Humanitext Reader

琉善 · 梦或公鸡 §24-25

国王生活的实质与巨像的隐喻

第 9 段,共 11 段 · 希腊语

内容简介

公鸡回忆起自己曾作为国王的生活,并用空心巨像作比喻,揭示在华丽的外表之下,统治者的内里其实充满了无尽的焦虑、恐惧和阴谋。

§24Μίκυλλος εἰπέ μοι, ὦ ἀλεκτρυών, σὺ δὲ ὁπότε βασιλεὺς ἦσθα — φὴς γὰρ καὶ βασιλεῦσαί ποτε — ποίου τινὸς ἐπειράθης ἐκείνου τοῦ βίου;
米库洛斯告诉我,公鸡,当你做国王的时候——因为你说你曾经也当过国王——你体验过的那种生活是怎样的?
ἦ που πανευδαίμων ἦσθα, τὸ κεφάλαιον ὅ τι πέρ ἐστι τῶν ἀγαθῶν ἁπάντων ἔχων;
你一定是非常幸福的吧,毕竟拥有所有美好事物的总和?
Ἀλεκτρυών μηδὲ ἀναμνήσῃς με, ὦ Μίκυλλε, οὕτω τρισάθλιος ἦν τότε, τοῖς μὲν ἔξω πᾶσιν ὅπερ ἔφησθα πανευδαίμων εἶναι δοκῶν, ἔνδοθεν δὲ μυρίαις ἀνίαις συνών.
公鸡别再让我回想了,米库洛斯,当时我是多么悲惨,外表上在所有人看来,正如你所说的那样非常幸福,而内心却伴随着无数的痛苦。
Μίκυλλος τίσι ταύταις;
米库洛斯是什么样的痛苦?
παράδοξα γὰρ καὶ οὐ πάνυ τι πιστὰ φής.
因为你的话听起来很矛盾,而且不怎么令人信服。
Ἀλεκτρυών ἦρχον μὲν οὐκ ὀλίγης χώρας, ὦ Μίκυλλε, παμφόρου τινὸς καὶ πλήθει ἀνθρώπων καὶ κάλλει πόλεων ἐν ταῖς μάλιστα θαυμάζεσθαι ἀξίας ποταμοῖς τε ναυσιπόροις καταρρεομένης καὶ θαλάττῃ εὐόρμῳ χρωμένης, καὶ στρατιὰ ἦν πολλὴ καὶ ἵππος συγκεκροτημένη καὶ δορυφορικὸν οὐκ ὀλίγον καὶ τριήρεις καὶ χρημάτων πλῆθος ἀνάριθμον καὶ χρυσὸς πάμπολυς καὶ ἡ ἄλλη τῆς ἀρχῆς τραγῳδία πᾶσα ἐς ὑπερβολὴν ἐξωγκωμένη, ὥστε ὁπότε προΐοιμι, οἱ μὲν πολλοὶ προσεκύνουν καὶ θεόν τινα ὁρᾶν ᾤοντο καὶ ἄλλοι ἐπʼ ἄλλοις συνέθεον ὀψόμενοί με, οἱ δὲ καὶ ἐπὶ τὰ τέγη ἀνιόντες ἐν μεγάλῳ ἐτίθεντο ἀκριβῶς ἑωρακέναι τὸ ζεῦγος, τὴν ἐφεστρίδα, τὸ διάδημα, τοὺς προπομπεύοντας, τοὺς ἑπομένους.
公鸡米库洛斯,我曾统治过一片不小的疆土,那地方非常富庶,在人口之多和城市之美上,都属于最令人赞叹的地区,有通航的河流灌溉,又有港口优良的海洋。 那里有庞大的军队、训练有素的骑兵、不少的卫兵、三段式战船、数不尽的财富、极多的金子,以及其他一切过度膨胀的统治排场。 以至于每当我出行时,大多数人都顶礼膜拜,以为见到了神,人们一个接一个地跑来观看我,甚至还有人爬上屋顶,以能仔细看清我的马车、斗篷、王冠、前导者和随从为莫大的荣幸。
ἐγὼ δὲ εἰδὼς ὁπόσα με ἠνία καὶ ἔστρεφεν, ἐκείνοις μὲν τῆς ἀνοίας συνεγίνωσκον, ἐμαυτὸν δὲ ἠλέουν ὅμοιον ὄντα τοῖς μεγάλοις ἐκείνοις κολοσσοῖς, οἵους ἢ Φειδίας ἢ Μύρων ἢ Πραξιτέλης ἐποίησεν·
但我知道有多少事情在折磨和困扰着我,我怜悯他们的无知,也同情我自己,因为我就像菲迪亚斯、米隆或普拉克西特列斯所制作的那些巨大的巨像。
κἀκείνων γὰρ ἕκαστος ἔκτοσθεν μὲν Ποσειδῶν τις ἢ Ζεύς ἐστι πάγκαλος ἐκ χρυσίου καὶ ἐλέφαντος συνειργασμένος, κεραυνὸν ἢ ἀστραπὴν ἢ τρίαιναν ἔχων ἐν τῇ δεξιᾷ, ἢν δὲ ὑποκύψας ἴδῃς τά γʼ ἔνδον, ὄψει μοχλούς τινας καὶ γόμφους καὶ ἥλους διαμπὰξ πεπερονημένους καὶ κορμοὺς καὶ σφῆνας καὶ πίτταν καὶ πηλὸν καὶ τοιαύτην τινὰ πολλὴν ἀμορφίαν ὑποικουροῦσαν· ἐῶ λέγειν μυῶν πλῆθος ἢ μυγαλῶν ἐμπολιτευόμενον αὐτοῖς ἐνίοτε.
那些雕像的每一个外表都是无比精美的波塞冬或宙斯,由黄金和象牙制成,右手拿着雷电或三叉戟;但如果你弯下腰来看它们的内部,你会看到一些穿透而过的支撑杆、栓铁和钉子,以及横梁、楔子、沥青、黏土和许多如此不雅、深藏其中的丑陋之物;更不用说有时在里面安家落户的大量老鼠或鼩鼱了。
τοιοῦτόν τι καὶ βασιλεία ἐστίν.
王权统治也正是如此。
§25Μίκυλλος οὐδέπω ἔφησθα τὸν πηλὸν καὶ τοὺς γόμφους καὶ μοχλοὺς οἵτινες εἶεν τῆς ἀρχῆς, οὐδὲ τὴν ἀμορφίαν ἐκείνην τὴν πολλὴν ἥτις ἐστίν·
米库洛斯你还没有说统治的黏土、栓铁和支撑杆到底是什么,也没有说那许多的丑陋具体是什么。
ὡς τό γε ἐξελαύνειν ἀποβλεπόμενον καὶ τοσούτων ἄρχοντα καὶ προσκυνούμενον δαιμονίως ἔοικέ σου τῷ κολοσσιαίῳ παραδείγματι· θεσπέσιον γάρ τι καὶ τοῦτο.
因为引人注目的出行、统治如此多的人并受人膜拜,确实非常像你所举的巨像的例子;这确实是一件奇妙的事。
σὺ δὲ τὰ ἔνδον ἤδη τοῦ κολοσσοῦ λέγε.
现在你就谈谈巨像的内部吧。
Ἀλεκτρυών τί πρῶτον εἴπω σοι, ὦ Μίκυλλε;
公鸡米库洛斯,我该先对你说什么好呢?
τοὺς φόβους καὶ τὰ δείματα καὶ ὑποψίας καὶ μῖσος τὸ παρὰ τῶν συνόντων καὶ ἐπιβουλάς, καὶ διὰ ταῦτα ὕπνον τε ὀλίγον, ἐπιπόλαιον κἀκεῖνον, καὶ ταραχῆς μεστὰ ὀνείρατα καὶ ἐννοίας πολυπλόκους καὶ ἐλπίδας ἀεὶ πονηράς, ἢ τὴν ἀσχολίαν καὶ χρηματισμοὺς καὶ δίκας καὶ ἐκστρατείας καὶ προστάγματα καὶ συνθήματα καὶ λογισμούς; ὑφʼ ὧν οὐδὲ ὄναρ ἀπολαῦσαί τινος ἡδέος ἐγγίνεται, ἀλλʼ ἀνάγκη ὑπὲρ ἁπάντων μόνον διασκοπεῖσθαι καὶ μυρία ἔχειν πράγματα·
是身边人的恐惧、惊骇、猜忌、憎恨和阴谋,以及由于这些而导致的极少且极浅的睡眠、充满混乱的梦境、复杂的思绪和总是糟糕的预期? 还是缺乏闲暇、征税、诉讼、出征、法令、协定和计算? 在这些影响下,甚至连梦中也无法享受一丝甜蜜,而必须独自为所有事情操心,并背负无数的烦恼。
" οὐδὲ γὰρ Ἀτρείδην Ἀγαμέμνονα ὕπνος ἔχε γλυκερὸς πολλὰ φρεσὶν ὁρμαίνοντα, " καὶ ταῦτα ῥεγκόντων Ἀχαιῶν ἁπάντων.
“因为甘甜的睡眠,并未能使阿特柔斯之子阿伽门农入睡,他心中正思虑万千。 ” 而且这还是在所有阿开亚人都在打鼾的时候。
λυπεῖ δὲ τὸν μὲν Λυδὸν υἱὸς κωφὸς ὤν, τὸν Πέρσην δὲ Κλέαρχος Κύρῳ ξενολογῶν, ἄλλον δὲ Δίων πρὸς οὖς τισι τῶν Συρακουσίων κοινολογούμενος, καὶ ἄλλον Παρμενίων ἐπαινούμενος καὶ Περδίκκαν Πτολεμαῖος καὶ Πτολεμαῖον Σέλευκος·
吕底亚人因儿子是聋子而痛苦,波斯人因克雷阿尔科斯为库鲁斯召集雇佣军而痛苦,另一人因狄翁与一些叙拉古人私下交谈而痛苦,还有人因帕曼纽受到赞扬而痛苦,佩尔迪卡斯因托勒密而痛苦,托勒密因塞琉古而痛苦。
ἀλλὰ κἀκεῖνα λυπεῖ, ὁ ἐρώμενος πρὸς ἀνάγκην συνὼν καὶ παλλακὶς ἄλλῳ χαίρουσα καὶ ἀποστήσεσθαί τινες λεγόμενοι καὶ δύʼ ἢ τέτταρες τῶν δορυφόρων πρὸς ἀλλήλους διαψιθυρίζοντες.
而且这些事情也令人痛苦:被迫相伴的爱人、对另一个男人欢心的妾侍、据说某些人将要叛变,以及两三个卫兵在一起低声耳语。
τὸ δὲ μέγιστον, ὑφορᾶσθαι δεῖ μάλιστα τοὺς φιλτάτους κἀξ ἐκείνων ἀεί τι δεινὸν ἐλπίζειν ἥξειν.
而最严重的是,必须对最亲近的人抱有最大的戒心,并且时刻预料会有可怕的事情从他们那里降临。
ἐγὼ γοῦν ὑπὸ τοῦ παιδὸς ἀπέθανον ἐκ φαρμάκων, ὁ δὲ καὶ αὐτὸς ὑπὸ τοῦ ἐρωμένου, τὸν δὲ ἄλλος ἴσως ὁμοιότροπος θάνατος κατέλαβεν.
至少,我是死于我儿子的毒药,而他自己又死于他的爱人,另一人或许也遭遇了类似方式的死亡。

词汇与语法注释

  1. 24ἐν ταῖς μάλιστα θαυμάζεσθαι ἀξίας — 带有冠词后复数名词省略的惯用表达。此处相当于 ἐν ταῖς [χώραις ταῖς] μάλιστα...(“在最值得赞叹的[疆土/国家]之中”),修饰前面的 "χώρας"。
  2. 24τὴν ἄλλη τῆς ἀρχῆς τραγῳδία πᾶσα — 字面意思是“统治的其他整个悲剧”,但此处用作比喻和贬义,指统治者所展现出的“外面排场”、“戏剧性的虚饰”或“演戏般的浮华”,将其类比为舞台上的悲剧演出。
  3. 25ἐξελαύνειν ἀποβλεπόμενον — 被动分词 "ἀποβλεπόμενον"(被注视、受瞩目)为单数阳性/中性宾格,与不定式 "ἐξελαύνειν"(乘车出行)的逻辑主语一致,表示国王“在众人瞩目之下乘车出行”的状态。
  4. 25ὑφʼ ὧν οὐδὲ ὄναρ ἀπολαῦσαί τινος ἡδέος ἐγγίνεται — 关系代词 "ὧν" 指代前述与统治相关的种种忙乱与忧虑。"οὐδὲ ὄναρ" 为副词性宾格,意为“即使在梦中”。动词 "ἐγγίνεται" 与不定式 "ἀπολαῦσαι" 连用,表示“因这些事情,即使在梦中也无法享受到任何甜蜜的事物”。

引用这一段

琉善, 梦或公鸡 §24-25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg019.humanitext-grc2:24-25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。