§35Τιμοκλῆς
τί φής, ὦ ἱερόσυλε Δᾶμι, θεοὺς μὴ εἶναι μηδὲ προνοεῖν τῶν ἀνθρώπων;
提摩克勒斯:你说什么,你这个亵渎神殿的达米斯,神明不存在,也不眷顾人类吗?
Δάμις
οὔκ· ἀλλὰ σὺ πρότερος ἀπόκριναί μοι ᾧτινι λόγῳ ἐπείσθης εἶναι αὐτούς.
达米斯:不;但你先回答我,你凭什么道理相信他们存在。
Τιμοκλῆς
οὐ μὲν οὖν, ἀλλὰ σύ, ὦ μιαρέ, ἀπόκριναι.
提摩克勒斯:绝不,而是你回答,你这个肮脏的家伙!
Δάμις
οὐ μὲν οὖν, ἀλλὰ σύ.
达米斯:绝不,而是你。
Ζεύς
ταυτὶ μὲν παρὰ πολὺ ὁ ἡμέτερος ἄμεινον καὶ εὐφωνότερον τραχύνεται.
宙斯:在这一点上,我们的人确实嚷得好得多,声音也更宏亮。
εὖ γε, ὦ Τιμόκλεις, ἐπίχει τῶν βλασφημιῶν·
做得好,提摩克勒斯,尽管倾倒你的谩骂吧!
ἐν γὰρ τούτῳ σοι τὸ κράτος, ὡς τά γε ἄλλα ἰχθύν σε ἀποφανεῖ ἐπιστομίζων.
因为你的优势就在这里,否则在其他事情上,他会堵住你的嘴,让你像鱼一样说不出话来。
Τιμοκλῆς
ἀλλά, μὰ τὴν Ἀθηνᾶν, οὐκ ἂν ἀποκριναίμην σοι πρότερος.
提摩克勒斯:但是,凭着雅典娜发誓,我绝不先回答你。
Δάμις
οὐκοῦν, ὦ Τιμόκλεις, ἐρώτα· ἐκράτησας γὰρ τοῦτό γε ὀμωμοκώς·
达米斯:那么,提摩克勒斯,你问吧;因为你靠发誓赢得了这一点。
ἀλλʼ ἄνευ τῶν βλασφημιῶν, εἰ δοκεῖ.
不过,如果同意的话,我们别再相互谩骂了。
§36Τιμοκλῆς
εὖ λέγεις·
提摩克勒斯:说得对。
εἰπὲ οὖν μοι, οὐ δοκοῦσί σοι, ὦ κατάρατε, προνοεῖν οἱ θεοί;
那么告诉我,你这个该死的家伙,在你看来,神明难道不实行眷顾吗?
Δάμις
οὐδαμῶς.
达米斯:绝不。
Τιμοκλῆς
τί φής;
提摩克勒斯:你说什么?
ἀπρονόητα οὖν ταῦτα ἅπαντα;
难道这一切都是毫无护佑的吗?
Δάμις
ναί.
达米斯:是的。
Τιμοκλῆς
οὐδʼ ὑπό τινι οὖν θεῷ τάττεται ἡ τῶν ὅλων ἐπιμέλεια;
提摩克勒斯:万物的管理,难道没有在任何一位神明的掌管之下被安排吗?
Δάμις
οὔ.
达米斯:没有。
Τιμοκλῆς
πάντα δὲ εἰκῆ φέρεται;
提摩克勒斯:而一切都只是在盲目运转吗?
Δάμις
ναί.
达米斯:是的。
Τιμοκλῆς
εἶτʼ ἄνθρωποι ταῦτα ἀκούοντες ἀνέχεσθε καὶ οὐ καταλεύσετε τὸν ἀλιτήριον;
提摩克勒斯:而你们,人们啊,听了这话竟然能容忍,而不去用石头砸死这个罪人吗?
Δάμις
τί τοὺς ἀνθρώπους ἐπʼ ἐμὲ παροξύνεις, ὦ Τιμόκλεις;
达米斯:提摩克勒斯,你为什么要煽动众人来反对我?
ἢ τίς ὢν ἀγανακτεῖς ὑπὲρ τῶν θεῶν, καὶ ταῦτα ἐκείνων αὐτῶν οὐκ ἀγανακτούντων;
或者,你算什么人,竟要替神明感到愤慨,尤其是在神明自己都不感到愤慨的情况下?
οἵ γε οὐδὲν δεινὸν διατεθείκασί με πάλαι ἀκούοντες, εἴ γε ἀκούουσιν.
他们听了我这么久——如果他们真的在听的话——也没对我做出任何可怕的事。
Τιμοκλῆς
ἀκούουσι γάρ, ὦ Δᾶμι, ἀκούουσι, καί σε μετίασί ποτε χρόνῳ.
提摩克勒斯:因为他们确实在听,达米斯,在听,并且终有一天会惩罚你。
§37Δάμις
καὶ πότε ἂν ἐκεῖνοι σχολὴν ἀγάγοιεν ἐπʼ ἐμέ, τοσαῦτα, ὡς φής, πράγματα ἔχοντες καὶ τὰ ἐν τῷ κόσμῳ ἄπειρα τὸ πλῆθος ὄντα οἰκονομούμενοι;
达米斯:而且,他们什么时候能抽出空来对付我呢? 正如你所说,他们有那么多事务,管理着宇宙中无数的事情。
ὥστε οὐδὲ σέ πω ἠμύναντο ὧν ἐπιορκεῖς ἀεὶ καὶ τῶν ἄλλων, ἵνα μὴ βλασφημεῖν καὶ αὐτὸς ἀναγκάζωμαι παρὰ τὰ συγκείμενα.
因此,他们甚至至今都还没有惩罚你那不断的伪誓,也没有惩罚其他人,免得我自己也违背约定去谩骂。
καίτοι οὐχ ὁρῶ ἥντινα ἂν ἄλλην ἐπίδειξιν τῆς ἑαυτῶν προνοίας μείζω ἐξενεγκεῖν ἐδύναντο ἢ σὲ κακὸν κακῶς ἐπιτρίψαντες.
然而,我真看不出他们还能展示出什么比消灭你这个可恶的恶棍更伟大的眷顾证明。
ἀλλὰ δῆλοί εἰσιν ἀποδημοῦντες, ὑπὲρ τὸν Ὠκεανὸν ἴσως μετʼ ἀμύμονας Αἰθιοπῆας· ἔθος γοῦν αὐτοῖς συνεχῶς ἰέναι παρʼ αὐτοὺς μετὰ δαῖτα καὶ αὐτεπαγγέλτοις ἐνίοτε.
不过,他们显然在国外,也许是在大洋彼岸那些无可指责的埃塞俄比亚人那里;因为去他们那里赴宴是神明的一贯习惯,有时甚至是自己送上门去。
§38Τιμοκλῆς
τί πρὸς τοσαύτην ἀναισχυντίαν εἴποιμι ἄν, ὦ Δᾶμι;
提摩克勒斯:面对如此的厚颜无耻,我还能说什么呢,达米斯?
Δάμις
ἐκεῖνο, ὦ Τιμόκλεις, ὃ πάλαι ἐγὼ ἐπόθουν ἀκοῦσαί σου, ὅπως ἐπείσθης οἴεσθαι προνοεῖν τοὺς θεούς.
达米斯:提摩克勒斯,就是我一直渴望听你说的那个:你是如何被说服去相信神明是有所护佑的。
Τιμοκλῆς
ἡ τάξις με πρῶτον τῶν γινομένων ἔπεισεν, ὁ ἥλιος ἀεὶ τὴν αὐτὴν ὁδὸν ἰὼν καὶ σελήνη κατὰ ταὐτὰ καὶ ὧραι τρεπόμεναι καὶ φυτὰ φυόμενα καὶ ζῷα γεννώμενα καὶ αὐτὰ ταῦτα οὕτως εὐμηχάνως κατεσκευασμένα ὡς τρέφεσθαι καὶ κινεῖσθαι καὶ ἐννοεῖν καὶ βαδίζειν καὶ τεκταίνεσθαι καὶ σκυτοτομεῖν καὶ τἆλλα·
提摩克勒斯:首先,万物生成的秩序说服了我:太阳总是沿着相同的轨道运行,月亮也是如此,季节更替,植物生长,动物出生,而这些生物本身构造得如此精巧,以至于能进食、活动、思考、行走、做木工、制鞋等等。
ταῦτα προνοίας ἔργα εἶναί μοι δοκεῖ.
在我看来,这些都是神明护佑的作工。
Δάμις
αὐτό που τὸ ζητούμενον, ὦ Τιμόκλεις, συναρπάζεις·
达米斯:提摩克勒斯,你是在乞求论题。
οὐδέπω γὰρ δῆλον εἰ προνοίᾳ τούτων ἕκαστον ἀποτελεῖται.
因为这其中的每一件事是否是由神明眷顾所完成的,还根本不清楚。
ἀλλʼ ὅτι μὲν τοιαῦτά ἐστι τὰ γινόμενα φαίην ἂν καὶ αὐτός·
但是,生成的万物确实是这个样子的,我自己也会这么说。
οὐ μὴν αὐτίκα πεπεῖσθαι ἀνάγκη καὶ ὑπό τινος προμηθείας αὐτὰ γίγνεσθαι·
然而,这并不意味着有必要立刻相信它们是在某种预见下生成的。
ἔνι γὰρ καὶ ἄλλως ἀρξάμενα νῦν ὁμοίως καὶ κατὰ ταὐτὰ συνίστασθαι, σὺ δὲ τάξιν αὐτῶν ὀνομάζεις τὴν ἀνάγκην, εἶτα δηλαδὴ ἀγανακτήσεις εἴ τίς σοι μὴ ἀκολουθοίη τὰ γινόμενα μὲν ὁποῖά ἐστι καταριθμουμένῳ καὶ ἐπαινοῦντι, οἰομένῳ δὲ ἀπόδειξιν ταῦτα εἶναι τοῦ καὶ προνοίᾳ διατάττεσθαι αὐτῶν ἕκαστον.
因为完全有可能在最初以其他方式开始,现在仍以同样和类似的方式组合着,而你把它们的“必然性”称为“秩序”。 然后,当然,当你列举并赞美生成的万物是什么样子的、并认为这些是它们每一件都由眷顾所排定的证据时,如果有人不顺从你,你就会感到愤慨。
ὥστε κατὰ τὸν κωμικόν· "τουτὶ μὲν ὑπομόχθηρον, ἄλλο μοι λέγε.
所以,正如喜剧诗人所说:‘这有点糟糕;跟我说点别的吧。
"
’