Humanitext Reader

琉善 · 梦或公鸡 §29-33

富人夜间的苦恼与米库洛斯的领悟

第 11 段,共 11 段 · 希腊语

内容简介

米库洛斯在公鸡的引导下利用魔法羽毛隐身潜入富人西蒙、债主格尼蓬以及前主人埃乌克拉特斯的家中,亲眼目睹了他们因财富而焦虑失眠、疑神疑鬼以及私生活荒淫的丑态,从而领悟到自己虽然贫穷但安宁的生活的价值。

§29Ἀλεκτρυών εἶεν.
公鸡好极了。
ἐπὶ τὸν Σίμωνα πρῶτον ἄπιμεν ἢ παρʼ ἄλλον τινὰ τῶν πλουσίων;
我们是先去西蒙那里,还是去别的富人那里?
Μίκυλλος οὐ μὲν οὖν, ἀλλὰ παρὰ τὸν Σίμωνα, ὃς ἀντὶ δισυλλάβου τετρασύλλαβος ἤδη πλουτήσας εἶναι ἀξιοῖ.
米库洛斯别,去西蒙那里。 他原本只有两个音节的名字,现在发了财,就自傲地要当个四个音节的。
καὶ δὴ πάρεσμεν ἐπὶ τὰς θύρας.
而且,瞧,我们已经到门口了。
τί οὖν ποιῶ τὸ μετὰ τοῦτο;
接下来我该做什么?
Ἀλεκτρυών ἐπίθες τὸ πτερὸν ἐπὶ τὸ κλεῖθρον.
公鸡把羽毛贴在锁上。
Μίκυλλος ἰδοὺ δή.
米库洛斯你看。
ὦ Ἡράκλεις, ἀναπέπταται ὥσπερ ὑπὸ κλειδὶ ἡ θύρα.
天哪,门就像用钥匙开的一样开了。
Ἀλεκτρυών ἡγοῦ ἐς τὸ πρόσθεν.
公鸡走到前面去。
ὁρᾷς αὐτὸν ἀγρυπνοῦντα καὶ λογιζόμενον;
你看见他没睡,在计算着吗?
Μίκυλλος ὁρῶ νὴ Δία πρὸς ἀμαυράν γε καὶ διψῶσαν τὴν θρυαλλίδα, καὶ ὠχρὸς δὲ ἐστὶν οὐκ οἶδʼ ὅθεν, ἀλεκτρυών, καὶ κατέσκληκεν ὅλος ἐκτετηκώς, ὑπὸ φροντίδων δηλαδή·
米库洛斯以宙斯的名义,我看见了,就在那微弱而缺油的灯芯旁。 而且他脸色苍白,不知为何,公鸡啊,他整个人都干瘪消瘦了,显然是因为忧虑。
οὐ γὰρ νοσεῖν ἄλλως ἐλέγετο.
因为没有听说他生了别的病。
Ἀλεκτρυών ἄκουσον ἅ φησιν·
公鸡听听他说什么。
εἴσῃ γὰρ ὅθεν οὕτως ἔχει.
你就会明白他为什么会这样。
Σίμων οὐκοῦν τάλαντα μὲν ἑβδομήκοντα ἐκεῖνα πάνυ ἀσφαλῶς ὑπὸ τῇ κλίνῃ κατορώρυκται καὶ οὐδεὶς ἄλλος οἶδε, τὰ δὲ ἑκκαίδεκα εἶδεν, οἶμαι, Σωσύλος ὁ ἱπποκόμος ὑπὸ τῇ φάτνῃ κατακρύπτοντά με·
西蒙这么说,那七十个塔兰同非常安全地埋在床底下,没有别人知道。 但是那十六个,我想,马丁索希洛斯看见我藏在马槽底下了。
ὅλος γοῦν περὶ τὸν ἱππῶνά ἐστιν, οὐ πάνυ ἐπιμελὴς ἄλλως οὐδὲ φιλόπονος ὤν.
所以他总是待在马厩附近,虽然他平时根本不细心也不勤快。
εἰκὸς δὲ ἡρπάσθαι πολλῷ πλείω τούτων, ἢ πόθεν γὰρ ὁ Τίβειος τάριχος αὑτῷ οὕτω μέγα ὠψωνηκέναι χθὲς ἐλέγετο ἢ τῇ γυναικὶ ἐλλόβιον ἐωνῆσθαι πέντε δραχμῶν ὅλων;
很可能他们已经偷去了比这更多的钱。 否则,昨天怎么会有人说那个提比奥斯为自己买了那么多上等的盐渍鱼,或者他的妻子买了一个整整值五德拉克马的耳环?
τἀμὰ οὗτοι σπαθῶσι τοῦ κακοδαίμονος.
这些家伙在挥霍我这个不幸之人的财产。
ἀλλʼ οὐδὲ τὰ ἐκπώματα ἐν ἀσφαλεῖ μοι ἀπόκειται τοσαῦτα ὄντα·
但是,这么多的金杯放在那里也并不安全。
δέδια γοῦν μή τις ὑπορύξας τὸν τοῖχον ὑφέληται αὐτά·
我担心有人会挖穿墙壁偷走它们。
πολλοὶ φθονοῦσι καὶ ἐπιβουλεύουσί μοι, καὶ μάλιστα ὁ γείτων Μίκυλλος.
许多人嫉妒我,图谋害我,尤其是邻居米库洛斯。
Μίκυλλος νὴ Δία·
米库洛斯以宙斯的名义!
σοὶ γὰρ ὅμοιος ἐγὼ καὶ τὰ τρύβλια ὑπὸ μάλης ἄπειμι ἔχων.
难道我像你一样,会把盘子夹在腋下溜走吗?
Ἀλεκτρυών σιώπησον, Μίκυλλε, μὴ καταφωράσῃ παρόντας ἡμᾶς.
公鸡安静,米库洛斯,别让他发现我们在这里。
Σίμων ἄριστον γοῦν ἄγρυπνον αὐτὸν φυλάττειν·
西蒙最稳妥的还是自己不睡觉守着。
ἅπασαν περίειμι διαναστὰς ἐν κύκλῳ τὴν οἰκίαν.
我起来绕着房子转一圈。
τίς οὗτος;
这是谁?
ὁρῶ σέ γε, τοιχωρύχε μὰ Δία, ἐπεὶ κίων γε ὢν τυγχάνεις, εὖ ἔχει.
我看到你了,壁盗! ——不,以宙斯的名义,原来是一根柱子,那就好。
ἀριθμήσω αὖθις ἀνορύξας τὸ χρυσίον, μή τί με πρῴην διέλαθεν.
我再把黄金挖出来数一遍,免得前天漏掉了什么。
ἰδοὺ πάλιν ἐψόφηκέ τις·
看,又有人弄出声音了。
ἐπʼ ἐμὲ δηλαδή·
显然是冲着我来的。
πολιορκοῦμαι καὶ ἐπιβουλεύομαι πρὸς ἁπάντων.
我被所有人包围和图谋。
ποῦ μοι τὸ ξιφίδιον;
我的短刀在哪里?
ἂν λάβω τινά θάπτωμεν αὖθις τὸ χρυσίον.
要是让我抓到谁——。 我们再把黄金埋好吧。
§30Ἀλεκτρυών τοιαῦτα μέν σοι, ὦ Μίκυλλε, τὰ Σίμωνος.
公鸡米库洛斯,西蒙的情况就是这样了。
ἀπίωμεν δὲ καὶ παρʼ ἄλλον τινά, ἕως ἔτι ὀλίγον τῆς νυκτὸς λοιπόν ἐστιν.
趁夜色还剩一点,我们再去别人家吧。
Μίκυλλος ὁ κακοδαίμων, οἷον βιοῖ τὸν βίον.
米库洛斯这个不幸的家伙,过的是什么生活啊。
ἐχθροῖς οὕτω πλουτεῖν γένοιτο.
愿我的敌人都这样发财。
κατὰ κόρρης δʼ οὖν πατάξας αὐτὸν ἀπελθεῖν βούλομαι.
不过,我想在走之前扇他一个耳光。
Σίμων τίς ἐπάταξέ με;
西蒙谁打我?
λῃστεύομαι ὁ δυστυχής.
倒霉的我被抢劫了。
Μίκυλλος οἴμωζε καὶ ἀγρύπνει καὶ ὅμοιος γίγνου τὸ χρῶμα τῷ χρυσῷ προστετηκὼς αὐτῷ.
米库洛斯哭嚎吧,失眠吧,死守着黄金,变得和它一个颜色吧。
ἡμεῖς δὲ παρὰ Γνίφωνα, εἰ δοκεῖ, τὸν δανειστὴν ἴωμεν.
如果可以的话,我们去债主格尼蓬那里吧。
οὐ μακρὰν δὲ καὶ οὗτος οἰκεῖ.
他住得也不远。
ἀνέῳγε καὶ αὕτη ἡμῖν ἡ θύρα.
这扇门也为我们打开了。
§31Ἀλεκτρυών ὁρᾷς ἐπαγρυπνοῦντα καὶ τοῦτον ἐπὶ φροντίδων, ἀναλογιζόμενον τοὺς τόκους καὶ τοὺς δακτύλους κατεσκληκότα, ὃν δεήσει μετʼ ὀλίγον πάντα ταῦτα καταλιπόντα σίλφην ἢ ἐμπίδα ἢ κυνόμυιαν γενέσθαι;
公鸡你看见他也因为忧虑而失眠,在计算利息,手指都干瘪了吗? 他不久之后就得抛下这一切,变成蠹虫、蚊子或蝇。
Μίκυλλος ὁρῶ κακοδαίμονα καὶ ἀνόητον ἄνθρωπον οὐδὲ νῦν πολὺ τῆς σίλφης ἢ ἐμπίδος ἄμεινον βιοῦντα.
米库洛斯我看到了一个可怜而愚蠢的人,他现在的日子也不比蠹虫或蚊子好多少。
ὡς δὲ καὶ οὗτος ἐκτέτηκεν ὅλος ὑπὸ τῶν λογισμῶν.
看他也因为计算而整个人都消瘦了。
ἐπʼ ἄλλον ἀπίωμεν.
我们走,去别处。
§32Ἀλεκτρυών παρὰ τὸν σὸν Εὐκράτην, εἰ δοκεῖ.
公鸡如果可以,去你的主人埃乌克拉特斯那里。
καὶ ἰδοὺ γάρ, ἀνέῳγε καὶ αὕτη ἡ θύρα· ὥστε εἰσίωμεν.
你看,这扇门也开了,我们进去吧。
Μίκυλλος ἅπαντα ταῦτα μικρὸν ἔμπροσθεν ἐμὰ ἦν.
米库洛斯这一切在不久前还都应该是我的。
Ἀλεκτρυών ἔτι γὰρ σὺ ὀνειροπολεῖς τὸν πλοῦτον;
公鸡难道你还在梦想着财富吗?
ὁρᾷς δʼ οὖν τὸν Εὐκράτην αὐτὸν μὲν ὑπὸ τοῦ οἰκέτου πρεσβύτην ἄνθρωπον;
不过,你瞧那埃乌克拉特斯,他自己是一个老人,却被仆人…… 米库洛斯以宙斯的名义,我看到了。
Μίκυλλος ὁρῶ νὴ Δία καταπυγοσύνην καὶ πασχητιασμόν τινα καὶ ἀσέλγειαν οὐκ ἀνθρωπίνην·
这是何等的男色和男娼之行,简直是超乎人类的荒淫。
τὴν γυναῖκα δὲ ἑτέρωθι ὑπὸ τοῦ μαγείρου καὶ αὐτήν §33Ἀλεκτρυών τί οὖν;
而他的妻子在别处,也被厨子同样地…… 公鸡那又怎样?
ἐθέλοις ἂν καὶ τούτων κληρονομεῖν, ὦ Μίκυλλε, καὶ πάντα ἔχειν τὰ Εὐκράτους;
米库洛斯,你愿意继承这些,拥有埃乌克拉特斯的所有财产吗?
Μίκυλλος μηδαμῶς, ὦ ἀλεκτρυών·
米库洛斯绝不,公鸡。
λιμῷ ἀπολοίμην πρότερον.
我宁可先饿死。
χαιρέτω τὸ χρυσίον καὶ τὰ δεῖπνα, δύο ὀβολοὶ ἐμοί γε πλοῦτός ἐστι μᾶλλον ἢ τοιχωρυχεῖσθαι πρὸς τῶν οἰκετῶν.
去他的黄金和宴席,对我来说,两奥波尔的财富,也比被仆人们洗劫好得多。
Ἀλεκτρυών ἀλλὰ νῦν γὰρ ἡμέρα ἤδη ἀμφὶ τὸ λυκαυγὲς αὐτό, ἀπίωμεν οἴκαδε παρʼ ἡμᾶς·
公鸡但是现在已经是黎明时分了,我们回家吧。
τὰ λοιπὰ δὲ εἰσαῦθις ὄψει, ὦ Μίκυλλε.
剩下的以后再看,米库洛斯。

词汇与语法注释

  1. 29ὃς ἀντὶ δισυλλάβου τετρασύλλαβος — 这是一个幽默的双关语。西蒙(Σίμων)的名字是两个音节,但发财后他自傲地想要一个像西蒙尼德斯(Σιμωνίδης)那样有四个音节的名字,以显得高贵。ἀντὶ δισυλλάβου 意为“代替两个音节”。
  2. 29ἀμαυράν γε καὶ διψῶσαν τὴν θρυαλλίδα — 意为“暗淡而缺油的灯芯”。现在分词 διψῶσαν(口渴的)比喻灯芯缺少灯油、即将熄灭,暗指主人的吝啬。
  3. 29τοῦ κακοδαίμονος — 属格 τοῦ κακοδαίμονος(可怜的、不幸的)在这里修饰物主限定词 τἀμὰ(τὰ ἐμά,“我的财产”),表示同格或自怜。西蒙叹息道:“他们正在挥霍我这个不幸之人的财产。”
  4. 32ὑποῦ τοῦ οἰκέτου πρεσβύτην ἄνθρωπον — 此句省略了动词(可能是表示被动性行为的动词,或是相关的含糊表达)。从上下文来看,这暗示了年老的家主埃乌克拉特斯正遭受仆人的鸡奸(被动的同性性行为)。
  5. 33τοιχωρυχεῖσθαι — 字面上是动词不定式被动相,意为“被挖穿墙壁盗窃”。紧接着前文关于埃乌克拉特斯放荡行为的描述,此处带有一种粗俗的双关语,暗示了既在财产上被仆人盗窃,又在身体上被仆人侵犯。

引用这一段

琉善, 梦或公鸡 §29-33. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg019.humanitext-grc2:29-33

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。