Humanitext Reader

琉善 · 普罗米修斯 §18-21

盗火辩护与普罗米修斯获释的预言

第 5 段,共 5 段 · 希腊语

内容简介

普罗米修斯辩称,他盗火不仅未使众神蒙受损失,反倒为他们带来了祭祀的烟气。赫耳墨斯赞叹其雄辩并警告宙斯的愤怒,而普罗米修斯则预言自己终将因底比斯射手以及关于特提斯的秘密而获释。

§18Προμηθεύς ἤδη δὲ καὶ ἐπὶ τὸ πῦρ, εἰ δοκεῖ, μέτειμι καὶ τὴν ἐπονείδιστον ταύτην κλοπήν.
普罗米修斯现在,如果你们同意,我将转向谈谈火以及那场备受指责的偷窃。
καὶ πρὸς θεῶν τοῦτό μοι ἀπόκριναι μηδὲν ὀκνήσας· ἔσθʼ ὅ τι ἡμεῖς τοῦ πυρὸς ἀπολωλέκαμεν, ἐξ οὗ καὶ παρʼ ἀνθρώποις ἐστίν;
看在众神的份上,请毫不犹豫地回答我这个问题:自从人类也拥有了火以来,我们在火上损失了什么吗?
οὐκ ἂν εἴποις.
你无法这样说。
αὕτη γάρ, οἶμαι, φύσις τουτουὶ τοῦ κτήματος, οὐδέν τι ἔλαττον γίγνεται, εἰ καί τις ἄλλος αὐτοῦ μεταλάβοι· οὐ γὰρ ἀποσβέννυται ἐναυσαμένου τινός·
因为我认为,这份财产的性质就是这样:即使其他人也分享了它,它也绝不会减少一分一毫;因为当有人从它那里引火时,它并不会熄灭。
φθόνος δὲ δὴ ἄντικρυς τὸ τοιοῦτο, ἀφʼ ὧν μηδὲν ὑμεῖς ἠδίκησθε, τούτων κωλύειν μεταδιδόναι τοῖς δεομένοις.
然而,对于那些你们没有受到任何损害的东西,却阻止将它们分享给有需要的人,这完全是赤裸裸的嫉妒。
καίτοι θεούς γε ὄντας ἀγαθοὺς εἶναι χρὴ καὶ δωτῆρας ἑάων καὶ ἔξω φθόνου παντὸς ἑστάναι·
可是,作为神明,本应当是善良的,是“好东西的给予者”,并且应该超脱于一切嫉妒之外。
ὅπου γε καὶ εἰ τὸ πᾶν τοῦτο πῦρ ὑφελόμενος κατεκόμισα ἐς τὴν γῆν μηδʼ ὅλως τι αὐτοῦ καταλιπών, οὐ μεγάλα ὑμᾶς ἠδίκουν· οὐδὲν γὰρ ὑμεῖς δεῖσθε αὐτοῦ μήτε ῥιγοῦντες μήτε ἕψοντες τὴν ἀμβροσίαν μήτε φωτὸς ἐπιτεχνητοῦ δεόμενοι.
事实上,即使我把这所有的火都偷走并带到大地上,一点也没有留下,我也没有极大地损害你们;因为你们根本不需要它,你们既不挨冻,也不需要煮神粮,更不需要人工的光明。
§19Προμηθεύς οἱ δὲ ἄνθρωποι καὶ εἰς τὰ ἄλλα μὲν ἀναγκαίῳ χρῶνται τῷ πυρί, μάλιστα δὲ ἐς τὰς θυσίας, ὅπως ἔχοιεν κνισᾶν τὰς ἀγυιὰς καὶ τοῦ λιβανωτοῦ θυμιᾶν καὶ τὰ μηρία καίειν ἐπὶ τῶν βωμῶν.
普罗米修斯而人类在其他事情上虽然也将火作为必需品使用,但最主要是用于祭祀,以便他们能够让街道充满牺牲的脂香,焚烧乳香,并在祭坛上焚烧大腿骨。
ὁρῶ δέ γε ὑμᾶς μάλιστα χαίροντας τῷ καπνῷ καὶ τὴν εὐωχίαν ταύτην ἡδίστην οἰομένους, ὁπόταν εἰς τὸν οὐρανὸν ἡ κνῖσα παραγένηται ἑλισσομένη περὶ καπνῷ.
我看到你们最喜欢这烟气,并认为当脂香“卷着烟雾”到达天庭时,这是最甜美的盛宴。
ἐναντιωτάτη τοίνυν ἡ μέμψις αὕτη ἂν γένοιτο τῇ ὑμετέρᾳ ἐπιθυμίᾳ.
因此,这种指责与你们自己的欲望完全相反。
θαυμάζω δὲ ὅπως οὐχὶ καὶ τὸν ἥλιον κεκωλύκατε καταλάμπειν αὐτούς· καίτοι πῦρ καὶ οὗτός ἐστι πολὺ θειότερόν τε καὶ πυρωδέστερον.
但我很奇怪,你们怎么没有也禁止太阳照耀他们;然而太阳也是一种远为神圣、更为炽热的火。
ἢ κἀκεῖνον αἰτιᾶσθε ὡς σπαθῶντα ὑμῶν τὸ κτῆμα;
难道你们也指责他是在挥霍你们的财产吗?
εἴρηκα.
我说完了。
σφὼ δέ, ὦ Ἑρμῆ καὶ Ἥφαιστε, εἴ τι μὴ καλῶς εἰρῆσθαι δοκεῖ, διευθύνετε καὶ ἐξελέγχετε, κἀγὼ αὖθις ἀπολογήσομαι.
赫耳墨斯和赫斐斯托斯,如果你们觉得有什么说得不妥的地方,就请指正并驳斥,我也将再次进行辩护。
§20Ἑρμῆς οὐ ῥᾴδιον, ὦ Προμηθεῦ, πρὸς οὕτω γενναῖον σοφιστὴν ἁμιλλᾶσθαι·
赫耳墨斯普罗米修斯,要和如此高超的诡辩家竞争可不容易。
πλὴν ἀλλὰ ὤνησο, διότι μὴ καὶ ὁ Ζεὺς ταῦτα ἐπήκουσέ σου· εὖ γὰρ οἶδα, ἑκκαίδεκα γῦπας ἂν ἐπέστησέ σοι τὰ ἔγκατα ἐξαιρήσοντας· οὕτω δεινῶς αὐτοῦ κατηγόρηκας ἀπολογεῖσθαι δοκῶν.
不过,幸好宙斯没有听到你说的这些话;因为我很清楚,他一定会派十六只秃鹰来剖出你的内脏;你表面上是在为自己辩护,实际上却对他进行了如此严厉的控诉。
ἐκεῖνο δέ γε θαυμάζω, ὅπως μάντις ὢν οὐ προεγίγνωσκες ἐπὶ τούτοις κολασθησόμενος.
但我很奇怪,你既然是个预言家,怎么没有预先知道你会因为这些事受到惩罚?
Προμηθεύς ἠπιστάμην, ὦ Ἑρμῆ, καὶ ταῦτα μὲν καὶ ὅτι ἀπολυθήσομαι αὖθις οἶδα, καὶ ἤδη γέ τις ἐκ Θηβῶν ἀφίξεται σὸς ἀδελφὸς οὐκ εἰς μακρὰν κατατοξεύσων ὃν φὴς ἐπιπτήσεσθαί μοι τὸν ἀετόν.
普罗米修斯赫耳墨斯,我知道,这些事我都知道,而且我知道我还会再次获得释放;不久就会有一个来自底比斯、你的兄弟来到这里,用箭射落你所说的那只将会飞向我的鹰。
Ἑρμῆς εἰ γὰρ γένοιτο, ὦ Προμηθεῦ, ταῦτα καὶ ἐπίδοιμί σε λελυμένον, κοινῇ σὺν ἡμῖν εὐωχούμενον, οὐ μέντοι καὶ κρεανομοῦντά γε.
赫耳墨斯普罗米修斯,但愿这些能够实现,我能看到你获得释放,和我们一起享用宴席,不过,绝不是由你来分肉。
§21Προμηθεύς θάρρει·
普罗米修斯放心吧。
καὶ συνευωχήσομαι ὑμῖν καὶ ὁ Ζεὺς λύσει με οὐκ ἀντὶ μικρᾶς εὐεργεσίας.
我会和你们一起享用宴席,而且宙斯释放我,绝不是因为微不足道的恩惠。
Ἑρμῆς τίνος ταύτης;
赫耳墨斯是什么恩惠呢?
μὴ γὰρ ὀκνήσῃς εἰπεῖν.
别不好意思说出来。
Προμηθεύς οἶσθα, ὦ Ἑρμῆ, τὴν Θέτιν;
普罗米修斯赫耳墨斯,你知道特提斯吗?
ἀλλʼ οὐ χρὴ λέγειν·
不过,不该说出来。
φυλάττειν γὰρ ἄμεινον τὸ ἀπόρρητον, ὡς μισθὸς εἴη καὶ λύτρα μοι ἀντὶ τῆς καταδίκης.
因为保守这个秘密更好,这样它就能成为我的报酬和身代金,来抵消我的罪刑。
Ἑρμῆς ἀλλὰ φύλαττε, ὦ Τιτάν, εἰ τοῦτʼ ἄμεινον.
赫耳墨斯那就保守它吧,提坦,如果这样更好的话。
ἡμεῖς δὲ ἀπίωμεν, ὦ Ἥφαιστε· καὶ γὰρ ἤδη πλησίον οὑτοσὶ ὁ ἀετός.
赫斐斯托斯,我们走吧;因为那只鹰已经很近了。
ὑπόμενε οὖν καρτερῶς· εἴη δέ γε ἤδη σοι τὸν Θηβαῖον ὃν φὴς τοξότην ἐπιφανῆναι, ὡς παύσειέ σε ἀνατεμνόμενον ὑπὸ τοῦ ὀρνέου.
所以你且坚强地忍耐着;但愿你所说的那位底比斯射手能立刻显现,好结束你被那只猛禽剖开身体的痛苦。

词汇与语法注释

  1. 18οὐ μεγάλα ὑμᾶς ἠδίκουν — 无 ἄν 的虚拟/非事实条件主句。虽然过去非事实条件句的主句(归结句)通常需要 ἄν,但在此处省略了 ἄν,以使结论显得更加断定和生动。
  2. 18δωτῆρας ἑάων — δωτῆρας 是 δωτήρ(给予者)的复数宾格形式。ἑάων 是史诗形容词 ἐύς(好的)的复数属格形式,构成了荷马史诗中的固定公式化表达(“好东西的给予者们”),带有古雅的文风。
  3. 20ὤνησο, διότι μὴ — ὤνησο 是 ὀνίνημι 的第二不定过去时中间介词单数命令式(意为“你走运了”)。后面的 διότι(διότι)从句表示原因,但使用了主观否定词 μή 而非客观否定词 οὐ,这表明宙斯未听见这一事实是被说话者主观地视为一种幸运的设定。
  4. 20ἐξαιρήσοντας — 动词 ἐξαιρέω 的将来时主动分词复数宾格形式。在此用作表示目的的将来时分词(“为了剖出”),修饰前文的名词 γῦπας(秃鹰)。

引用这一段

琉善, 普罗米修斯 §18-21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg020.humanitext-grc2:18-21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。