← ルキアノス

悲劇役者ゼウス

§35-38

ティモクレスとダミスによる神の摂理をめぐる論争

無神論者ダミスと哲学者ティモクレスによる、神々の存在と摂理(配慮)をめぐる本格的な論争が始まる。ティモクレスが宇宙の規則正しい運行や動植物の構造を配慮の証拠として挙げるのに対し、ダミスはそれが最初の始動による必然性にすぎないと反論する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§35

Τιμοκλῆς τί φής, ὦ ἱερόσυλε Δᾶμι, θεοὺς μὴ εἶναι μηδὲ προνοεῖν τῶν ἀνθρώπων; Δάμις οὔκ· ἀλλὰ σὺ πρότερος ἀπόκριναί μοι ᾧτινι λόγῳ ἐπείσθης εἶναι αὐτούς. Τιμοκλῆς οὐ μὲν οὖν, ἀλλὰ σύ, ὦ μιαρέ, ἀπόκριναι. Δάμις οὐ μὲν οὖν, ἀλλὰ σύ. Ζεύς ταυτὶ μὲν παρὰ πολὺ ὁ ἡμέτερος ἄμεινον καὶ εὐφωνότερον τραχύνεται. εὖ γε, ὦ Τιμόκλεις, ἐπίχει τῶν βλασφημιῶν· ἐν γὰρ τούτῳ σοι τὸ κράτος, ὡς τά γε ἄλλα ἰχθύν1 σε ἀποφανεῖ ἐπιστομίζων. Τιμοκλῆς ἀλλά, μὰ τὴν Ἀθηνᾶν, οὐκ ἂν ἀποκριναίμην σοι πρότερος. Δάμις οὐκοῦν, ὦ Τιμόκλεις, ἐρώτα· ἐκράτησας γὰρ τοῦτό γε ὀμωμοκώς· ἀλλʼ ἄνευ τῶν βλασφημιῶν, εἰ δοκεῖ.

ティモクレス:何と言うことだ、神殿荒らしのダミスよ、神々は存在せず、人間のことを配慮してもいないと言うのか。ダミス:いや。だが、君が先に答えてくれ、いかなる根拠によって、それらが存在すると確信するに至ったのかを。ティモクレス:とんでもない、お前が、この汚らわしい奴め、答えるのだ。ダミス:とんでもない、お前こそ。ゼウス:このことに関しては、我々の側の者がはるかに上手く、かつ良い声で荒々しく吠えている。いいぞ、ティモクレス、罵倒を注ぎかけるのだ。お前の強みはまさにそこにあるのだから。それ以外の点では、彼は君の口を封じて魚のようにおしだまらせてしまうだろう。ティモクレス:だが、アテナにかけて、私はお前より先に答えるつもりはないぞ。ダミス:それなら、ティモクレス、質問したまえ。お前は誓いを立てて、これを勝ち取ったのだからな。だが、お互いよければ、罵り合いはなしにしよう。

§36

Τιμοκλῆς εὖ λέγεις· εἰπὲ οὖν μοι, οὐ δοκοῦσί σοι, ὦ κατάρατε, προνοεῖν οἱ θεοί; Δάμις οὐδαμῶς. Τιμοκλῆς τί φής; ἀπρονόητα οὖν ταῦτα ἅπαντα; Δάμις ναί. Τιμοκλῆς οὐδʼ ὑπό τινι οὖν θεῷ τάττεται ἡ τῶν ὅλων ἐπιμέλεια; Δάμις οὔ. Τιμοκλῆς πάντα δὲ εἰκῆ φέρεται; Δάμις ναί. Τιμοκλῆς εἶτʼ ἄνθρωποι ταῦτα ἀκούοντες ἀνέχεσθε καὶ οὐ καταλεύσετε τὸν ἀλιτήριον; Δάμις τί τοὺς ἀνθρώπους ἐπʼ ἐμὲ παροξύνεις, ὦ Τιμόκλεις; ἢ τίς ὢν ἀγανακτεῖς ὑπὲρ τῶν θεῶν, καὶ ταῦτα ἐκείνων αὐτῶν οὐκ ἀγανακτούντων; οἵ γε οὐδὲν δεινὸν διατεθείκασί με πάλαι ἀκούοντες, εἴ γε ἀκούουσιν. Τιμοκλῆς ἀκούουσι γάρ, ὦ Δᾶμι, ἀκούουσι, καί σε μετίασί ποτε χρόνῳ.

ティモクレス:もっともな提案だ。では言ってくれ、この呪われた奴め、神々が配慮しているとはお前には思われないのか。ダミス:全く思わない。ティモクレス:何と言うことだ。では、これらすべてが配慮なしに行われているというのか。ダミス:その通りだ。ティモクレス:いかなる神の下にも、万物の管理は配置されていないと?ダミス:ない。ティモクレス:そして、すべてはただ行き当たりばったりに流れていると?ダミス:その通りだ。ティモクレス:それなのに、人間たちよ、お前たちはこれを聴きながら耐えているのか。この罪深い奴を石打ちにしないのか。ダミス:なぜ人々を私に対して煽り立てるのだ、ティモクレスよ。あるいはお前は何者であって、神々のために憤慨しているのか。神々ご自身が憤慨しておられないというのに。彼らは、私の言葉を以前から聴いていながら(もし聴いているのだとすればだが)、私に何のひどいこともしなかったではないか。ティモクレス:いや、聴いているのだ、ダミスよ、聴いている。そして、いつの日か時が経てば、お前を罰するだろう。

§37

Δάμις καὶ πότε ἂν ἐκεῖνοι σχολὴν ἀγάγοιεν ἐπʼ ἐμέ, τοσαῦτα, ὡς φής, πράγματα ἔχοντες καὶ τὰ ἐν τῷ κόσμῳ ἄπειρα τὸ πλῆθος ὄντα οἰκονομούμενοι; ὥστε οὐδὲ σέ πω ἠμύναντο ὧν2 ἐπιορκεῖς ἀεὶ καὶ τῶν ἄλλων, ἵνα μὴ βλασφημεῖν καὶ αὐτὸς ἀναγκάζωμαι παρὰ τὰ συγκείμενα. καίτοι οὐχ ὁρῶ ἥντινα ἂν ἄλλην ἐπίδειξιν τῆς ἑαυτῶν προνοίας μείζω ἐξενεγκεῖν ἐδύναντο3 ἢ σὲ κακὸν κακῶς ἐπιτρίψαντες. ἀλλὰ δῆλοί εἰσιν ἀποδημοῦντες, ὑπὲρ τὸν Ὠκεανὸν ἴσως μετʼ ἀμύμονας Αἰθιοπῆας· ἔθος γοῦν αὐτοῖς συνεχῶς ἰέναι παρʼ αὐτοὺς μετὰ δαῖτα καὶ αὐτεπαγγέλτοις ἐνίοτε.

ダミス:それに、彼らがいつ私に対する時間を割けるというのだ、君が言うようにあれほど多くの厄介事を抱え、宇宙の中の無数に存在する事柄を管理しているというのに。だからこそ、君がいつも誓いを破っていることや他の事柄に対しても、彼らはまだ報復していないのだ。私も約束に反して自分から罵り出すことのないようにしよう。もっとも、彼らがお前のような悪党を無残に滅ぼすこと以上に、自身の配慮のどのような偉大な証明を示すことができただろうか、私には分からないが。いや、彼らは旅に出ているのが明らかなのだ。おそらくは、非の打ちどころのないエチオピア人たちのところへ、大洋の彼方へな。神々には、宴会のために彼らのところへ継続的に行く習慣があるし、時には招かれずとも自ら赴くことさえあるのだから。

§38

Τιμοκλῆς τί πρὸς τοσαύτην ἀναισχυντίαν εἴποιμι ἄν, ὦ Δᾶμι; Δάμις ἐκεῖνο, ὦ Τιμόκλεις, ὃ πάλαι ἐγὼ ἐπόθουν ἀκοῦσαί σου, ὅπως ἐπείσθης οἴεσθαι προνοεῖν τοὺς θεούς. Τιμοκλῆς ἡ τάξις με πρῶτον τῶν γινομένων ἔπεισεν, ὁ ἥλιος ἀεὶ τὴν αὐτὴν ὁδὸν ἰὼν καὶ σελήνη κατὰ ταὐτὰ καὶ ὧραι τρεπόμεναι καὶ φυτὰ φυόμενα καὶ ζῷα γεννώμενα καὶ αὐτὰ ταῦτα οὕτως εὐμηχάνως κατεσκευασμένα ὡς τρέφεσθαι καὶ κινεῖσθαι καὶ ἐννοεῖν καὶ βαδίζειν καὶ τεκταίνεσθαι καὶ σκυτοτομεῖν καὶ τἆλλα· ταῦτα προνοίας ἔργα εἶναί μοι δοκεῖ. Δάμις αὐτό που τὸ ζητούμενον, ὦ Τιμόκλεις, συναρπάζεις· οὐδέπω γὰρ δῆλον εἰ προνοίᾳ τούτων ἕκαστον ἀποτελεῖται. ἀλλʼ ὅτι μὲν τοιαῦτά ἐστι τὰ γινόμενα φαίην ἂν καὶ αὐτός· οὐ μὴν αὐτίκα πεπεῖσθαι ἀνάγκη καὶ ὑπό τινος προμηθείας αὐτὰ γίγνεσθαι· ἔνι4 γὰρ καὶ ἄλλως ἀρξάμενα νῦν ὁμοίως καὶ κατὰ ταὐτὰ συνίστασθαι, σὺ δὲ τάξιν αὐτῶν ὀνομάζεις τὴν ἀνάγκην, εἶτα δηλαδὴ ἀγανακτήσεις εἴ τίς σοι μὴ ἀκολουθοίη τὰ γινόμενα μὲν ὁποῖά ἐστι καταριθμουμένῳ καὶ ἐπαινοῦντι, οἰομένῳ δὲ ἀπόδειξιν ταῦτα εἶναι τοῦ καὶ προνοίᾳ διατάττεσθαι αὐτῶν ἕκαστον. ὥστε κατὰ τὸν κωμικόν· "τουτὶ μὲν ὑπομόχθηρον, ἄλλο μοι λέγε."

ティモクレス:これほどの破廉恥さに対して、私は何を言えばよいのか、ダミスよ。ダミス:ティモクレスよ、私がずっと前から君から聴きたかったあのこと、すなわち、どうして君が神々は配慮していると信じるに至ったのか、それを言ってくれ。ティモクレス:まず、生起することどもの秩序が私を納得させた。太陽が常に同じ軌道を進み、月も同様であり、季節が巡り、植物が育ち、動物が生まれ、そしてこれら自体が非常に巧みに構成されていて、栄養を摂り、動き、思考し、歩き、大工仕事をしたり靴を作ったりその他いろいろなことを行う。これらは配慮の働きであると私には思われる。ダミス:ティモクレスよ、君はまさに探求されている事柄を強引に奪い取っている。これらの一つ一つが配慮によって成し遂げられているかどうかは、まだ明らかではないのだから。しかし、生起することどもがそのようなものであることは、私自身も認めよう。だからといって、それらが何らかの配慮によって生じていると直ちに信じる必要はない。それらが最初に別の形で始まって、今も同様に同じやり方で構成され続けているということもあり得るからだ。そして君はその不可避性を、それらの「秩序」と呼んでいるのだ。それから言うまでもなく、君が生起することをありのままに列挙して称賛し、それらが一つ一つ配慮によって秩序づけられていることの証明であると信じているとき、誰かが君の議論に従わなければ、君は憤慨するのだ。したがって、喜劇作家の言う通りだ。「これは少しお粗末だ、別のことを私に言え。」

構文注4 件
  1. 35ἰχθύν

    動詞 ἀποφανεῖ(ἀποφαίνω「〜にする」の未来形)に伴う二重対格の第二目的格(σε が第一目的格)。ギリシア語で「魚のように(沈黙する)」という慣用表現を背景に持つ。

  2. 37ὧν

    報復を表す動詞 ἠμύναντο は「人(対格)+原因(属格)」の格支配を持つ。ここでは関係代名詞 ὧν の先行詞 τούτων が省略されており、関係代名詞が ἐπιορκεῖς の本来の目的格(対格)から主節の要求する属格へと同化(attraction)している。

  3. 37ἂν ... ἐδύναντο

    直説法過去(ἐδύναντο)+ ἄν による過去の事実に反する仮定(反実仮想)。これに伴う分詞 ἐπιτρίψαντες は「もし滅ぼしたなら」という条件、あるいは「滅ぼすことによって」という手段を表している。

  4. 38ἔνι

    非人称動詞 ἔνεστι(「〜が可能である、あり得る」)のアクセント後退形で、不定詞 συνίστασθαι を伴って「〜することが可能である」という非人称構文を形成している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0062.tlg018.humanitext-grc2:35-38