← ルキアノス

悲劇役者ゼウス

§5-7

神々の集会の招集と座席の序列の決定

神々の集会を開くかどうかについてヘラやアテアたちと相談したゼウスは、最終的に全員を招集することにし、ヘルメスに布告を命じる。集まってきた神々の席順について、ゼウスは芸術的な美しさよりも素材としての金の価値を優先して座らせるよう指示する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5

Ἥρα δεινὰ ταῦτα ὡς ἀληθῶς, καὶ οὐ μάτην, ὦ Ζεῦ, ἐπετραγῴδεις αὐτοῖς. Ζεύς σὺ δὲ ᾤου Δανάης τινὸς ἢ Ἀντιόπης εἶναι μοι λόγον ἐν ταράχῳ τοσούτῳ. τί δʼ οὖν, ὦ Ἑρμῆ καὶ Ἥρα καὶ Ἀθηνᾶ, πράττοιμεν ἄν;1 συνευρίσκετε γὰρ καὶ αὐτοὶ τὸ μέρος. Ἑρμῆς ἐγὼ μὲν ἐπὶ τὸ κοινόν φημι δεῖν τὴν σκέψιν ἐπανενεγκεῖν ἐκκλησίαν συναγαγόντα. Ἥρα κἀμοὶ ταὐτὰ συνδοκεῖ ἅπερ καὶ τούτῳ. Ἀθήνη ἀλλʼ ἐμοὶ τἀναντία δοκεῖ, ὦ πάτερ, μὴ συνταράττειν2 τὸν οὐρανὸν μηδὲ δῆλον εἶναι θορυβούμενον τῷ πράγματι, πράττειν δὲ ἰδίᾳ ταῦτα ἐξ ὧν κρατήσει μὲν ὁ Τιμοκλῆς λέγων, ὁ Δᾶμις δὲ καταγελασθεὶς ἄπεισιν ἐκ τῆς συνουσίας. Ἑρμῆς ἀλλʼ οὔτε ἀγνοήσεται ταῦτα, ὦ Ζεῦ, ἐν φανερῷ ἐσομένης τῆς ἔριδος3 τοῖς φιλοσόφοις, καὶ δόξεις τυραννικὸς εἶναι μὴ κοινούμενος περὶ τῶν οὕτω μεγάλων καὶ κοινῶν ἅπασιν.

Ἥραこれらは本当に恐ろしいことです、ゼウスよ、あなたがこれらを巡って悲劇を気取って大げさに語っていたのも理由のないことではありませんでした。 Ζεύςそれなのに、お前はこのような大混乱の中で、私がダナエやらアンティオペやらのことを気にしているのだと思っていたのだな。では、ヘルメス、ヘラ、アテナよ、我々はいったい何をすべきだろうか。お前たちもそれぞれ自分の役割を果たして解決策を一緒に見出すのだ。 Ἑρμῆς私は、民会を招集して、この検討を共同の場に諮るべきだと思います。 Ἥρα私にもこの者と同じことがもっともだと思われます。 Ἀθήνηですが、父よ、私には反対のことがもっともだと思われます。天界を混乱に陥れたり、我々がこの件で動揺しているのを明らかにしたりするのではなく、ティモクレスが議論で勝ち、ダミスが物笑いの種になって集まりから立ち去るように、裏で個別に手を打つべきです。 Ἑρμῆςしかしゼウスよ、哲学者たちの間で争いが公然のものとなる以上、これらのことが知られずに済むはずはありません。また、これほど重大で、万人に関わる共通の事柄について相談もしないなら、あなたは独裁的であると思われるでしょう。

§6

Ζεύς οὐκοῦν ἤδη κήρυττε καὶ παρέστωσαν ἅπαντες· ὀρθῶς γὰρ λέγεις. Ἑρμῆς ἰδοὺ δὴ εἰς ἐκκλησίαν συνέλθετε οἱ θεοί· μὴ μέλλετε, συνέλθετε πάντες, ἥκετε, περὶ μεγάλων ἐκκλησιάσομεν. Ζεύς οὕτω ψιλά, ὦ Ἑρμῆ, καὶ ἁπλοϊκὰ καὶ πεζὰ κηρύττεις, καὶ ταῦτα ἐπὶ τοῖς μεγίστοις συγκαλῶν; Ἑρμῆς ἀλλὰ πῶς γάρ, ὦ Ζεῦ, ἀξιοῖς; Ζεύς ὅπως ἀξιῶ; ἀποσέμνυνε, φημί, τὸ κήρυγμα μέτροις τισὶ καὶ μεγαλοφωνίᾳ ποιητικῇ, ὡς μᾶλλον συνέλθοιεν.4 Ἑρμῆς ναί. ἀλλʼ ἐποποιῶν, ὦ Ζεῦ, καὶ ῥαψῳδῶν τὰ τοιαῦτα, ἐγὼ δὲ ἥκιστα ποιητικός εἰμι· ὥστε διαφθερῶ τὸ κήρυγμα ἢ ὑπέρμετρα ἢ ἐνδεᾶ συνείρων, καὶ γέλως ἔσται παρʼ αὐτοῖς ἐπὶ τῇ ἀμουσίᾳ τῶν ἐπῶν· ὁρῶ γοῦν καὶ τὸν Ἀπόλλω γελώμενον ἐπʼ ἐνίοις τῶν χρησμῶν, καίτοι ἐπικρυπτούσης τὰ πολλὰ τῆς ἀσαφείας, ὡς μὴ πάνυ σχολὴν ἄγειν τοὺς ἀκούοντας ἐξετάζειν τὰ μέτρα. Ζεύς οὐκοῦν, ὦ Ἑρμῆ, τῶν Ὁμήρου ἐπῶν ἐγκαταμίγνυε τὰ πολλὰ τῷ κηρύγματι, οἷς ἐκεῖνος ἡμᾶς συνεκάλει· μεμνῆσθαι δέ σε εἰκός. Ἑρμῆς οὐ πάνυ μὲν οὕτω σαφῶς καὶ προχείρως· πειράσομαι δὲ ὅμως. "μήτε τις οὖν θήλεια θεὸς... μήτε τις ἄρσην, μηδʼ αὖ τῶν ποταμῶν μενέτω νόσφʼ Ὠκεανοῖο μηδέ τε νυμφάων, ἀλλʼ ἐς Διὸς ἔλθετε πάντες εἰς ἀγορήν, ὅσσοι τε κλυτὰς δαίνυσθʼ ἑκατόμβας, ὅσσοι τʼ αὖ μέσατοι ἢ ὕστατοι ἢ μάλα πάγχυ νώνυμνοι βωμοῖσι παρʼ ἀκνίσοισι κάθησθε."

Ζεύςそれならば今すぐ布告せよ。そして全員を参集させよ。お前の言う通りだからな。 Ἑρμῆςさあ、神々よ、民会に集まりなさい!ぐずぐずせず、皆集まりなさい、来なさい。重大な件について民会を開きます! Ζεύςヘルメスよ、それほど飾り気なく、単純で、散文的に布告するのか。それも、極めて重大な事柄のために召集するというのに。 Ἑρμῆςではいったい、ゼウスよ、どのようにしろとおっしゃるのですか。 Ζεύςどのように望むかだと?韻律や詩的な大言壮語を用いて布告を厳かにせよと言っているのだ。そうすれば、彼らもよりいっそう集まるだろうからな。 Ἑρμῆςええ。しかしゼウスよ、そのようなことは叙事詩作家や吟遊詩人の仕事です。私は最も詩の才能に欠けています。ですから、韻律が長すぎたり足らなかったりするものを繋ぎ合わせて布告を台無しにしてしまうでしょうし、神々の間では詩句の無風流さに笑いが起こるでしょう。実際、アポロンでさえ、いくつかの神託で笑いものにされているのを目にしますが、それは曖昧さが大半を覆い隠してくれているおかげで、聞く者たちが韻律を調べる暇があまりないというのにそうなのです。 Ζεύςそれなら、ヘルメスよ、ホメロスの詩句を布告に大いに混ぜ込むがよい。ホメロスが我々を召集するのに用いていたものだ。お前なら覚えているはずだ。 Ἑρμῆςそれほどはっきりと即座には思い出せませんが、それでも試してみましょう。 「女神も……男神も、誰も留まるなかれ、 また川々の神々もオケアノスから離れて留まるな、 妖精たちも。さあ、皆ゼウスの 広場へと集まれ、名高き百牛犠牲を食す者たちも、 あるいは中間、あるいは最後、あるいは完全に 名もなき者たちで、煙の立たぬ祭壇の傍らに座す者たちも。」

§7

Ζεύς εὖ γε, ὦ Ἑρμῆ, ἄριστα κεκήρυκταί σοι, καὶ συνίασι γὰρ ἤδη· ὥστε παραλαμβάνων κάθιζε αὐτοὺς κατὰ τὴν ἀξίαν ἕκαστον, ὡς ἂν ὕλης ἢ τέχνης ἔχῃ,5 ἐν προεδρίᾳ μὲν τοὺς χρυσοῦς, εἶτα ἐπὶ τούτοις τοὺς ἀργυροῦς, εἶτα ἑξῆς ὁπόσοι ἐλεφάντινοι, εἶτα τοὺς χαλκοῦς ἢ λιθίνους, καὶ ἐν αὐτοῖς τούτοις οἱ Φειδίου μὲν ἢ Ἀλκαμένους ἢ Μύρωνος ἢ Εὐφράνορος ἢ τῶν ὁμοίων τεχνιτῶν προτετιμήσθων, οἱ συρφετώδεις δὲ οὗτοι καὶ ἄτεχνοι πόρρω που συνωσθέντες σιωπῇ ἀναπληρούντων μόνον τὴν ἐκκλησίαν. Ἑρμῆς ἔσται ταῦτα καὶ καθεδοῦνται ὡς προσήκει. ἀλλʼ ἐκεῖνο οὐ χεῖρον εἰδέναι, ἤν τις αὐτῶν χρυσοῦς μὲν ᾖ καὶ πολυτάλαντος τὴν ὁλκήν, οὐκ ἀκριβὴς δὲ τὴν ἐργασίαν, ἀλλὰ κομιδῇ ἰδιωτικὸς καὶ ἀσύμμετρος, πρὸ τῶν χαλκῶν τῶν Μύρωνος καὶ Πολυκλείτου καὶ τῶν Φειδίου καὶ Ἀλκαμένους λιθίνων καθεδεῖται ἢ προτιμοτέραν χρὴ νομίζειν εἶναι τὴν τέχνην; Ζεύς ἐχρῆν μὲν οὕτως,6 ἀλλʼ ὁ χρυσὸς ὅμως προτιμητέος. Ἑρμῆς μανθάνω· πλουτίνδην κελεύεις ἀλλὰ μὴ ἀριστίνδην καθίζειν, καὶ ἀπὸ τιμημάτων· ἥκετʼ οὖν εἰς τὴν προεδρίαν ὑμεῖς οἱ χρυσοῖ.

Ζεύς上出来だ、ヘルメスよ!最も見事に布告してくれた。実際にもう彼らは集まってきている。だから彼らを迎え入れ、素材や技術の如何に従って、それぞれその身分に応じて座らせよ。最前列には金製の神々を、その次には銀製の神々を、次いで象牙製の神々を、そして青銅製や石製の神々を。その青銅や石の中でも、フェイディアスやアルカメネス、ミュロンやエウフラノル、あるいは同様の職人の手によるものを優先して厚遇せよ。そして、これらのがらくたのような下手くそな作りのものどもは、遠くの方に押し込め、沈黙のうちにただ議場を埋め尽くさせるがよい。 Ἑρμῆςそのようにいたします。彼らもふさわしい形で着席することでしょう。しかし、次のことを知っておくのも悪くありません。もし彼らのうちの誰かが金製で、その重量は何タラントンもあるものの、細工は精密ではなく、きわめて素人臭く不釣り合いな形をしている場合、その者は、ミュロンやポリュクレイトスの青銅製の像や、フェイディアスやアルカメネスの石製の像よりも前に座るべきでしょうか、それとも技術をより優先すべきだと見なすべきでしょうか。 Ζεύς本来はそうあるべきだが、それでもやはり金を優先しなければならない。 Ἑρμῆς分かりました。優秀さによってではなく、富によって、つまり財産評価額に基づいて座らせろとおっしゃるのですね。では、金製の皆さん、最前列にお進みください。

構文注6 件
  1. 5πράττοιμεν ἄν

    動詞 πράττω の希求法現在に小辞 ἄν を伴った表現で、ここでは熟考の希求法(deliberative optative)あるいは潜在の希求法として、現在直面している危機に対して「私たちは何をすべきか」という提案や自問を表す。

  2. 5μὴ συνταράττειν

    非人称動詞 δοκεῖ (〜と思われる、〜がよいと決定される)の主語となる不定法句の否定。μὴ συνταράττειν と μηδὲ δῆλον εἶναι が並列され、その後に対比として πράττειν δέ が続いている。

  3. 5ἐν φανερῷ ἐσομένης τῆς ἔριδος

    所有格独立格(genitive absolute)の構文。未来分詞 ἐσομένης を用いることで、「哲学者たちの間の論争が公然のものとなるであろうから」という未来の必然性や前提条件を表している。

  4. 6ὡς μᾶλλον συνέλθοιεν

    目的節(ὡς + 希求法)。主節の命令法(ἀποσέμνυνε)を受けて過去歴史時制(あるいは望ましさの希求法)に準じ、間接的な意図を表す。μᾶλλον は「よりいっそう、進んで」の意。

  5. 7ὡς ἂν ὕλης ἢ τέχνης ἔχῃ

    関係代名詞(あるいは副詞 ὡς)+ ἄν + 接続法(ここでは ἔχῃ)による普遍的一般条件。また、ἔχω + 属格は「〜の点において(ある状態に)ある」を意味し、「素材(ὕλης)や技術(τέχνης)の点においてどのような状態にあるかに応じて」と解釈される。

  6. 7ἐχρῆν μὲν οὕτως

    不完全過去形 ἐχρῆν(〜すべきであった、本来なら〜であるのが当然だ)は、実現していない義務や「本来そうあるべきだが、実際はそうではない」という反事実的なニュアンスを含む。ここではヘルメスの「技術を優先すべきか」という問いに対して、ゼウスが「本来はそうあるべきだが(実際は金の価値を優先する)」と答えている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0062.tlg018.humanitext-grc2:5-7