← ルキアノス

夢またはにわとり

§26-28

動物の生と富者宅を覗く不思議な羽

ミキュロスは僭主の生活の恐ろしさを聞いて自身の靴職人の仕事の安全さを再認識し、動物の生について尋ねる。雄鶏は動物の生の方が自然で煩わしくないと答えた後、富を欲するミキュロスのために、他人の家を覗き見ることができる不思議な羽を提供する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§26

Μίκυλλος ἄπαγε, δεινὰ ταῦτα φής, ὦ ἀλεκτρυών. ἐμοὶ γοῦν πολὺ ἀσφαλέστερον σκυτοτομεῖν ἐπικεκυφότα ἢ πίνειν ἀπὸ χρυσῆς φιάλης κωνείῳ ἢ ἀκονίτῳ συνανακραθεῖσαν φιλοτησίαν·1 ὁ γοῦν κίνδυνος ἐμοὶ μέν, εἰ παρολίσθοι τὸ σμιλίον καὶ ἁμάρτοι τῆς τομῆς τῆς ἐπʼ εὐθύ, ὀλίγον τι αἱμάξαι τοὺς δακτύλους ἐντεμόντα· οἱ δέ, ὡς φής, θανάσιμα εὐωχοῦνται, καὶ ταῦτα μυρίοις κακοῖς συνόντες. εἶτʼ ἐπειδὰν πέσωσιν, ὅμοιοι μάλιστα φαίνονται τοῖς τραγικοῖς ὑποκριταῖς, ὧν πολλοὺς ἰδεῖν ἔνεστι2 τέως μὲν Κέκροπας δῆθεν ὄντας ἢ Σισύφους ἢ Τηλέφους, διαδήματα ἔχοντας καὶ ξίφη ἐλεφαντόκωπα καὶ ἐπίσειστον κόμην καὶ χλαμύδα χρυσόπαστον, ἢν δέ, οἷα πολλὰ γίνεται, κενεμβατήσας τις αὐτῶν ἐν μέσῃ τῇ σκηνῇ καταπέσῃ, γέλωτα δηλαδὴ παρέχει τοῖς θεαταῖς τοῦ προσωπείου μὲν συντριβέντος αὐτῷ διαδήματι, ᾑμαγμένης δὲ τῆς ἀληθοῦς κεφαλῆς τοῦ ὑποκριτοῦ καὶ τῶν σκελῶν ἐπὶ πολὺ γυμνουμένων, ὡς τῆς τε ἐσθῆτος τὰ ἔνδοθεν φαίνεσθαι ῥάκια δύστηνα ὄντα καὶ τῶν ἐμβατῶν τὴν ὑπόδεσιν ἀμορφοτάτην καὶ οὐχὶ κατὰ λόγον τοῦ ποδός. ὁρᾷς ὅπως με καὶ εἰκάζειν ἐδίδαξας ἤδη, ὦ βέλτιστε ἀλεκτρυών; ἀλλὰ τυραννὶς μὲν τοιοῦτόν τι ὤφθη οὖσα. ἵππος δὲ ἢ κύων ἢ ἰχθὺς ἢ βάτραχος ὁπότε γένοιο, πῶς ἔφερες ἐκείνην τὴν διατριβήν;

Μίκυλλος冗談じゃない、恐ろしいことを言うね、雄鶏よ。私にとっては、身をかがめて靴を繕っている方が、黄金の杯からドクニンジンやカブトソウの混ざった祝杯を飲むよりもはるかに安全だ。なぜなら、私にとっての危険といえば、もし小刀が滑って真っ直ぐな切れ目を外してしまっても、指を少し切って血を流すだけだからだ。一方で彼らは、お前の言うように、死を招く御馳走を食べている。それも、無数の災いに取り囲まれながら。そして彼らが倒れるときには、まさに悲劇の役者たちのように見える。その役者たちの多くは、普段はケクロプスやシシュポスやテレポスを演じ、王冠をかぶり、象牙の柄の剣を持ち、なびく髪をつけ、金糸の織り込まれた外套をまとっているが、よくあることだが、彼らの誰かが舞台の真ん中で足を踏み外して転倒すると、見物人たちに大笑いを提供する。仮面は王冠もろとも砕け散り、役者の本物の頭は血を流し、両足は広く露わになる。それによって、衣服の内側はみすぼらしいボロ切れであることが分かり、高底靴の履き方もこの上なく不格好で足の大きさに合っていないことが露呈するのだ。親愛なる雄鶏よ、お前が私にすでに比喩を使うことを教えてくれたのが分かるだろう? だが、僭主の支配とはまさにそのようなものとして現れたのだ。ところでお前が馬や犬や魚や蛙になったときには、その暮らしをどうやって過ごしていたのかね?

§27

Ἀλεκτρυών μακρὸν τοῦτον ἀνακινεῖς τὸν λόγον καὶ οὐ τοῦ παρόντος καιροῦ· πλὴν τό γε κεφάλαιον, οὐδεὶς ὅστις οὐκ ἀπραγμονέστερος τῶν βίων ἔδοξέ μοι3 τοῦ ἀνθρωπείου, μόναις ταῖς φυσικαῖς ἐπιθυμίαις καὶ χρείαις συμμεμετρημένος· τελώνην δὲ ἵππον ἢ συκοφάντην βάτραχον ἢ σοφιστὴν κολοιὸν ἢ ὀψοποιὸν κώνωπα ἢ κίναιδον ἀλεκτρυόνα καὶ τἆλλα ὅσα ὑμεῖς ἐπιτηδεύετε, οὐκ ἂν ἴδοις ἐν ἐκείνοις.

Ἀλεκτρυώνお前はまた長く、今の時期にはそぐわない話を持ち出すものだ。しかし、要するに、どの動物の生も人間の生より煩わしさが少ないと私には思われた。自然な欲求と必要だけに釣り合っているからだ。収税吏の馬、密告者の蛙、ソフィストのコクマルガラス、料理人の蚊、男娼の雄鶏、そしてお前たち人間が営むその他すべての悪徳を、彼らの中に見ることはないだろう。

§28

Μίκυλλος ἀληθῆ ἴσως ταῦτα, ὦ ἀλεκτρυών. ἐγὼ δὲ ὃ πέπονθα οὐκ αἰσχύνομαι πρὸς σὲ εἰπεῖν· οὐδέπω δύναμαι ἀπομαθεῖν τὴν ἐπιθυμίαν ἣν ἐκ παίδων εἶχον πλούσιος γενέσθαι, ἀλλὰ μὴν καὶ τοὐνύπνιον ἔτι πρὸ τῶν ὀφθαλμῶν ἕστηκεν ἐπιδεικνύμενον τὸ χρυσίον, καὶ μάλιστα ἐπὶ τῷ καταράτῳ Σίμωνι ἀποπνίγομαι τρυφῶντι ἐν ἀγαθοῖς τοσούτοις. Ἀλεκτρυών ἐγώ σε ἰάσομαι, ὦ Μίκυλλε· καὶ ἐπείπερ ἔτι νύξ ἐστιν, ἐξαναστὰς ἕπου μοι· ἀπάξω γάρ σε παρʼ αὐτὸν ἐκεῖνον τὸν Σίμωνα καὶ εἰς τὰς τῶν ἄλλων πλουσίων οἰκίας. ὡς ἴδοις οἷα τὰ παρʼ αὐτοῖς ἐστι. Μίκυλλος πῶς τοῦτο, κεκλεισμένων τῶν θυρῶν; εἰ μὴ καὶ τοιχωρυχεῖν γε σύ με ἀναγκάσεις. Ἀλεκτρυών οὐδαμῶς, ἀλλʼ ὁ Ἑρμῆς, οὗπερ ἱερός εἰμι, ἐξαίρετον ἔδωκέ μοι τοῦτο, ἤν τις τὸ οὐραῖον πτερὸν τὸ μήκιστον, ὃ διʼ ἁπαλότητα ἐπικαμπές ἐστι — Μίκυλλος δύο δʼ ἔστι σοι τοιαῦτα. Ἀλεκτρυών τὸ δεξιὸν τοίνυν ὅτῳ ἂν ἐγὼ ἀποσπάσαι παράσχω4 καὶ ἔχειν, ἐς ὅσον ἂν βούλωμαι ἀνοίγειν τε ὁ τοιοῦτος πᾶσαν θύραν δύναται καὶ ὁρᾶν ἅπαντα οὐχ ὁρώμενος αὐτός. Μίκυλλος ἐλελήθεις με, ὦ ἀλεκτρυών, καὶ σὺ γόης ὤν. ἐμοὶ δʼ οὖν ἢν τοῦτο ἅπαξ παράσχῃς, ὄψει τὰ Σίμωνος πάντα ἐν βραχεῖ δεῦρο μετενηνεγμένα· μετοίσω γὰρ αὐτὰ παρεισελθών, ὁ δὲ αὖθις περιτρώξεται ἀποτείνων τὰ καττύματα. Ἀλεκτρυών οὐ θέμις γενέσθαι τοῦτο· παρήγγειλε γὰρ ὁ Ἑρμῆς, ἤν τι τοιοῦτον ἐργάσηται ὁ ἔχων τὸ πτερόν, ἀναβοήσαντά με καταφωρᾶσαι αὐτόν. Μίκυλλος ἀπίθανον λέγεις, κλέπτην τὸν Ἑρμῆν αὐτὸν ὄντα τοῖς ἄλλοις φθονεῖν τοῦ τοιούτου. ἀπίωμεν δʼ ὅμως· ἀφέξομαι γὰρ τοῦ χρυσίου, ἢν δύνωμαι. Ἀλεκτρυών ἀπότιλον, ὦ Μίκυλλε, πρότερον τὸ πτίλον τί τοῦτο; ἄμφω ἀπέτιλας. Μίκυλλος ἀσφαλέστερον οὕτως, ὦ ἀλεκτρυών, καὶ σοὶ ἧττον ἂν ἄμορφον τὸ πρᾶγμα εἴη, ὡς μὴ χωλεύοις διὰ θάτερον τῆς οὐρᾶς μέρος.

Μίκυλλοςそれは本当かもしれないね、雄鶏よ。しかし私の抱いている気持ちを、お前に話すのを私は恥じない。子供の頃から抱いている、金持ちになりたいという欲望を私は未だに捨て去ることができない。それに、あの夢がまだ目の前に立っていて、私に金を見せびらかしている。特に、あの忌々しいシモンがこれほどの幸運の中で贅沢三昧をしているのを見ると、私は悔しさで胸が張り裂けそうだ。 Ἀλεκτρυών私がお前を治してやろう、ミキュロス。まだ夜なのだから、起きて私についてきなさい。お前をあのシモン本人のところや、他の金持ちたちの家に連れて行ってあげよう。彼らの家庭のありさまを見られるように。 Μίκυλλοςどうやってそれをするんだ、戸が閉まっているのに? お前は私に泥棒をさせる気じゃないだろうな。 Ἀλεκτρυώνとんでもない。私が仕えているヘルメス様が、私に次のような特別な特権を与えてくださったのだ。もし尾の一番長い羽を、その柔らかさのゆえに曲がっているあの羽を誰かがむしり取って持っているなら―― Μίκυλλοςそのような羽はお前には二本あるが。 Ἀλεκτρυώνでは、その右の羽を、私が誰であれむしり取って持つことを許すとしよう。私が望む間、その者はどんな扉でも開けることができ、自分は誰にも見られずにすべてを見ることができるのだ。 Μίκυλλοςお前が魔術師でもあるとは知らなかったよ、雄鶏よ。ともかく、それを一度私に与えてくれたら、すぐにシモンの財産がすべてこちらに移されるのを見るだろう。私が忍び込んでそれらを運んでくるからだ。そうすれば、あいつはまた靴底を引き伸ばしながら皮を齧ることになる。 Ἀλεκτρυώνそんなことは許されない。ヘルメス様は、もしその羽を持つ者がそのようなことをしたなら、私が大声で鳴いて彼を告発するように命じられたのだ。 Μίκυλλοςあり得ない話だ。ヘルメス自身が泥棒なのに、他人がそういうことをするのを禁じるなんて。だが、まあ行こう。もしできるなら、金には手を出さないでおくよ。 Ἀλεκτρυώνミキュロスよ、まずは羽をむしり取りなさい――何をする、両方むしり取ったな! Μίκυλλοςこの方が安全だし、お前にとってもその方が格好が悪くないだろう、尾の片方だけが禿げて足を引きずらなくて済むからな。

構文注4 件
  1. 26ἐμοὶ ... πολὺ ἀσφαλέστερον σκυτοτομεῖν ἐπικεκυφότα ἢ πίνειν ... φιλοτησίαν

    比較級の ἀσφαλέστερον(より安全である)の比較対象が ἤ(〜よりも)を介して σκυτοτομεῖν と πίνειν という2つの不定詞で結ばれている。前者の不定詞の意味上の主語は、与格 ἐμοὶ を受けつつも対格分詞 ἐπικεκυφότα となっており、対格不定詞構文への引っ張られ(同化)が見られる。

  2. 26τοῖς τραγικοῖς ὑποκριταῖς, ὧν πολλοὺς ἰδεῖν ἔνεστι

    非人称動詞 ἔνεστι(可能である)に不定詞 ἰδεῖν(見る)が連なっており、「それらのうちの多くを見ることが可能である」という構文。関係代名詞属格の ὧν(彼らのうちの)は πολλούς(多く)にかかる部分属格として機能している。

  3. 27οὐδείς ἐστιν ὅστις οὐκ ... ἔδοξέ μοι

    οὐδείς ἐστιν ὅστις οὐκ は「〜しない者は誰もいない」という二重否定による強い肯定を成す慣用表現。ここでは οὐδείς ὅστις οὐκ ἀπραγμονέστερος ... ἔδοξέ μοι (どの[生]もより平穏であると私に思われなかったものはなかった=すべての動物の生がより平穏であると思われた)を意味する。

  4. 28τὸ δεξιὸν τοίνυν ὅτῳ ἂν ἐγὼ ἀποσπάσαι παράσχω

    条件的関係節 ὅτῳ ἂν ... παράσχω(私が〜する者に与えるなら)を伴う構文。παράσχω は παρέχω(提供する、許す)の接続法アオリストであり、ἀποσπάσαι(むしり取ること)という不定詞を目的語(または結果の不定詞)として伴っている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0062.tlg019.humanitext-grc2:26-28