全像国王一样装备好,反而像那些私生和被遗弃的雏鹰。
καὶ μὴν πάρα σοί, ἦ δʼ ὅς, αὐτίκα μάλα τὸν ἕτερον ὀφθαλμὸν ἔχειν βασιλικόν· ἢν γὰρ ἐθελήσῃς μικρὸν ἀναστὰς ἐπισχὼν τοῦ γυπὸςτὴν πτέρυγα θατέρᾳ μόνῃ πτερύξασθαι, κατὰ λόγον τῆς πτέρυγος τὸν δεξιὸν ὀφθαλμὸν ὀξυδερκὴς ἔσῃ· τὸν δὲ ἕτερον οὐδεμία μηχανὴ μὴ οὐκ ἀμβλύτερον δεδορκέναι τῆς μερίδος ὄντα τῆς χείρονος.
” “其实,” 他说, “你立刻就能让自己的其中一只眼睛变得像国王一样;因为如果你愿意稍微站起来,抑制住秃鹰的翅膀,只用另一只翅膀来扇动,那么与那只翅膀相对应,你的右眼就会变得视力锐利;至于另一只眼睛,则绝无可能不看得更模糊,因为它属于较差的那一部分。
ἃλις, ἦν δʼ ἐγώ, εἰ καὶ ὁ δεξιὸς μόνος ἀετῶδες βλέποι·
” “足够了,” 我说, “哪怕只有右眼能像老鹰一样看。
οὐδὲν γὰρ ἂν ἔλαττον γένοιτο, ἐπεὶ καὶ τοὺς τέκτονας πολλάκις ἑωρακέναι μοι δοκῶ θατέρῳ τῶν ὀφθαλμῶν ἄμεινον πρὸς τοὺς κανόνας ἀπευθύνοντας τὰ ξύλα.
因为这没什么不好的,我想我经常看到工匠们在用定规矫正木材时,用单眼看得更准。
Ταῦτα εἰπὼν ἐποίουν ἅμα τὰ ὑπὸ τοῦ Ἐμπεδοκλέους παρηγγελμένα· ὁ δὲ κατʼ ὀλίγον ὑπαπιὼν ἐς καπνὸν ἠρέμα διελύετο.
” 说完这些话,我便立刻按照恩培多克勒的指示去做;而他则渐渐退去,悄然消散在烟雾之中。

词汇与语法注释

  1. §13ὀλίγου δεῖν — 绝对不定式 `δεῖν` 连同属格 `ὀλίγου` 构成惯用副词短语,意为“几乎”、“差一点”。
  2. §13ἐγχανών — 动词 `ἐγχάσκω`(张口、发呆地望向)的第二不定过去时主动分词单数主格阳性,此处用以描绘朝着新月张口祈祷的滑稽仪式。
  3. §14μὴ οὐκ ἀμβλύτερον δεδορκέναι — 由含有否定意义的表达 `οὐδεμία μηχανή`(毫无办法)引导,并在不定式前加上 `μὴ οὐ` 的双重否定句式。整体上表示“不可能不……”的强烈肯定,即“必然看得更为模糊”。

引用这一段

琉善, 伊卡洛美尼普斯或飞天人 §13-14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg021.humanitext-grc2:13-14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。