§5Ἥρα
δεινὰ ταῦτα ὡς ἀληθῶς, καὶ οὐ μάτην, ὦ Ζεῦ, ἐπετραγῴδεις αὐτοῖς.
Ἥρα これらは本当に恐ろしいことです、ゼウスよ、あなたがこれらを巡って悲劇を気取って大げさに語っていたのも理由のないことではありませんでした。
Ζεύς
σὺ δὲ ᾤου Δανάης τινὸς ἢ Ἀντιόπης εἶναι μοι λόγον ἐν ταράχῳ τοσούτῳ.
Ζεύς それなのに、お前はこのような大混乱の中で、私がダナエやらアンティオペやらのことを気にしているのだと思っていたのだな。
τί δʼ οὖν, ὦ Ἑρμῆ καὶ Ἥρα καὶ Ἀθηνᾶ, πράττοιμεν ἄν;
では、ヘルメス、ヘラ、アテアよ、我々はいったい何をすべきだろうか。
συνευρίσκετε γὰρ καὶ αὐτοὶ τὸ μέρος.
お前たちもそれぞれ自分の役割を果たして解決策を一緒に見出すのだ。
Ἑρμῆς
ἐγὼ μὲν ἐπὶ τὸ κοινόν φημι δεῖν τὴν σκέψιν ἐπανενεγκεῖν ἐκκλησίαν συναγαγόντα.
Ἑρμῆς 私は、民会を招集して、この検討を共同の場に諮るべきだと思います。
Ἥρα
κἀμοὶ ταὐτὰ συνδοκεῖ ἅπερ καὶ τούτῳ.
Ἥρα 私にもこの者と同じことがもっともだと思われます。
Ἀθήνη
ἀλλʼ ἐμοὶ τἀναντία δοκεῖ, ὦ πάτερ, μὴ συνταράττειν τὸν οὐρανὸν μηδὲ δῆλον εἶναι θορυβούμενον τῷ πράγματι, πράττειν δὲ ἰδίᾳ ταῦτα ἐξ ὧν κρατήσει μὲν ὁ Τιμοκλῆς λέγων, ὁ Δᾶμις δὲ καταγελασθεὶς ἄπεισιν ἐκ τῆς συνουσίας.
Ἀθήνη ですが、父よ、私には反対のことがもっともだと思われます。 天界を混乱に陥れたり、我々がこの件で動揺しているのを明らかにしたりするのではなく、ティモクレスが議論で勝ち、ダミスが物笑いの種になって集まりから立ち去るように、裏で個別に手を打つべきです。
Ἑρμῆς
ἀλλʼ οὔτε ἀγνοήσεται ταῦτα, ὦ Ζεῦ, ἐν φανερῷ ἐσομένης τῆς ἔριδος τοῖς φιλοσόφοις, καὶ δόξεις τυραννικὸς εἶναι μὴ κοινούμενος περὶ τῶν οὕτω μεγάλων καὶ κοινῶν ἅπασιν.
Ἑρμῆς しかしゼウスよ、哲学者たちの間で争いが公然のものとなる以上、これらのことが知られずに済むはずはありません。 また、これほど重大で、万人に関わる共通の事柄について相談もしないなら、あなたは独裁的であると思われるでしょう。
§6Ζεύς
οὐκοῦν ἤδη κήρυττε καὶ παρέστωσαν ἅπαντες·
Ζεύς それならば今すぐ布告せよ。 そして全員を参集させよ。
ὀρθῶς γὰρ λέγεις.
お前の言う通りだからな。
Ἑρμῆς
ἰδοὺ δὴ εἰς ἐκκλησίαν συνέλθετε οἱ θεοί·
Ἑρμῆς さあ、神々よ、民会に集まりなさい!
μὴ μέλλετε, συνέλθετε πάντες, ἥκετε, περὶ μεγάλων ἐκκλησιάσομεν.
ぐずぐずせず、皆集まりなさい、来なさい。 重大な件について民会を開きます!
Ζεύς
οὕτω ψιλά, ὦ Ἑρμῆ, καὶ ἁπλοϊκὰ καὶ πεζὰ κηρύττεις, καὶ ταῦτα ἐπὶ τοῖς μεγίστοις συγκαλῶν;
Ζεύς ヘルメスよ、それほど飾り気なく、単純で、散文的に布告するのか。 それも、極めて重大な事柄のために召集するというのに。
Ἑρμῆς
ἀλλὰ πῶς γάρ, ὦ Ζεῦ, ἀξιοῖς;
Ἑρμῆς ではいったい、ゼウスよ、どのようにしろとおっしゃるのですか。
Ζεύς
ὅπως ἀξιῶ;
Ζεύς どのように望むかだと?
ἀποσέμνυνε, φημί, τὸ κήρυγμα μέτροις τισὶ καὶ μεγαλοφωνίᾳ ποιητικῇ, ὡς μᾶλλον συνέλθοιεν.
韻律や詩的な大言壮語を用いて布告を厳かにせよと言っているのだ。 そうすれば、彼らもよりいっそう集まるだろうからな。
Ἑρμῆς
ναί.
Ἑρμῆς ええ。
ἀλλʼ ἐποποιῶν, ὦ Ζεῦ, καὶ ῥαψῳδῶν τὰ τοιαῦτα, ἐγὼ δὲ ἥκιστα ποιητικός εἰμι·
しかしゼウスよ、そのようなことは叙事詩作家や吟遊詩人の仕事です。 私は最も詩の才能に欠けています。
ὥστε διαφθερῶ τὸ κήρυγμα ἢ ὑπέρμετρα ἢ ἐνδεᾶ συνείρων, καὶ γέλως ἔσται παρʼ αὐτοῖς ἐπὶ τῇ ἀμουσίᾳ τῶν ἐπῶν·
ですから、韻律が長すぎたり足らなかったりするものを繋ぎ合わせて布告を台無しにしてしまうでしょうし、神々の間では詩句の無風流さに笑いが起こるでしょう。
ὁρῶ γοῦν καὶ τὸν Ἀπόλλω γελώμενον ἐπʼ ἐνίοις τῶν χρησμῶν, καίτοι ἐπικρυπτούσης τὰ πολλὰ τῆς ἀσαφείας, ὡς μὴ πάνυ σχολὴν ἄγειν τοὺς ἀκούοντας ἐξετάζειν τὰ μέτρα.
実際、アポロンでさえ、いくつかの神託で笑いものにされているのを目にしますが、それは曖昧さが大半を覆い隠してくれているおかげで、聞く者たちが韻律を調べる暇があまりないというのにそうなのです。
Ζεύς
οὐκοῦν, ὦ Ἑρμῆ, τῶν Ὁμήρου ἐπῶν ἐγκαταμίγνυε τὰ πολλὰ τῷ κηρύγματι, οἷς ἐκεῖνος ἡμᾶς συνεκάλει·
Ζεύς それなら、ヘルメスよ、ホメロスの詩句を布告に大いに混ぜ込むがよい。 ホメロスが我々を召集するのに用いていたものだ。
μεμνῆσθαι δέ σε εἰκός.
お前なら覚えているはずだ。
Ἑρμῆς
οὐ πάνυ μὲν οὕτω σαφῶς καὶ προχείρως· πειράσομαι δὲ ὅμως.
Ἑρμῆς それほどはっきりと即座には思い出せませんが、それでも試してみましょう。
"
μήτε τις οὖν θήλεια θεὸς. . .
「女神も……男神も、誰も留まるなかれ、また川々の神々もオケアノスから離れて留まるな、妖精たちも。
μήτε τις ἄρσην,
μηδʼ αὖ τῶν ποταμῶν μενέτω νόσφʼ Ὠκεανοῖο
μηδέ τε νυμφάων, ἀλλʼ ἐς Διὸς ἔλθετε πάντες
εἰς ἀγορήν, ὅσσοι τε κλυτὰς δαίνυσθʼ ἑκατόμβας,
ὅσσοι τʼ αὖ μέσατοι ἢ ὕστατοι ἢ μάλα πάγχυ
νώνυμνοι βωμοῖσι παρʼ ἀκνίσοισι κάθησθε.
さあ、皆ゼウスの広場へと集まれ、名高き百牛犠牲を食す者たちも、あるいは中間、あるいは最後、あるいは完全に名もなき者たちで、煙の立たぬ祭壇の傍らに座す者たちも。
" §7Ζεύς
εὖ γε, ὦ Ἑρμῆ, ἄριστα κεκήρυκταί σοι, καὶ συνίασι γὰρ ἤδη·
」 Ζεύς 上出来だ、ヘルメスよ! 最も見事に布告してくれた。 実際にもう彼らは集まってきている。
ὥστε παραλαμβάνων κάθιζε αὐτοὺς κατὰ τὴν ἀξίαν ἕκαστον, ὡς ἂν ὕλης ἢ τέχνης ἔχῃ, ἐν προεδρίᾳ μὲν τοὺς χρυσοῦς, εἶτα ἐπὶ τούτοις τοὺς ἀργυροῦς, εἶτα ἑξῆς ὁπόσοι ἐλεφάντινοι, εἶτα τοὺς χαλκοῦς ἢ λιθίνους, καὶ ἐν αὐτοῖς τούτοις οἱ Φειδίου μὲν ἢ Ἀλκαμένους ἢ Μύρωνος ἢ Εὐφράνορος ἢ τῶν ὁμοίων τεχνιτῶν προτετιμήσθων, οἱ συρφετώδεις δὲ οὗτοι καὶ ἄτεχνοι πόρρω που συνωσθέντες σιωπῇ ἀναπληρούντων μόνον τὴν ἐκκλησίαν.
だから彼らを迎え入れ、素材や技術の如何に従って、それぞれその身分に応じて座らせよ。 最前列には金製の神々を、その次には銀製の神々を、次いで象牙製の神々を、そして青銅製や石製の神々を。 その青銅や石の中でも、フェイディアスやアルカメネス、ミュロンやエウフラノル、あるいは同様の職人の手によるものを優先して厚遇せよ。 そして、これらのがらくたのような下手くそな作りのものどもは、遠くの方に押し込め、沈黙のうちにただ議場を埋め尽くさせるがよい。
Ἑρμῆς
ἔσται ταῦτα καὶ καθεδοῦνται ὡς προσήκει.
Ἑρμῆς そのようにいたします。 彼らもふさわしい形で着席することでしょう。
ἀλλʼ ἐκεῖνο οὐ χεῖρον εἰδέναι, ἤν τις αὐτῶν χρυσοῦς μὲν ᾖ καὶ πολυτάλαντος τὴν ὁλκήν, οὐκ ἀκριβὴς δὲ τὴν ἐργασίαν, ἀλλὰ κομιδῇ ἰδιωτικὸς καὶ ἀσύμμετρος, πρὸ τῶν χαλκῶν τῶν Μύρωνος καὶ Πολυκλείτου καὶ τῶν Φειδίου καὶ Ἀλκαμένους λιθίνων καθεδεῖται ἢ προτιμοτέραν χρὴ νομίζειν εἶναι τὴν τέχνην;
しかし、次のことを知っておくのも悪くありません。 もし彼らのうちの誰かが金製で、その重量は何タラントンもあるものの、細工は精密ではなく、きわめて素人臭く不釣り合いな形をしている場合、その者は、ミュロンやポリュクレイトスの青銅製の像や、フェイディアスやアルカメネスの石製の像よりも前に座るべきでしょうか、それとも技術をより優先すべきだと見なすべきでしょうか。
Ζεύς
ἐχρῆν μὲν οὕτως, ἀλλʼ ὁ χρυσὸς ὅμως προτιμητέος.
Ζεύς 本来はそうあるべきだが、それでもやはり金を優先しなければならない。
Ἑρμῆς
μανθάνω·
Ἑρμῆς 分かりました。
πλουτίνδην κελεύεις ἀλλὰ μὴ ἀριστίνδην καθίζειν, καὶ ἀπὸ τιμημάτων·
優秀さによってではなく、富によって、つまり財産評価額に基づいて座らせろとおっしゃるのですね。
ἥκετʼ οὖν εἰς τὴν προεδρίαν ὑμεῖς οἱ χρυσοῖ.
では、金製の皆さん、最前列にお進みください。