Humanitext Reader

琉善 · 梦或公鸡 §26-28

动物的生活与窥探富家的神羽

第 10 段,共 11 段 · 希腊语

内容简介

米库洛斯在听到僭主统治的可怕之后,重新认识到自己鞋匠职业的安全性,并询问动物的生活。公鸡解释说动物的生活没有人类那样烦心,为了治疗米库洛斯对财富的渴望,公鸡提供了一根神奇的尾羽,使他能够隐身拜访富人的家。

§26Μίκυλλος ἄπαγε, δεινὰ ταῦτα φής, ὦ ἀλεκτρυών.
米库洛斯得了吧,公鸡,你说的这些真可怕。
ἐμοὶ γοῦν πολὺ ἀσφαλέστερον σκυτοτομεῖν ἐπικεκυφότα ἢ πίνειν ἀπὸ χρυσῆς φιάλης κωνείῳ ἢ ἀκονίτῳ συνανακραθεῖσαν φιλοτησίαν·
对我来说,弯着腰补鞋,也要比用金杯饮下混有毒参或乌头的“友谊之杯”安全得多。
ὁ γοῦν κίνδυνος ἐμοὶ μέν, εἰ παρολίσθοι τὸ σμιλίον καὶ ἁμάρτοι τῆς τομῆς τῆς ἐπʼ εὐθύ, ὀλίγον τι αἱμάξαι τοὺς δακτύλους ἐντεμόντα· οἱ δέ, ὡς φής, θανάσιμα εὐωχοῦνται, καὶ ταῦτα μυρίοις κακοῖς συνόντες.
因为对我而言,危险顶多是当小刀滑落、没有切直时,割伤手指流一点血;而他们,正如你所说,是在享用致命的筵席,而且还伴随着无数的灾祸。
εἶτʼ ἐπειδὰν πέσωσιν, ὅμοιοι μάλιστα φαίνονται τοῖς τραγικοῖς ὑποκριταῖς, ὧν πολλοὺς ἰδεῖν ἔνεστι τέως μὲν Κέκροπας δῆθεν ὄντας ἢ Σισύφους ἢ Τηλέφους, διαδήματα ἔχοντας καὶ ξίφη ἐλεφαντόκωπα καὶ ἐπίσειστον κόμην καὶ χλαμύδα χρυσόπαστον, ἢν δέ, οἷα πολλὰ γίνεται, κενεμβατήσας τις αὐτῶν ἐν μέσῃ τῇ σκηνῇ καταπέσῃ, γέλωτα δηλαδὴ παρέχει τοῖς θεαταῖς τοῦ προσωπείου μὲν συντριβέντος αὐτῷ διαδήματι, ᾑμαγμένης δὲ τῆς ἀληθοῦς κεφαλῆς τοῦ ὑποκριτοῦ καὶ τῶν σκελῶν ἐπὶ πολὺ γυμνουμένων, ὡς τῆς τε ἐσθῆτος τὰ ἔνδοθεν φαίνεσθαι ῥάκια δύστηνα ὄντα καὶ τῶν ἐμβατῶν τὴν ὑπόδεσιν ἀμορφοτάτην καὶ οὐχὶ κατὰ λόγον τοῦ ποδός.
一旦他们倒下,看起来极像那些悲剧演员,常能见到他们一度扮演着凯克洛普斯、西绪福斯或泰勒福斯,戴着王冠、执着象牙柄的宝剑、戴着飘动的假发、披着织金的斗篷。 然而,如经常发生的那样,如果其中有人在舞台中央踩空跌倒,自然会给观众留下笑柄:面具连同王冠一同被摔碎,演员自己真正的头部鲜血直流,双腿大半裸露在外,以至于能看到衣服里面尽是些可怜的破烂抹布,而且高底靴的绑扎也极不合脚、极不雅观。
ὁρᾷς ὅπως με καὶ εἰκάζειν ἐδίδαξας ἤδη, ὦ βέλτιστε ἀλεκτρυών;
亲爱的人,你看到你已经教会我如何作比喻了吗,最优秀的公鸡?
ἀλλὰ τυραννὶς μὲν τοιοῦτόν τι ὤφθη οὖσα.
不过,僭主的统治确实被看作是这样的东西。
ἵππος δὲ ἢ κύων ἢ ἰχθὺς ἢ βάτραχος ὁπότε γένοιο, πῶς ἔφερες ἐκείνην τὴν διατριβήν;
而当你变成马、狗、鱼或青蛙的时候,你是如何度过那段生活的?
§27Ἀλεκτρυών μακρὸν τοῦτον ἀνακινεῖς τὸν λόγον καὶ οὐ τοῦ παρόντος καιροῦ·
公鸡你提起了一个很长的话题,而且不合时宜。
πλὴν τό γε κεφάλαιον, οὐδεὶς ὅστις οὐκ ἀπραγμονέστερος τῶν βίων ἔδοξέ μοι τοῦ ἀνθρωπείου, μόναις ταῖς φυσικαῖς ἐπιθυμίαις καὶ χρείαις συμμεμετρημένος·
但简而言之,在我看来,没有哪种生活不比人类的生活更省心,因为动物的生活只与自然的需求和欲望相称。
τελώνην δὲ ἵππον ἢ συκοφάντην βάτραχον ἢ σοφιστὴν κολοιὸν ἢ ὀψοποιὸν κώνωπα ἢ κίναιδον ἀλεκτρυόνα καὶ τἆλλα ὅσα ὑμεῖς ἐπιτηδεύετε, οὐκ ἂν ἴδοις ἐν ἐκείνοις.
你绝不会在它们中间看到收税的马、诬告的青蛙、诡辩的寒鸦、做厨子的蚊子或充当男娼的公鸡,以及你们人类所从事的其他一切恶行。
§28Μίκυλλος ἀληθῆ ἴσως ταῦτα, ὦ ἀλεκτρυών.
米库洛斯公鸡啊,这或许是真的。
ἐγὼ δὲ ὃ πέπονθα οὐκ αἰσχύνομαι πρὸς σὲ εἰπεῖν· οὐδέπω δύναμαι ἀπομαθεῖν τὴν ἐπιθυμίαν ἣν ἐκ παίδων εἶχον πλούσιος γενέσθαι, ἀλλὰ μὴν καὶ τοὐνύπνιον ἔτι πρὸ τῶν ὀφθαλμῶν ἕστηκεν ἐπιδεικνύμενον τὸ χρυσίον, καὶ μάλιστα ἐπὶ τῷ καταράτῳ Σίμωνι ἀποπνίγομαι τρυφῶντι ἐν ἀγαθοῖς τοσούτοις.
但我并不羞于向你倾诉我的遭遇:我至今仍无法忘却从小就有的发财渴望,而且那个梦依然立在我的眼前,向我展示着黄金,特别是那个该死的西蒙在如此多的财富中奢华度日,真让我气得窒息。
Ἀλεκτρυών ἐγώ σε ἰάσομαι, ὦ Μίκυλλε·
公鸡我会治好你的,米库洛斯。
καὶ ἐπείπερ ἔτι νύξ ἐστιν, ἐξαναστὰς ἕπου μοι·
既然现在还是黑夜,起来跟我来吧。
ἀπάξω γάρ σε παρʼ αὐτὸν ἐκεῖνον τὸν Σίμωνα καὶ εἰς τὰς τῶν ἄλλων πλουσίων οἰκίας. ὡς ἴδοις οἷα τὰ παρʼ αὐτοῖς ἐστι.
我会带你到那个西蒙本人那里,以及其他富人的家里,让你看看他们那里的情况。
Μίκυλλος πῶς τοῦτο, κεκλεισμένων τῶν θυρῶν;
米库洛斯门都关着,这怎么可能?
εἰ μὴ καὶ τοιχωρυχεῖν γε σύ με ἀναγκάσεις.
除非你要强迫我去掘墙盗窃。
Ἀλεκτρυών οὐδαμῶς, ἀλλʼ ὁ Ἑρμῆς, οὗπερ ἱερός εἰμι, ἐξαίρετον ἔδωκέ μοι τοῦτο, ἤν τις τὸ οὐραῖον πτερὸν τὸ μήκιστον, ὃ διʼ ἁπαλότητα ἐπικαμπές ἐστι — Μίκυλλος δύο δʼ ἔστι σοι τοιαῦτα.
公鸡绝非如此。 我是赫尔墨斯的神使,他给了我特权:如果有人拔下我尾部最长的那根羽毛——那根因为柔嫩而弯曲的羽毛—— 米库洛斯但你这样的羽毛有两根啊。
Ἀλεκτρυών τὸ δεξιὸν τοίνυν ὅτῳ ἂν ἐγὼ ἀποσπάσαι παράσχω καὶ ἔχειν, ἐς ὅσον ἂν βούλωμαι ἀνοίγειν τε ὁ τοιοῦτος πᾶσαν θύραν δύναται καὶ ὁρᾶν ἅπαντα οὐχ ὁρώμενος αὐτός.
公鸡那么右边那根,只要我允许谁拔下并持有它,在我允许的期间,这个人就能打开所有的门,看到一切,而自己不被看见。
Μίκυλλος ἐλελήθεις με, ὦ ἀλεκτρυών, καὶ σὺ γόης ὤν.
米库洛斯公鸡啊,我真没想到你还是个术士。
ἐμοὶ δʼ οὖν ἢν τοῦτο ἅπαξ παράσχῃς, ὄψει τὰ Σίμωνος πάντα ἐν βραχεῖ δεῦρο μετενηνεγμένα·
不管怎样,只要你把这个给我一次,你很快就会看到西蒙的所有财产都被搬到这里。
μετοίσω γὰρ αὐτὰ παρεισελθών, ὁ δὲ αὖθις περιτρώξεται ἀποτείνων τὰ καττύματα.
因为我会潜入进去把它们运过来,而他则会重新去啃他的皮革,拉长他的补丁。
Ἀλεκτρυών οὐ θέμις γενέσθαι τοῦτο·
公鸡这可万万使不得。
παρήγγειλε γὰρ ὁ Ἑρμῆς, ἤν τι τοιοῦτον ἐργάσηται ὁ ἔχων τὸ πτερόν, ἀναβοήσαντά με καταφωρᾶσαι αὐτόν.
因为赫尔墨斯曾嘱咐,如果拥有羽毛的人做出这种事,我就要大声叫唤,当场揭发他。
Μίκυλλος ἀπίθανον λέγεις, κλέπτην τὸν Ἑρμῆν αὐτὸν ὄντα τοῖς ἄλλοις φθονεῖν τοῦ τοιούτου.
米库洛斯你这话真令人难以置信,赫尔墨斯自己就是个小偷,却会嫉妒别人做这种事。
ἀπίωμεν δʼ ὅμως· ἀφέξομαι γὰρ τοῦ χρυσίου, ἢν δύνωμαι.
不过,我们还是走吧,如果我办得到的话,我会克制自己不去碰黄金的。
Ἀλεκτρυών ἀπότιλον, ὦ Μίκυλλε, πρότερον τὸ πτίλον τί τοῦτο;
公鸡米库洛斯,先拔下羽毛吧——这是怎么回事?
ἄμφω ἀπέτιλας.
你把两根都拔了!
Μίκυλλος ἀσφαλέστερον οὕτως, ὦ ἀλεκτρυών, καὶ σοὶ ἧττον ἂν ἄμορφον τὸ πρᾶγμα εἴη, ὡς μὴ χωλεύοις διὰ θάτερον τῆς οὐρᾶς μέρος.
米库洛斯这样更安全,公鸡,而且对你来说也不那么难看,省得你因为尾巴的一侧缺了羽毛而一瘸一拐。

词汇与语法注释

  1. ¦p.v.2.p.226¦ἐμοὶ ... πολὺ ἀσφαλέστερον σκυτοτομεῖν ἐπικεκυφότα ἢ πίνειν ... φιλοτησίαν — 比较级形容词 ἀσφαλέστερον(更安全)通过 ἤ(比)连接了两个不定式 σκυτοτομεῖν 和 πίνειν。前一个不定式的逻辑主语通过宾格分词 ἐπικεκυφότα(弯着腰)来表示,尽管控制句中使用了与格 ἐμοὶ,这体现了宾格不定式结构的同化作用。
  2. ¦p.v.2.p.226¦τοῖς τραγικοῖς ὑποκριταῖς, ὧν πολλοὺς ἰδεῖν ἔνεστι — 无人称动词 ἔνεστι(能够)与不定式 ἰδεῖν(看见)连用,表示“可以看见他们中的许多人”。属格关系代词 ὧν 作为部分属格修饰 πολλούς。
  3. ¦p.v.2.p.228¦οὐδείς ἐστιν ὅστις οὐκ ... ἔδοξέ μοι — 表达 οὐδείς ὅστις οὐκ 是一个标准的双重否定表示强烈肯定的惯用语(没有人不……)。此处用于修饰从句,意思是“在我看来,没有哪种[动物的]生活不比人类的生活更省心”(即所有动物的生活都更省心)。
  4. ¦p.v.2.p.228¦τὸ δεξιὸν τοίνυν ὅτῳ ἂν ἐγὼ ἀποσπάσαι παράσχω — 含有一般条件关系从句 ὅτῳ ἂν,搭配 παρέχω 的不定过去时虚拟式 παράσχω(允许、提供)。它与主动不定式 ἀποσπάσαι(拔下)连用,意思是“无论我允许谁拔下[右边的羽毛]”。

引用这一段

琉善, 梦或公鸡 §26-28. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg019.humanitext-grc2:26-28

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。