§1Ἑρμῆς
Ὦ Ζεῦ, τί σύννους κατὰ μόνας σαυτῷ λαλεῖς,
ὠχρὸς περιπατῶν, φιλοσόφου τὸ χρῶμʼ ἔχων;
赫尔墨斯 “哦,宙斯,为什么你独自深思,面色苍白地踱步,带着哲学家的脸色,自言自语?
ἐμοὶ προσανάθου, λαβέ με σύμβουλον πόνων,
μὴ καταφρονήσῃς οἰκέτου φλυαρίας.
向我倾诉吧,让我做你痛苦的参谋,不要瞧不起仆人的闲谈。
Ἀθήνη
ναὶ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων,
γουνοῦμαί σε θεὰ γλαυκῶπις, τριτογένεια,
ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἤδη,
τίς μῆτις δάκνει σε κατὰ φρένα καὶ κατὰ θυμόν,
ἢ τί βαρὺ στενάχεις ὦχρός τέ σε εἷλε παρειάς;
” 雅典娜 “是的,我们的父亲,克罗诺斯之子,统治者中的至尊,我——灰眸的女神,特里托革尼亚——恳求你,说出来吧,不要藏在心里,好让我们现在就知道,是什么样的忧虑在噬咬你的心神和心灵,或者为什么你沉重地叹息,苍白夺去了你的双颊?
Ζεύς
οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδʼ εἰπεῖν ἔπος,
οὐδὲ πάθος οὐδὲ συμφορὰ τραγῳδική,
ἣν οὐκ ἰαμβείοις ὑπερπαίω δέκα.
” 宙斯 “没有什么话语可怕到无法说出口,也没有什么痛苦或悲剧性的厄运,是我不能用十行雅姆诗句来超越的。
Ἀθήνη
Ἄπολλον, οἵοις φροιμίοις ἄρχῃ λόγου;
” 雅典娜 “阿波罗啊! 你用什么样的开场白开始你的发言?
Ζεύς
ὦ παγκάκιστα χθόνια γῆς παιδεύματα,
σύ τʼ, ὦ Προμηθεῦ, οἷά μʼ εἴργασαι κακά.
” 宙斯 “哦,大地上产生出来的最邪恶的尘世造物! 还有你,普罗米修斯,你对我造成了何等深重的灾难!
Ἀθήνη
τί δʼ ἐστί;
” 雅典娜 “怎么回事?
πρὸς χορὸν γὰρ οἰκείων ἐρεῖς.
因为你是对你自己的歌队说话。
Ζεύς
ὦ μεγαλοσμαράγου στεροπᾶς ῥοίζημα, τί ῥέξεις;
” 宙斯 “哦,巨响轰鸣的闪电的呼啸,你要做什么?
Ἥρα
Κοίμισον ὀργάν, εἰ μὴ κωμῳδίαν, ὦ Ζεῦ, δυνάμεθα ὑποκρίνεσθαι μηδὲ ῥαψῳδεῖν ὥσπερ οὗτοι μηδὲ τὸν Εὐριπίδην ὅλον καταπεπώκαμεν, ὥστε σοι ὑποτραγῳδεῖν.
” 赫拉 “息怒吧,宙斯,除非我们连喜剧都演不来,也不能像他们那样吟诵史诗,更没有把整个欧里庇得斯都吞下去,以至于能为你充当悲剧的配角。
§2Ἥρα
ἀγνοεῖν ἡμᾶς νομίζεις τὴν αἰτίαν τῆς λύπης ἥτις ἐστί σοι;
” 赫拉 “你以为我们不知道你悲伤的原因是什么吗?
Ζεύς
οὐκ οἶσθʼ, ἐπεί τοι κἂν ἐκώκυες μέγα.
” 宙斯 “你不知道;否则你也会大声哭号的。
Ἥρα
οἶδα τὸ κεφάλαιον αὐτὸ ὧν πάσχεις ὅτι ἐρωτικόν ἐστιν· οὐ μὴν κωκύω γε ὑπὸ ἔθους, ἤδη πολλάκις ὑβρισθεῖσα ὑπὸ σοῦ τὰ τοιαῦτα.
” 赫拉 “我知道你所遭受的痛苦的主要症结所在,那就是风流韵事;不过,我倒不至于因为习惯了而哭天抢地,毕竟以前我已经多次因这种事而被你羞辱。
εἰκὸς γοῦν ἤτοι Δανάην τινὰ ἢ Σεμέλην ἢ Εὐρώπην αὖθις εὑρόντα σε ἀνιᾶσθαι ὑπὸ τοῦ ἔρωτος, εἶτα βουλεύεσθαι ταῦρον ἢ σάτυρον ἢ χρυσὸν γενόμενον ῥυῆναι διὰ τοῦ ὀρόφου εἰς τὸν κόλπον τῆς ἀγαπωμένης·
想必你又是找到了某个达那厄、塞墨勒或欧罗巴,正被情爱所折磨,接着正盘算着变成公牛、萨堤尔或黄金,穿过屋顶流进心上人的怀里。
τὰ σημεῖα γὰρ ταῦτα, οἱ στεναγμοὶ καὶ τὰ δάκρυα καὶ τὸ ὠχρὸν εἶναι, οὐκ ἄλλου του ἢ ἔρωτός ἐστιν· .
因为这些迹象——叹息、眼泪和脸色苍白——不属于别的,正是属于情爱。
Ζεύς
ὦ μακαρία, ἥτις ἐν ἔρωτι καὶ ταῖς τοιαύταις παιδιαῖς οἴει τὰ πράγματα ἡμῖν εἶναι.
” 宙斯 “可怜又幸福的女人啊,你竟以为我们的处境只是关于情爱和这类儿戏!
Ἥρα
ἀλλὰ τί ἄλλο, εἰ μὴ τοῦτο, ἀνιᾷ σε Δία ὄντα;
” 赫拉 “但如果不是这个,还能有什么别的事能折磨你这个身为宙斯的人呢?
§3Ζεύς
ἐν ἐσχάτοις, ὦ Ἥρα, τὰ θεῶν πράγματα, καὶ τοῦτο δὴ τὸ τοῦ λόγου, ἐπὶ ξυροῦ ἕστηκεν εἴτε χρὴ τιμᾶσθαι ἡμᾶς ἔτι καὶ τὰ γέρα ἔχειν τἀν τῇ γῇ εἴτε καὶ ἠμελῆσθαι παντάπασι καὶ τὸ μηδὲν εἶναι δοκεῖν.
” 宙斯 “赫拉,神明的事态已处于极点,正如俗话所说,已经‘立于剃刀之刃上’:我们是应该继续受到尊崇并享有尘世的特权,还是被完全忽视并被视为虚无。
Ἥρα
μῶν ἢ γίγαντάς τινας αὖθις ἡ γῆ ἔφυσεν, ἢ οἱ Τιτᾶνες διαρρήξαντες τὰ δεσμὰ καὶ τῆς φρουρᾶς ἐπικρατήσαντες αὖθις ἡμῖν ἐναντία αἴρονται τὰ ὅπλα;
” 赫拉 “难道大地又生出了什么巨人,还是提坦神们挣脱了锁链,战胜了守卫,再次拿起武器反抗我们?
Ζεύς
θάρσει, τὰ νέρθεν ἀσφαλῶς ἔχει θεοῖς.
” 宙斯 “放心吧,地底下的事对神明来说很安全。
Ἥρα
τί οὖν ἄλλο δεινὸν ἂν γένοιτο;
” 赫拉 “那么,还有什么别的事能如此可怕呢?
οὐχ ὁρῶ γάρ, ὅτε μὴ τὰ τοιαῦτα παραλυποῖ, ἐφʼ ὅτῳ Πῶλος ἢ Ἀριστόδημος ἀντὶ Διὸς ἡμῖν ἀναπέφηνας.
因为我看不到,在没有这些事情困扰我们的情况下,为什么你向我们显现时不像宙斯,反倒像波罗斯或阿里斯托德摩斯。
§4Ζεύς
Τιμοκλῆς, ὦ Ἥρα, ὁ Στωϊκὸς καὶ Δᾶμις ὁ Ἐπικούρειος χθές, οὐκ οἶδα ὅθεν σφίσιν ἀρξαμένου τοῦ λόγου, προνοίας πέρι διελεγέσθην παρόντων μάλα συχνῶν καὶ δοκίμων ἀνθρώπων, ὅπερ μάλιστα ἠνίασέ με·
” 宙斯 “赫拉,斯多葛派的提摩克勒斯和伊壁鸠鲁派的达米斯昨天——我不知道他们的谈话是从哪里开始的——在非常多且有名望的人面前辩论起神圣摄理。 这正是最让我痛苦的事。
καὶ ὁ μὲν Δᾶμις οὐδʼ εἶναι θεοὺς ἔφασκεν, οὐχ ὅπως τὰ γινόμενα ἐπισκοπεῖν ἢ διατάττειν, ὁ Τιμοκλῆς δὲ ὁ βέλτιστος ἐπειρᾶτο συναγωνίζεσθαι ἡμῖν·
达米斯甚至断言神明根本不存在,更不用说监察或安排所发生的事情了;而优秀的提摩克勒斯则试图为我们争辩。
εἶτα ὄχλου πολλοῦ ἐπιρρυέντος οὐδὲν πέρας ἐγένετο τῆς συνουσίας· διελύθησαν γὰρ εἰσαῦθις ἐπισκέψεσθαι τὰ λοιπὰ συνθέμενοι, καὶ νῦν μετέωροι πάντες εἰσίν, ὁπότερος κρατήσει καὶ ἀληθέστερα δόξει λέγειν.
接着,由于大批人群涌入,这场聚会没有得出任何结果;因为他们分手时约定以后再讨论剩下的问题,而现在所有人都在悬念中,看他们俩谁能获胜并被认为说的是真理。
ὁρᾶτε τὸν κίνδυνον, ὡς ἐν στενῷ παντάπασι τὰ ἡμέτερα, ἐν ἑνὶ ἀνδρὶ κινδυνευόμενα;
你看到危险了吗? 我们的处境是多么彻底地陷入了困境,竟押在一个人的身上?
καὶ δυοῖν θάτερον ἢ παρεῶσθαι ἀνάγκη, ὀνόματα μόνον εἶναι δόξαντας, ἢ τιμᾶσθαι ὥσπερ πρὸ τοῦ, ἢν ὁ Τιμοκλῆς ὑπέρσχῃ λέγων.
而两件事中必居其一:要么我们不可避免地被排斥,被认为只是空名;要么,如果提摩克勒斯在辩论中胜出,我们就像以前一样受到尊崇。 ”