§9Προμηθεύς
τίθει δʼ ὅμως, ὦ Ἑρμῆ, τὸ χαλεπώτερον, μὴ τὴν ἐλάττω μοῖραν ἀπονενεμηκέναι τῷ Διί, τὴν δʼ ὅλην ὑφῃρῆσθαι·
普罗米修斯:赫耳墨斯,但尽管如此,你还是做一个更严苛的假设吧:并非我给宙斯分配了较少的那份,而是我把全部都卷走了。
τί οὖν;
那又怎样呢?
διὰ τοῦτο ἐχρῆν, τὸ τοῦ λόγου, τῇ γῇ τὸν οὐρανὸν ἀναμεμῖχθαι καὶ δεσμὰ καὶ σταυροὺς καὶ Καύκασον ὅλον ἐπινοεῖν καὶ ἀετοὺς καταπέμπειν καὶ τὸ ἧπαρ ἐκκολάπτειν;
难道就因为这个,正如俗话所说,就必须把天地混杂在一起,并且设计出锁链、十字架、整个高加索山,还要派来老鹰啄食我的肝脏吗?
ὅρα γὰρ μὴ πολλήν τινα ταῦτα κατηγορῇ τοῦ ἀγανακτοῦντος αὐτοῦ μικροψυχίαν καὶ ἀγένειαν τῆς γνώμης καὶ πρὸς ὀργὴν εὐχέρειαν.
你要小心,这些行为是否在控告那个愤恨者本人的极度小气、心胸狭隘以及易怒。
ἢ τί γὰρ ἂν ἐποίησεν οὗτος ὅλον βοῦν ἀπολέσας, εἰ κρεῶν ὀλίγων ἕνεκα τηλικαῦτα ἐργάζεται;
否则,这个因为一点点肉就做出如此行径的人,要是失去了一整头牛,又会做出什么事来呢?
§10Προμηθεύς
καίτοι πόσῳ οἱ ἄνθρωποι εὐγνωμονέστερον διάκεινται πρὸς τὰ τοιαῦτα, οὓς εἰκὸς ἦν καὶ τὰ ἐς τὴν ὀργὴν ὀξυτέρους εἶναι τῶν θεῶν;
普罗米修斯:然而,人类对待这类事情的心态要通达得多,尽管人类在愤怒方面本该比神灵更加急躁。
ἀλλʼ ὅμως ἐκείνων οὐκ ἔστιν ὅστις τῷ μαγείρῳ σταυροῦ ἂν τιμήσαιτο, εἰ τὰ κρέα ἕψων καθεὶς τὸν δάκτυλον τοῦ ζωμοῦ τι περιελιχμήσατο ἢ ὀπτωμένων ἀποσπάσας τι κατεβρόχθισεν, ἀλλὰ συγγνώμην ἀπονέμουσιν αὐτοῖς·
但他们当中绝没有一个人会因为厨师在煮肉时伸进手指尝了点汤,或者在烤肉时撕下一点吞了下去,就对他处以十字架之刑,相反,他们会宽恕他们。
εἰ δὲ καὶ πάνυ ὀργισθεῖεν, ἢ κονδύλους ἐνέτριψαν ἢ κατὰ κόρρης ἐπάταξαν, ἀνεσκολοπίσθη δὲ οὐδεὶς παρʼ αὐτοῖς τῶν τηλικούτων ἕνεκα.
即使他们真的大发雷霆,也不过是揍一顿拳头或者扇一记耳光,他们中间从没有人因为这种小事而被钉上十字架的。
καὶ περὶ μὲν τῶν κρεῶν τοσαῦτα, αἰσχρὰ μὲν κἀμοὶ ἀπολογεῖσθαι, πολὺ δὲ αἰσχίω κατηγορεῖν ἐκείνῳ.
关于肉的事就说这么多,这事由我来辩白固然可耻,而由他来指控则要可耻得多。
§11Προμηθεύς
περὶ δὲ τῆς πλαστικῆς καὶ ὅτι τοὺς ἀνθρώπους ἐποίησα, καιρὸς ἤδη λέγειν.
普罗米修斯:关于泥塑艺术以及我创造了人类的事,现在是时候说明了。
τοῦτο δέ, ὦ Ἑρμῆ, διττὴν ἔχον τὴν κατηγορίαν, οὐκ οἶδα καθʼ ὁπότερον αἰτιᾶσθέ μου, πότερα ὡς οὐδὲ ὅλως ἐχρῆν τοὺς ἀνθρώπους γεγονέναι, ἀλλʼ ἄμεινον ἦν ἀτρεμεῖν αὐτοὺς γῆν ἄλλως ὄντας, ἢ ὡς πεπλάσθαι μὲν ἐχρῆν, ἄλλον δέ τινα καὶ μὴ τοῦτον διεσχηματίσθαι τὸν τρόπον;
赫耳墨斯,这件事包含着双重的指责,我不知道你们是基于这两者中的哪一个来指控我:是认为人类根本不该存在,让他们继续做一滩泥土、保持静止才更好;还是说他们应该被塑造,但应该以别的方式,而不是以这种方式来成形?
ἐγὼ δὲ ὅμως ὑπὲρ ἀμφοῖν ἐρῶ· καὶ πρῶτόν γε, ὡς οὐδεμία τοῖς θεοῖς ἀπὸ τούτου βλάβη γεγένηται, τῶν ἀνθρώπων ἐς τὸν βίον παραχθέντων, πειράσομαι δεικνύειν· ἔπειτα δέ, ὡς καὶ συμφέροντα καὶ ἀμείνω ταῦτα αὐτοῖς παρὰ πολὺ ἢ εἰ ἐρήμην καὶ ἀπάνθρωπον συνέβαινε τὴν γῆν μένειν.
但我仍将针对这两点进行辩护:首先,我将努力表明,由于人类被带入生命,神灵没有受到任何伤害;其次,这比起地球一直保持荒凉和渺无人烟的状态,对神灵来说要有利得多,也进步得多。
§12Προμηθεύς
ἦν τοίνυν πάλαι — ῥᾷον γὰρ οὕτω δῆλον ἂν γένοιτο, εἴ τι ἠδίκηκα ἐγὼ μετακοσμήσας καὶ νεωτερίσας τὰ περὶ τοὺς ἀνθρώπους — ἦν οὖν τὸ θεῖον μόνον καὶ τὸ ἐπουράνιον γένος, ἡ γῆ δὲ ἄγριόν τι χρῆμα καὶ ἄμορφον, ὕλαις ἅπασα καὶ ταύταις ἀνημέροις λάσιος, οὔτε δὲ βωμοὶ θεῶν ἢ νέως, — πόθεν γάρ;
普罗米修斯:因此,在很久以前——因为这样更容易看清,我重新规划和革新人类的事物是否犯了什么罪——当时只有神圣的和天上的种族存在,而大地则是一个荒凉而无形的东西,到处覆盖着未开化的茂密森林,既没有神灵的祭坛和神殿——毕竟从哪里能有这些呢?
— ἢ ξόανα ἤ τι ἄλλο τοιοῦτον, οἷα πολλὰ νῦν ἁπανταχόθι φαίνεται μετὰ πάσης ἐπιμελείας τιμώμενα·
——也没有木雕神像或其他类似的东西,而现在这些东西到处可见,并受到极其用心的崇敬。
ἐγὼ δὲ — ἀεὶ γάρ τι προβουλεύω ἐς τὸ κοινὸν καὶ σκοπῶ ὅπως αὐξηθήσεται μὲν τὰ τῶν θεῶν, ἐπιδώσει δὲ καὶ τἆλλα πάντα ἐς κόσμον καὶ κάλλος — ἐνενόησα ὡς ἄμεινον εἴη ὀλίγον ὅσον τοῦ πηλοῦ λαβόντα ζῷά τινα συστήσασθαι καὶ ἀναπλάσαι τὰς μορφὰς μὲν ἡμῖν αὐτοῖς προσεοικότα·
但我——因为我总是为公共利益出谋划策,并观察如何增加神灵的荣耀,以及使其他一切事物在秩序和美感上得到提升——想到,如果取一点泥土,组织起一些生物,并把它们的形态塑造得像我们自己一样,那会更好。
καὶ γὰρ ἐνδεῖν τι ᾤμην τῷ θείῳ, μὴ ὄντος τοῦ ἐναντίου αὐτῷ καὶ πρὸς ὃ ἔμελλεν ἡ ἐξέτασις γιγνομένη εὐδαιμονέστερον ἀποφαίνειν αὐτό·
因为我确实认为神圣的事物有所欠缺,因为没有与之相反的东西存在,若不进行对比,就无法显得神圣的事物更加幸福。
θνητὸν μέντοι εἶναι τοῦτο, εὐμηχανώτατον δʼ ἄλλως καὶ συνετώτατον καὶ τοῦ βελτίονος αἰσθανόμενον.
不过,这种生物虽然注定要死亡,但在其他方面却极具智慧、聪明,且能够感知到更美好的事物。
§13Προμηθεύς
καὶ δὴ κατὰ τὸν ποιητικὸν λόγον
γαῖαν ὕδει φύρας
καὶ διαμαλάξας ἀνέπλασα τοὺς ἀνθρώπους, ἔτι καὶ τὴν Ἀθηνᾶν παρακαλέσας συνεπιλαβέσθαι μοι τοῦ ἔργου.
普罗米修斯:正如诗人的话所说: “以水和泥” 并将其揉软,我还邀请了雅典娜来协助我完成这项工作,从而塑造了人类。
ταῦτά ἐστιν ἃ μεγάλα ἐγὼ τοὺς θεοὺς ἠδίκηκα.
这就是我对神灵所犯下的巨大罪行。
καὶ τὸ ζημίωμα ὁρᾷς ἡλίκον, εἰ ἐκ πηλοῦ ζῷα ἐποίησα καὶ τὸ τέως ἀκίνητον εἰς κίνησιν ἤγαγον·
如果我用泥土创造了生物,并把迄今静止的东西带入了运动,你看看这损失有多大。
καί, ὡς ἔοικε, τὸ ἀπʼ ἐκείνου ἧττον θεοί εἰσιν οἱ θεοί, διότι καὶ ἐπὶ γῆς τινα θνητὰ ζῷα γεγένηται·
而且,似乎自那以后,神灵就不那么像神了,因为地球上也出现了凡人这种生物。
οὕτω γὰρ δὴ καὶ ἀγανακτεῖ νῦν ὁ Ζεὺς ὥσπερ ἐλαττουμένων τῶν θεῶν ἐκ τῆς τῶν ἀνθρώπων γενέσεως, εἰ μὴ ἄρα τοῦτο δέδιε, μὴ καὶ οὗτοι ἐπανάστασιν ἐπʼ αὐτὸν βουλεύσωσι καὶ πόλεμον ἐξενέγκωσι πρὸς τοὺς θεοὺς ὥσπερ οἱ Γίγαντες.
实际上,宙斯现在如此愤怒,就好像神灵的地位因人类的诞生而降低了似的——除非他是在害怕这个:这些人也会密谋反对他,像巨人族一样对神灵发动战争。
ἀλλʼ ὅτι μὲν δὴ οὐδὲν ἠδίκησθε, ὦ Ἑρμῆ, πρὸς ἐμοῦ καὶ τῶν ἔργων τῶν ἐμῶν, δῆλον·
但是,赫耳墨斯,你们显然没有因我和我的工作而受到任何不公的对待。
ἢ σὺ δεῖξον κἂν ἕν τι μικρότατον, κἀγὼ σιωπήσομαι καὶ δίκαια ἔσομαι πεπονθὼς πρὸς ὑμῶν.
或者你指出哪怕最微小的一点,我就会保持沉默,并承认我从你们那里受到的惩罚是公正的。