Humanitext Reader

琉善 · 普罗米修斯 §5-8

关于分肉之事的指控与普罗米修斯的辩白

第 2 段,共 5 段 · 希腊语

内容简介

应普罗米修斯的要求,赫耳墨斯开始陈述指控,普罗米修斯则展开辩护,首先针对分肉一事,批评宙斯因宴席上的玩笑而记恨至今是心胸狭隘的表现。

§5Προμηθεύς πρότερος οὖν, ὦ Ἑρμῆ, λέγε, καὶ ὅπως μου ὡς δεινότατα κατηγορήσῃς μηδὲ καθυφῇς τι τῶν δικαίων τοῦ πατρός.
普罗米修斯:那么,赫耳墨斯,你先说吧,而且要尽可能严厉地指控我,不要对你父亲的权益有任何保留。
σὲ δέ, ὦ Ἥφαιστε, δικαστὴν ποιοῦμαι ἔγωγε.
至于你,赫菲斯托斯,我选你做裁判官。
Ἥφαιστος μὰ Δίʼ, ἀλλὰ κατήγορον ἀντὶ δικαστοῦ ἴσθι με ἕξων, ὃς τὸ πῦρ ὑφελόμενος ψυχράν μοι τὴν κάμινον ἀπολέλοιπας.
赫菲斯托斯:凭宙斯起誓,不! 要知道,你非但不能把我当裁判官,反而会得到一个控告者,因为你偷走了火,让我的熔炉冷冷清清。
Προμηθεύς οὐκοῦν διελόμενοι τὴν κατηγορίαν, σὺ μὲν περὶ τῆς κλοπῆς ἤδη σύνειρε, ὁ Ἑρμῆς δὲ τὴν κρεανομίαν καὶ τὴν ἀνθρωποποιίαν αἰτιάσεται·
普罗米修斯:既然如此,你们就分工控告吧。 你,赫菲斯托斯,现在就指控偷盗之事;而赫耳墨斯则指责分肉和创造人类的罪名。
ἄμφω δὲ τεχνῖται καὶ εἰπεῖν δεινοὶ ἐοίκατε εἶναι.
你们两位似乎都是能工巧匠,而且能言善辩。
Ἥφαιστος ὁ Ἑρμῆς καὶ ὑπὲρ ἐμοῦ ἐρεῖ·
赫菲斯托斯:赫耳墨斯也会代表我发言。
ἐγὼ γὰρ οὐ πρὸς λόγοις τοῖς δικανικοῖς εἰμι, ἀλλʼ ἀμφὶ τὴν κάμινον ἔχω τὰ πολλά·
因为我不擅长法庭辩论,大部分时间都在熔炉旁度过。
ὁ δὲ ῥήτωρ τέ ἐστι καὶ τῶν τοιούτων οὐ παρέργως μεμέληκεν αὐτῷ.
而他是一个演说家,对这些事情并非漫不经心地研究过。
Προμηθεύς ἐγὼ μὲν οὐκ ἄν ποτε ᾤμην καὶ περὶ τῆς κλοπῆς τὸν Ἑρμῆν ἐθελῆσαι ἂν εἰπεῖν οὐδὲ ὀνειδιεῖν μοι τὸ τοιοῦτον ὁμοτέχνῳ ὄντι.
普罗米修斯:我绝没有想到赫耳墨斯也会愿意谈论偷盗,甚至会拿这种事来指责我这个同行。
πλὴν ἀλλʼ εἰ καὶ τοῦτο, ὦ Μαίας παῖ, ὑφίστασαι, καιρὸς ἤδη περαίνειν τὴν κατηγορίαν.
不过,迈亚之子,如果你连这也承担下来,现在就是开始控告的时候了。
§6Ἑρμῆς πάνυ γοῦν, ὦ Προμηθεῦ, μακρῶν δεῖ λόγων καὶ ἱκανῆς τινος παρασκευῆς ἐπὶ τὰ σοὶ πεπραγμένα, οὐχὶ δὲ ἀπόχρη μόνα τὰ κεφάλαια εἰπεῖν τῶν ἀδικημάτων, ὅτι ἐπιτραπέν σοι μοιρᾶσαι τὰ κρέα σαυτῷ μὲν τὰ κάλλιστα ἐφύλαττες, ἐξηπάτας δὲ τὸν βασιλέα, καὶ τοὺς ἀνθρώπους ἀνέπλασας, οὐδὲν δέον, καὶ τὸ πῦρ κλέψας παρʼ ἡμῶν ἐκόμισας ἐς αὐτούς·
赫耳墨斯:确实,普罗米修斯,对于你的所作所为,难道还需要长篇大论和充分的准备吗? 难道仅仅说出你罪行的主要内容还不够吗? 也就是说,当分肉的权力交给你时,你把最好的留给自己,欺骗了国王,并且在毫无必要的情况下创造了人类,还从我们这里偷走火送给他们。
καί μοι δοκεῖς, ὦ βέλτιστε, μὴ συνιέναι ἐπὶ τοῖς τηλικούτοις πάνυ φιλανθρώπου τοῦ Διὸς πεπειραμένος.
在我看来,我的好朋友,在如此重大的事情上,你体验到了宙斯极大的仁慈,却似乎并不理解。
εἰ μὲν οὖν ἔξαρνος εἶ μὴ εἰργάσθαι αὐτά, δεήσει καὶ διελέγχειν καὶ ῥῆσίν τινα μακρὰν ἀποτείνειν καὶ πειρᾶσθαι ὡς ἔνι μάλιστα ἐμφανίζειν τὴν ἀλήθειαν·
如果你否认做过这些事,那就需要对你进行反驳,发表长篇大论,并尽最大努力查明真相。
εἰ δὲ φὴς τοιαύτην πεποιῆσθαι τὴν νομὴν τῶν κρεῶν καὶ τὰ περὶ τοὺς ἀνθρώπους καινουργῆσαι καὶ τὸ πῦρ κεκλοφέναι, ἱκανῶς κατηγόρηταί μοι, καὶ μακρότερα οὐκ ἂν εἴποιμι· λῆρος γὰρ ἄλλως τὸ τοιοῦτον.
但如果你承认进行了那样的分肉、在人类的事情上作恶并偷了火,那我的控告就已经足够了,我也不想再多说什么,因为那样做完全是废话。
§7Προμηθεύς εἰ μὲν καὶ ταῦτα λῆρός ἐστιν ἃ εἴρηκας, εἰσόμεθα μικρὸν ὕστερον·
普罗米修斯:你所说的是否是废话,我们稍后便知。
ἐγὼ δέ, ἐπείπερ ἱκανὰ φὴς εἶναι τὰ κατηγορημένα, πειράσομαι ὡς ἂν οἷός τε ὦ διαλύσασθαι τὰ ἐγκλήματα.
不过,既然你说控告已经足够,我将尽我所能来澄清这些指控。
καὶ πρῶτόν γε ἄκουσον τὰ περὶ τῶν κρεῶν.
首先,请听听关于肉的事情。
καίτοι, νὴ τὸν Οὐρανόν, καὶ νῦν λέγων αὐτὰ αἰσχύνομαι ὑπὲρ τοῦ Διός, εἰ οὕτω μικρολόγος καὶ μεμψίμοιρός ἐστιν, ὡς διότι μικρὸν ὀστοῦν ἐν τῇ μερίδι εὗρε, ἀνασκολοπισθησόμενον πέμπειν παλαιὸν οὕτω θεόν, μήτε τῆς συμμαχίας μνημονεύσαντα μήτε αὖ τὸ τῆς ὀργῆς κεφάλαιον ἡλίκον ἐστὶν ἐννοήσαντα καὶ ὡς μειρακίου τὸ τοιοῦτον, ὀργίζεσθαι καὶ ἀγανακτεῖν εἰ μὴ τὸ μεῖζον αὐτὸς λήψεται.
然而,凭着天空起誓,即便现在谈论此事,我也为宙斯感到羞愧,他竟是如此小气和爱抱怨,只因在他的那份肉里发现了一块小骨头,就不顾以往的盟友关系,也不想想他发怒的原因是多么微不足道,竟然像个小孩子一样,因为自己没有得到大的一份而生气发火,要把一个如此古老的神送去钉死。
§8Προμηθεύς καίτοι τάς γε ἀπάτας, ὦ Ἑρμῆ, τὰς τοιαύτας συμποτικὰς οὔσας οὐ χρή, οἶμαι, ἀπομνημονεύειν, ἀλλʼ εἰ καί τι ἡμάρτηται μεταξὺ εὐωχουμένων, παιδιὰν ἡγεῖσθαι καὶ αὐτοῦ ἐν τῷ συμποσίῳ καταλιπεῖν τὴν ὀργήν·
可是,赫耳墨斯,我认为这种宴席上的玩笑是不应该被记恨的。 即使在宴饮中有什么过错,也该视之为儿戏,把愤怒留在宴席上。
ἐς δὲ τὴν αὔριον ταμιεύεσθαι τὸ μῖσος καὶ μνησικακεῖν καὶ ἕωλόν τινα μῆνιν διαφυλάττειν, ἄπαγε, οὔτε θεοῖς πρέπον οὔτε ἄλλως βασιλικόν·
至于把仇恨留到明天,记仇并保持着陈旧的怨气——得了吧,这既不配为神,也绝非帝王之风。
ἢν γοῦν ἀφέλῃ τις τῶν συμποσίων τὰς κομψείας ταύτας, ἀπάτην καὶ σκώμματα καὶ τὸ διασιλλαίνειν καὶ ἐπιγελᾶν, τὸ καταλειπόμενόν ἐστι μέθη καὶ κόρος καὶ σιωπή, σκυθρωπὰ καὶ ἀτερπῆ πράγματα καὶ ἥκιστα συμποσίῳ πρέποντα.
如果有人从宴席中去掉了这些雅致的玩意儿——欺骗、玩笑、嘲弄和欢笑,那么留下的就只有醉酒、饱胀和沉默,这些都是阴郁而不愉快的事情,最不适合宴席。
ὥστε ἔγωγε οὐδὲ μνημονεύσειν εἰς τὴν ὑστεραίαν ἔτι ᾤμην τούτων τὸν Δία, οὐχ ὅπως τηλικαῦτα ἐπʼ αὐτοῖς ἀγανακτήσειν καὶ πάνδεινα ἡγήσεσθαι πεπονθέναι, εἰ διανέμων τις κρέα παιδιάν τινα ἔπαιζε πειρώμενος εἰ διαγνώσεται τὸ βέλτιον ὁ αἱρούμενος.
因此,我甚至认为宙斯到了第二天绝不会再记住这些事,更不用说会为此大发雷霆,并认为自己遭受了极大的委屈,仅仅是因为一个分肉的人开了一个小玩笑,试探选择者是否能分辨出更好的部分。

词汇与语法注释

  1. p.v.2.p.248ἴσθι ... με ἕξων — 动词 ἴσθι(οἶδα 的命令式)后接代词宾格 με 和将来时分词 ἕξων,构成间接陈述结构,意为“要知道你将拥有我[作为控告者,而非裁判官]”,通过命令形式来预示确凿的未来情况。
  2. 5οὐκ ἄν ποτε ᾤμην ... ἐθελῆσαι ἂν — 助词 ἄν 在同一句中出现了两次:第一个 ἄν 与直说过去未完成时 ᾤμην 连用,使主句构成过去反事实虚拟(“我本绝不会想到”);第二个 ἂν 修饰不定式 ἐθελῆσαι(代表原有的祈愿式潜在结构 ἐθέλοιμι ἄν,“会愿意”的不定式化)。
  3. 6τοῦ Διὸς ... πεπειραμένος — 完成时中/被动分词 πεπειραμένος(源自 πειράομαι,“体验、遭受”)要求支配属格,因此 τοῦ Διὸς... φιλανθρώπου 为其属格宾语。在此具有让步意味(“尽管你已经体验到了宙斯极大的仁慈”),修饰主句的否定表述。
  4. 7ἀνασκολοπισθησόμενον πέμπειν — 将来时被动分词 ἀνασκολοπισθησόμενον 修饰宾语 παλαιὸν οὕτω θεόν,并与动词 πέμπειν 连用,表示动作的目的(“送去被钉死”)。
  5. p.v.2.p.252οὐχ ὅπως — 表示“更不用说、何况”的否定强调惯用语。它强化了附属于 ᾤμην 的否定不定式分句(“我绝不认为宙斯会记住……”),从而引导后面的递进否定逻辑:“更不用说[我想到]他会如此大发雷霆”。

引用这一段

琉善, 普罗米修斯 §5-8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg020.humanitext-grc2:5-8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。