← ルキアノス

プロメテウス

§9-13

ゼウスの度量の狭さと人間創造の有益性の弁護

プロメテウスは、肉の分配をめぐるゼウスの怒りと罰の不当な重さを、人間の寛大な態度と比較して痛烈に批判する。さらに、自身による人間の創造が神々を害するどころか、むしろ世界に秩序と美をもたらし、神々の栄光を高める有益な行為であったことを論じ始める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§9

Προμηθεύς τίθει1 δʼ ὅμως, ὦ Ἑρμῆ, τὸ χαλεπώτερον, μὴ τὴν ἐλάττω μοῖραν ἀπονενεμηκέναι τῷ Διί, τὴν δʼ ὅλην ὑφῃρῆσθαι· τί οὖν; διὰ τοῦτο ἐχρῆν, τὸ τοῦ λόγου,2 τῇ γῇ τὸν οὐρανὸν ἀναμεμῖχθαι καὶ δεσμὰ καὶ σταυροὺς καὶ Καύκασον ὅλον ἐπινοεῖν καὶ ἀετοὺς καταπέμπειν καὶ τὸ ἧπαρ ἐκκολάπτειν; ὅρα γὰρ μὴ πολλήν τινα ταῦτα κατηγορῇ τοῦ ἀγανακτοῦντος αὐτοῦ μικροψυχίαν καὶ ἀγένειαν τῆς γνώμης καὶ πρὸς ὀργὴν εὐχέρειαν. ἢ τί γὰρ ἂν ἐποίησεν οὗτος ὅλον βοῦν ἀπολέσας, εἰ κρεῶν ὀλίγων ἕνεκα τηλικαῦτα ἐργάζεται;

プロメテウス: ヘルメスよ、だがそれでも、より厳しい仮定を立ててみるがよい。私がゼウスに少ない方の分け前を分け与えたのではなく、全体を掠め取ったのだと。だから何だというのだ。それだけのことで、ことわざにあるように、天地を掻き混ぜ、縛めや十字架やカウカソス全体を思い描き、鷲どもを送り込んで肝臓をつつき出させる必要があったというのか。気をつけるがいい、これらのことが、憤慨している彼自身の多大なる器の小ささと精神の卑しさ、そして怒りやすさを証明することになりはしないかを。さもなければ、わずかな肉のためにこれほどのことをするこの男が、牛を丸ごと一頭失ったとしたら、いったい何をしただろうか。

§10

Προμηθεύς καίτοι πόσῳ οἱ ἄνθρωποι εὐγνωμονέστερον διάκεινται πρὸς τὰ τοιαῦτα, οὓς εἰκὸς ἦν καὶ τὰ ἐς τὴν ὀργὴν ὀξυτέρους εἶναι τῶν θεῶν; ἀλλʼ ὅμως ἐκείνων οὐκ ἔστιν ὅστις τῷ μαγείρῳ σταυροῦ3 ἂν τιμήσαιτο, εἰ τὰ κρέα ἕψων καθεὶς τὸν δάκτυλον τοῦ ζωμοῦ τι περιελιχμήσατο ἢ ὀπτωμένων ἀποσπάσας τι κατεβρόχθισεν, ἀλλὰ συγγνώμην ἀπονέμουσιν αὐτοῖς· εἰ δὲ καὶ πάνυ ὀργισθεῖεν, ἢ κονδύλους ἐνέτριψαν ἢ κατὰ κόρρης ἐπάταξαν, ἀνεσκολοπίσθη δὲ οὐδεὶς παρʼ αὐτοῖς τῶν τηλικούτων ἕνεκα. καὶ περὶ μὲν τῶν κρεῶν τοσαῦτα, αἰσχρὰ μὲν κἀμοὶ ἀπολογεῖσθαι, πολὺ δὲ αἰσχίω κατηγορεῖν ἐκείνῳ.

プロメテウス: それにしても、人間はこうしたことに対してなんと寛大に対処していることか。人間の方こそ、怒りに関しても神々より性急であって当然なのに。それなのに、彼らのうちで料理人に対して十字架刑を科す者など一人もいない。もし彼が肉を煮ているときに指を突っ込んでスープをいくらか舐め取ったり、あるいは焼いている肉からいくらか引きちぎって飲み込んだりしたとしても、彼らは料理人を許すのだ。たとえ大いに怒ったとしても、げんこつを食らわせたり、横っ面をひっぱたいたりするだけで、このようなことのために磔にされた者など彼らの間には一人もいない。 肉に関してはこれくらいにしておこう。私にとっても弁明することは恥ずかしいが、あの者にとって告発することははるかに恥ずかしいことだ。

§11

Προμηθεύς περὶ δὲ τῆς πλαστικῆς καὶ ὅτι τοὺς ἀνθρώπους ἐποίησα, καιρὸς ἤδη λέγειν. τοῦτο δέ, ὦ Ἑρμῆ, διττὴν ἔχον τὴν κατηγορίαν,4 οὐκ οἶδα καθʼ ὁπότερον αἰτιᾶσθέ μου, πότερα ὡς οὐδὲ ὅλως ἐχρῆν τοὺς ἀνθρώπους γεγονέναι, ἀλλʼ ἄμεινον ἦν ἀτρεμεῖν αὐτοὺς γῆν ἄλλως ὄντας, ἢ ὡς πεπλάσθαι μὲν ἐχρῆν, ἄλλον δέ τινα καὶ μὴ τοῦτον διεσχηματίσθαι τὸν τρόπον; ἐγὼ δὲ ὅμως ὑπὲρ ἀμφοῖν ἐρῶ· καὶ πρῶτόν γε, ὡς οὐδεμία τοῖς θεοῖς ἀπὸ τούτου βλάβη γεγένηται, τῶν ἀνθρώπων ἐς τὸν βίον παραχθέντων, πειράσομαι δεικνύειν· ἔπειτα δέ, ὡς καὶ συμφέροντα καὶ ἀμείνω ταῦτα αὐτοῖς παρὰ πολὺ ἢ εἰ ἐρήμην καὶ ἀπάνθρωπον συνέβαινε τὴν γῆν μένειν.

プロメテウス: 粘土細工と、私が人間を創ったことについて、今や語るべき時だ。ヘルメスよ、このことは二重の非難を含んでおり、お前たちがどちらの理由で私を責めているのか私にはわからない。人間がまったく存在するべきではなく、ただの土のままで静かにしている方が良かったというのか、それとも、創られるべきではあったが、別の形、すなわちこのようなやり方ではなく形作られるべきだったというのか。しかし、私はその両方のために語ろう。そしてまず、人間が生命へと導き入れられたことによって、神々にはいかなる害も生じていないということを示そうと努めよう。次に、もし地球が荒涼として人間のいないままであったとしたら、そうであったよりも、これが神々にとってはるかに有益でより良いことであるということを示そう。

§12

Προμηθεύς ἦν τοίνυν πάλαι — ῥᾷον γὰρ οὕτω δῆλον ἂν γένοιτο, εἴ τι ἠδίκηκα ἐγὼ μετακοσμήσας καὶ νεωτερίσας τὰ περὶ τοὺς ἀνθρώπους — ἦν οὖν τὸ θεῖον μόνον καὶ τὸ ἐπουράνιον γένος, ἡ γῆ δὲ ἄγριόν τι χρῆμα καὶ ἄμορφον, ὕλαις ἅπασα καὶ ταύταις ἀνημέροις λάσιος, οὔτε δὲ βωμοὶ θεῶν ἢ νέως, — πόθεν γάρ; — ἢ ξόανα ἤ τι ἄλλο τοιοῦτον, οἷα πολλὰ νῦν ἁπανταχόθι φαίνεται μετὰ πάσης ἐπιμελείας τιμώμενα· ἐγὼ δὲ — ἀεὶ γάρ τι προβουλεύω ἐς τὸ κοινὸν καὶ σκοπῶ ὅπως αὐξηθήσεται μὲν τὰ τῶν θεῶν, ἐπιδώσει δὲ καὶ τἆλλα πάντα ἐς κόσμον καὶ κάλλος — ἐνενόησα ὡς ἄμεινον εἴη ὀλίγον ὅσον τοῦ πηλοῦ λαβόντα ζῷά τινα συστήσασθαι καὶ ἀναπλάσαι τὰς μορφὰς μὲν ἡμῖν αὐτοῖς προσεοικότα· καὶ γὰρ ἐνδεῖν τι ᾤμην τῷ θείῳ, μὴ ὄντος τοῦ ἐναντίου αὐτῷ5 καὶ πρὸς ὃ ἔμελλεν ἡ ἐξέτασις γιγνομένη εὐδαιμονέστερον ἀποφαίνειν αὐτό· θνητὸν μέντοι εἶναι τοῦτο, εὐμηχανώτατον δʼ ἄλλως καὶ συνετώτατον καὶ τοῦ βελτίονος αἰσθανόμενον.

プロメテウス: かつて――このようにすれば、私が人間に関する物事を作り変え新しくしたことで、何かしら罪を犯したかどうかがより容易に明らかになるだろうが――かつてはただ、神的な、天上の種族だけが存在していた。地は荒涼として形のないものであり、いたるところ野生の森に覆われ、神々の祭壇も神殿も――あるはずがないではないか――木像も、その他、今や至る所で細心の注意を払って崇められているようなものは何もなかったのだ。しかし私は――というのも私は常に共同の利益のためにあらかじめ策を練り、神々の栄光がいかにして増大し、その他のあらゆるものが秩序と美においていかに発展するかを考えているからだが――粘土を少しばかり取って、いくつかの生き物を組織し、我々自身に似た姿に形作るのがより良いと考えたのだ。実際、神的なものには何かが欠けていると私は思った。それに対する反対のものが存在せず、それと比較検討されることによって、神的なものをより幸福であると示すことができないならば。もっとも、この生き物は死すべきものであるが、きわめて機知に富み、賢く、より優れたものを理解するものであるが。

§13

Προμηθεύς καὶ δὴ κατὰ τὸν ποιητικὸν λόγον γαῖαν ὕδει φύρας καὶ διαμαλάξας ἀνέπλασα τοὺς ἀνθρώπους, ἔτι καὶ τὴν Ἀθηνᾶν παρακαλέσας συνεπιλαβέσθαι μοι τοῦ ἔργου. ταῦτά ἐστιν ἃ μεγάλα ἐγὼ τοὺς θεοὺς ἠδίκηκα. καὶ τὸ ζημίωμα ὁρᾷς ἡλίκον, εἰ ἐκ πηλοῦ ζῷα ἐποίησα καὶ τὸ τέως ἀκίνητον εἰς κίνησιν ἤγαγον· καί, ὡς ἔοικε, τὸ ἀπʼ ἐκείνου ἧττον θεοί εἰσιν οἱ θεοί, διότι καὶ ἐπὶ γῆς τινα θνητὰ ζῷα γεγένηται· οὕτω γὰρ δὴ καὶ ἀγανακτεῖ νῦν ὁ Ζεὺς ὥσπερ ἐλαττουμένων τῶν θεῶν ἐκ τῆς τῶν ἀνθρώπων γενέσεως, εἰ μὴ ἄρα τοῦτο δέδιε, μὴ καὶ οὗτοι ἐπανάστασιν ἐπʼ αὐτὸν βουλεύσωσι καὶ πόλεμον ἐξενέγκωσι πρὸς τοὺς θεοὺς ὥσπερ οἱ Γίγαντες. ἀλλʼ ὅτι μὲν δὴ οὐδὲν ἠδίκησθε, ὦ Ἑρμῆ, πρὸς ἐμοῦ καὶ τῶν ἔργων τῶν ἐμῶν, δῆλον· ἢ σὺ δεῖξον κἂν ἕν τι μικρότατον, κἀγὼ σιωπήσομαι καὶ δίκαια ἔσομαι πεπονθὼς6 πρὸς ὑμῶν.

プロメテウス: そして、詩人の言葉にあるように、「土を水でこねて」それをよく柔らかくし、さらにアテナにもこの仕事を手伝ってくれるよう求めて、私は人間を形作ったのだ。これが、私が神々に対して犯したという大いなる不正なのだ。そして、私が粘土から生き物を創り、それまで動かなかったものを運動へと導いたとすれば、その損失がいかに甚大であるかお前にも見えるだろう。そしてどうやら、それ以来、地の上にも死すべき生き物が生まれたという理由で、神々は以前ほど神ではなくなってしまったらしい。実際、ゼウスは今、人間の誕生によって神々の地位が低下したかのように怒り狂っている。あるいは、彼らが自分に対して反乱を企て、ギガンテスのように神々に対して戦争を仕掛けてくるのではないかと恐れているのでなければ。 しかし、ヘルメスよ、お前たちが私や私の行いによって何ら害を被っていないことは明らかだ。あるいは、極めて小さなことでもよいから一つでも示してみよ。そうすれば私は黙り、お前たちから受けた仕打ちが正当なものであったと認めよう。

構文注6 件
  1. 9τίθει

    動詞 τίθημι の現在能動態命令法2人称単数形。ここでは「(仮定として)置け」「仮定せよ」の意。プロメテウスが議論の前提として、より過酷な条件(肉の全体を盗んだこと)を仮定することを求めている。

  2. 9τὸ τοῦ λόγου

    対格の慣用語句で、「ことわざに言うように」という挿入表現。続く τῇ γῇ τὸν οὐρανὸν ἀναμεμῖχθαι (天地が掻き混ざる=大騒ぎになる)という比喩的な慣用表現を導入している。

  3. 10σταυροῦ

    刑罰の内容を表す属格(価値・価格の属格)。動詞 τιμήσαιτο(評価する、刑を科す)とともに用いられ、「十字架刑の刑罰をもって(料理人を)処する」という意味を表す。

  4. 11διττὴν ἔχον τὴν κατηγορίαν

    文頭の τοῦτο δέ にかかる主格分詞句であるが、主節の主動詞が οὐκ οἶδα(私は知らない)であるため、主格独立(nominativus pendens)の構造となっている。

  5. 12μὴ ὄντος τοῦ ἐναντίου αὐτῷ

    否定辞 μή を伴う属格独立構文(genitive absolute)。ここでは仮定の条件(「もしそれに対する対立物が存在しないならば」)を表している。

  6. 13δίκαια ἔσομαι πεπονθώς

    完了分詞 πεπονθώς と未来時制の助動詞 ἔσομαι による未来完了能動態の婉曲表現。「私は正当な報いを受けた状態にあるだろう」、すなわち「私の被った処罰は正当であったことになるだろう」という意味。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0062.tlg020.humanitext-grc2:9-13