§26Μίκυλλος
ἄπαγε, δεινὰ ταῦτα φής, ὦ ἀλεκτρυών.
Μίκυλλος 冗談じゃない、恐ろしいことを言うね、雄鶏よ。
ἐμοὶ γοῦν πολὺ ἀσφαλέστερον σκυτοτομεῖν ἐπικεκυφότα ἢ πίνειν ἀπὸ χρυσῆς φιάλης κωνείῳ ἢ ἀκονίτῳ συνανακραθεῖσαν φιλοτησίαν·
私にとっては、身をかがめて靴を繕っている方が、黄金の杯からドクニンジンやカブトソウの混ざった祝杯を飲むよりもはるかに安全だ。
ὁ γοῦν κίνδυνος ἐμοὶ μέν, εἰ παρολίσθοι τὸ σμιλίον καὶ ἁμάρτοι τῆς τομῆς τῆς ἐπʼ εὐθύ, ὀλίγον τι αἱμάξαι τοὺς δακτύλους ἐντεμόντα·
なぜなら、私にとっての危険といえば、もし小刀が滑って真っ直ぐな切れ目を外してしまっても、指を少し切って血を流すだけだからだ。
οἱ δέ, ὡς φής, θανάσιμα εὐωχοῦνται, καὶ ταῦτα μυρίοις κακοῖς συνόντες.
一方で彼らは、お前の言うように、死を招く御馳走を食べている。 それも、無数の災いに取り囲まれながら。
εἶτʼ ἐπειδὰν πέσωσιν, ὅμοιοι μάλιστα φαίνονται τοῖς τραγικοῖς ὑποκριταῖς, ὧν πολλοὺς ἰδεῖν ἔνεστι τέως μὲν Κέκροπας δῆθεν ὄντας ἢ Σισύφους ἢ Τηλέφους, διαδήματα ἔχοντας καὶ ξίφη ἐλεφαντόκωπα καὶ ἐπίσειστον κόμην καὶ χλαμύδα χρυσόπαστον, ἢν δέ, οἷα πολλὰ γίνεται, κενεμβατήσας τις αὐτῶν ἐν μέσῃ τῇ σκηνῇ καταπέσῃ, γέλωτα δηλαδὴ παρέχει τοῖς θεαταῖς τοῦ προσωπείου μὲν συντριβέντος αὐτῷ διαδήματι, ᾑμαγμένης δὲ τῆς ἀληθοῦς κεφαλῆς τοῦ ὑποκριτοῦ καὶ τῶν σκελῶν ἐπὶ πολὺ γυμνουμένων, ὡς τῆς τε ἐσθῆτος τὰ ἔνδοθεν φαίνεσθαι ῥάκια δύστηνα ὄντα καὶ τῶν ἐμβατῶν τὴν ὑπόδεσιν ἀμορφοτάτην καὶ οὐχὶ κατὰ λόγον τοῦ ποδός.
そして彼らが倒れるときには、まさに悲劇の役者たちのように見える。 その役者たちの多くは、普段はケクロプスやシシュポスやテレポスを演じ、王冠をかぶり、象牙の柄の剣を持ち、なびく髪をつけ、金糸の織り込まれた外套をまとっているが、よくあることだが、彼らの誰かが舞台の真ん中で足を踏み外して転倒すると、見物人たちに大笑いを提供する。 仮面は王冠もろとも砕け散り、役者の本物の頭は血を流し、両足は広く露わになる。 それによって、衣服の内側はみすぼらしいボロ切れであることが分かり、高底靴の履き方もこの上なく不格好で足の大きさに合っていないことが露呈するのだ。
ὁρᾷς ὅπως με καὶ εἰκάζειν ἐδίδαξας ἤδη, ὦ βέλτιστε ἀλεκτρυών;
親愛なる雄鶏よ、お前が私にすでに比喩を使うことを教えてくれたのが分かるだろう?
ἀλλὰ τυραννὶς μὲν τοιοῦτόν τι ὤφθη οὖσα.
だが、僭主の支配とはまさにそのようなものとして現れたのだ。
ἵππος δὲ ἢ κύων ἢ ἰχθὺς ἢ βάτραχος ὁπότε γένοιο, πῶς ἔφερες ἐκείνην τὴν διατριβήν;
ところでお前が馬や犬や魚や蛙になったときには、その暮らしをどうやって過ごしていたのかね?
§27Ἀλεκτρυών
μακρὸν τοῦτον ἀνακινεῖς τὸν λόγον καὶ οὐ τοῦ παρόντος καιροῦ·
Ἀλεκτρυών お前はまた長く、今の時期にはそぐわない話を持ち出すものだ。
πλὴν τό γε κεφάλαιον, οὐδεὶς ὅστις οὐκ ἀπραγμονέστερος τῶν βίων ἔδοξέ μοι τοῦ ἀνθρωπείου, μόναις ταῖς φυσικαῖς ἐπιθυμίαις καὶ χρείαις συμμεμετρημένος·
しかし、要するに、どの動物の生も人間の生より煩わしさが少ないと私には思われた。 自然な欲求と必要だけに釣り合っているからだ。
τελώνην δὲ ἵππον ἢ συκοφάντην βάτραχον ἢ σοφιστὴν κολοιὸν ἢ ὀψοποιὸν κώνωπα ἢ κίναιδον ἀλεκτρυόνα καὶ τἆλλα ὅσα ὑμεῖς ἐπιτηδεύετε, οὐκ ἂν ἴδοις ἐν ἐκείνοις.
収税吏の馬、密告者の蛙、ソフィストのコクマルガラス、料理人の蚊、男娼の雄鶏、そしてお前たち人間が営むその他すべての悪徳を、彼らの中に見ることはないだろう。
§28Μίκυλλος
ἀληθῆ ἴσως ταῦτα, ὦ ἀλεκτρυών.
Μίκυλλος それは本当かもしれないね、雄鶏よ。
ἐγὼ δὲ ὃ πέπονθα οὐκ αἰσχύνομαι πρὸς σὲ εἰπεῖν·
しかし私の抱いている気持ちを、お前に話すのを私は恥じない。
οὐδέπω δύναμαι ἀπομαθεῖν τὴν ἐπιθυμίαν ἣν ἐκ παίδων εἶχον πλούσιος γενέσθαι, ἀλλὰ μὴν καὶ τοὐνύπνιον ἔτι πρὸ τῶν ὀφθαλμῶν ἕστηκεν ἐπιδεικνύμενον τὸ χρυσίον, καὶ μάλιστα ἐπὶ τῷ καταράτῳ Σίμωνι ἀποπνίγομαι τρυφῶντι ἐν ἀγαθοῖς τοσούτοις.
子供の頃から抱いている、金持ちになりたいという欲望を私は未だに捨て去ることができない。 それに、あの夢がまだ目の前に立っていて、私に金を見せびらかしている。 特に、あの忌々しいシモンがこれほどの幸運の中で贅沢三昧をしているのを見ると、私は悔しさで胸が張り裂けそうだ。
Ἀλεκτρυών
ἐγώ σε ἰάσομαι, ὦ Μίκυλλε·
Ἀλεκτρυών 私がお前を治してやろう、ミキュロス。
καὶ ἐπείπερ ἔτι νύξ ἐστιν, ἐξαναστὰς ἕπου μοι·
まだ夜なのだから、起きて私についてきなさい。
ἀπάξω γάρ σε παρʼ αὐτὸν ἐκεῖνον τὸν Σίμωνα καὶ εἰς τὰς τῶν ἄλλων πλουσίων οἰκίας.
お前をあのシモン本人のところや、他の金持ちたちの家に連れて行ってあげよう。
ὡς ἴδοις οἷα τὰ παρʼ αὐτοῖς ἐστι.
彼らの家庭のありさまを見られるように。
Μίκυλλος
πῶς τοῦτο, κεκλεισμένων τῶν θυρῶν;
Μίκυλλος どうやってそれをするんだ、戸が閉まっているのに?
εἰ μὴ καὶ τοιχωρυχεῖν γε σύ με ἀναγκάσεις.
お前は私に泥棒をさせる気じゃないだろうな。
Ἀλεκτρυών
οὐδαμῶς, ἀλλʼ ὁ Ἑρμῆς, οὗπερ ἱερός εἰμι, ἐξαίρετον ἔδωκέ μοι τοῦτο, ἤν τις τὸ οὐραῖον πτερὸν τὸ μήκιστον, ὃ διʼ ἁπαλότητα ἐπικαμπές ἐστι —
Μίκυλλος
δύο δʼ ἔστι σοι τοιαῦτα.
Ἀλεκτρυών とんでもない。 私が仕えているヘルメス様が、私に次のような特別な特権を与えてくださったのだ。 もし尾の一番長い羽を、その柔らかさのゆえに曲がっているあの羽を誰かがむしり取って持っているなら―― Μίκυλλος そのような羽はお前には二本あるが。
Ἀλεκτρυών
τὸ δεξιὸν τοίνυν ὅτῳ ἂν ἐγὼ ἀποσπάσαι παράσχω καὶ ἔχειν, ἐς ὅσον ἂν βούλωμαι ἀνοίγειν τε ὁ τοιοῦτος πᾶσαν θύραν δύναται καὶ ὁρᾶν ἅπαντα οὐχ ὁρώμενος αὐτός.
Ἀλεκτρυών では、その右の羽を、私がむしり取らせて持たせてやる。 私が望む間、その者はどんな扉でも開けることができ、自分は誰にも見られずにすべてを見ることができるのだ。
Μίκυλλος
ἐλελήθεις με, ὦ ἀλεκτρυών, καὶ σὺ γόης ὤν.
Μίκυλλος お前が魔術師でもあるとは知らなかったよ、雄鶏よ。
ἐμοὶ δʼ οὖν ἢν τοῦτο ἅπαξ παράσχῃς, ὄψει τὰ Σίμωνος πάντα ἐν βραχεῖ δεῦρο μετενηνεγμένα·
ともかく、それを一度私に与えてくれたら、すぐにシモンの財産がすべてこちらに移されるのを見るだろう。
μετοίσω γὰρ αὐτὰ παρεισελθών, ὁ δὲ αὖθις περιτρώξεται ἀποτείνων τὰ καττύματα.
私が忍び込んでそれらを運んでくるからだ。 そうすれば、あいつはまた靴底を引き伸ばしながら皮を齧ることになる。
Ἀλεκτρυών
οὐ θέμις γενέσθαι τοῦτο·
Ἀλεκτρυών そんなことは許されない。
παρήγγειλε γὰρ ὁ Ἑρμῆς, ἤν τι τοιοῦτον ἐργάσηται ὁ ἔχων τὸ πτερόν, ἀναβοήσαντά με καταφωρᾶσαι αὐτόν.
ヘルメス様は、もしその羽を持つ者がそのようなことをしたなら、私が大声で鳴いて彼を告発するように命じられたのだ。
Μίκυλλος
ἀπίθανον λέγεις, κλέπτην τὸν Ἑρμῆν αὐτὸν ὄντα τοῖς ἄλλοις φθονεῖν τοῦ τοιούτου.
Μίκυλλος あり得ない話だ。 ヘルメス自身が泥棒なのに、他人がそういうことをするのを禁じるなんて。
ἀπίωμεν δʼ ὅμως·
だが、まあ行こう。
ἀφέξομαι γὰρ τοῦ χρυσίου, ἢν δύνωμαι.
もしできるなら、金には手を出さないでおくよ。
Ἀλεκτρυών
ἀπότιλον, ὦ Μίκυλλε, πρότερον τὸ πτίλον τί τοῦτο; ἄμφω ἀπέτιλας.
Ἀλεκτρυών ミキュロスよ、まずは羽をむしり取りなさい――何をする、両方むしり取ったな!
Μίκυλλος
ἀσφαλέστερον οὕτως, ὦ ἀλεκτρυών, καὶ σοὶ ἧττον ἂν ἄμορφον τὸ πρᾶγμα εἴη, ὡς μὴ χωλεύοις διὰ θάτερον τῆς οὐρᾶς μέρος.
Μίκυλλος この方が安全だし、お前にとってもその方が格好が悪くないだろう、尾の片方だけが禿げて足を引きずらなくて済むからな。