Humanitext Reader

琉善 · 悲剧演员宙斯 §39-41

提摩克勒斯与达米斯关于诗人和剧作家的辩驳

第 11 段,共 14 段 · 希腊语

内容简介

提摩克勒斯引用诗人荷马和剧作家欧里庇得斯作为神明眷顾的证据,但达米斯通过指出神话的虚构性以及戏剧的舞台装置予以驳斥。

§39Τιμοκλῆς ἐγὼ μὲν οὐκ οἶμαι καὶ ἄλλης ἐπὶ τούτοις δεῖν ἀποδείξεως.
提摩克勒斯我不认为在这些之外还需要其他的证明。
ὅμως δʼ οὖν ἐρῶ· ἀπόκριναι γάρ μοι, Ὅμηρός σοι δοκεῖ ἄριστος ποιητὴς γενέσθαι;
不过我还是要说:回答我,你是否认为荷马是最优秀的诗人?
Δάμις καὶ μάλα.
达米斯确实如此。
Τιμοκλῆς οὐκοῦν ἐκείνῳ ἐπείσθην τὴν πρόνοιαν τῶν θεῶν ἐμφανίζοντι.
提摩克勒斯所以,我是被那位彰显神明眷顾的他所说服的。
Δάμις ἀλλʼ, ὦ θαυμάσιε, ποιητὴν μὲν ἀγαθὸν Ὅμηρον γενέσθαι πάντες σοι συνομολογήσουσι, μάρτυρα δὲ ἀληθῆ περὶ τῶν τοιούτων οὔτʼ ἐκεῖνον οὔτε ἄλλον ποιητὴν οὐδένα· οὐ γὰρ ἀληθείας μέλει αὐτοῖς, οἶμαι, ἀλλὰ τοῦ κηλεῖν τοὺς ἀκούοντας, καὶ διὰ τοῦτο μέτροις τε κατᾴδουσι καὶ μύθοις κατηχοῦσι καὶ ὅλως ἅπαντα ὑπὲρ τοῦ τερπνοῦ μηχανῶνται.
达米斯但是,奇妙的朋友啊,所有人都会同意你荷马是个优秀的诗人,但作为关于此类事情的真实见证人,既不是他,也不是其他任何诗人;因为我认为,他们关心的不是真理,而是迷惑听众,因此他们用格律吟唱,用神话灌输,总之,一切都是为了娱乐而设计的。
§40Δάμις ἀτὰρ ἡδέως ἂν καὶ ἀκούσαιμι οἷστισι μάλιστα ἐπείσθης τῶν Ὁμήρου·
达米斯不过,我也很想听听,你究竟是被荷马的哪些话特别说服的。
ἆρα οἷς περὶ τοῦ Διὸς λέγει, ὡς ἐπεβούλευον συνδῆσαι αὐτὸν ἡ θυγάτηρ καὶ ὁ ἀδελφὸς καὶ ἡ γυνή;
是他关于宙斯所说的那些吗——他的女儿、兄弟和妻子曾密谋将他捆绑起来?
καὶ εἴ γε μὴ τὸν Βριάρεων ἡ Θέτις ἐκάλεσεν ἐπεπέδητο ἂν ἡμῖν ὁ βέλτιστος Ζεὺς συναρπασθείς.
要不是忒提斯召唤了布里阿瑞俄斯,我们那种最上等的宙斯早就被抓起来绑住了。
ἀνθʼ ὧν καὶ ἀπομνημονεύων τῇ Θέτιδι τὴν εὐεργεσίαν ἐξαπατᾷ τὸν Ἀγαμέμνονα ὄνειρόν τινα ψευδῆ ἐπιπέμψας, ὡς πολλοὶ τῶν Ἀχαιῶν ἀποθάνοιεν.
为了报答这一点,他记着对忒提斯的恩惠,派去一个虚假的梦来欺骗阿伽门农,好让许多阿开亚人死去。
ὁρᾷς;
你看到了吗?
ἀδύνατον γὰρ ἦν αὐτῷ κεραυνὸν ἐμβαλόντι καταφλέξαι τὸν Ἀγαμέμνονα αὐτὸν ἄνευ τοῦ ἀπατεῶνα εἶναι δοκεῖν.
因为如果他不显得像个骗子,他就无法通过降下雷霆来烧死阿伽门农本人。
ἢ ἐκεῖνά σε μάλιστα εἰς τὴν πίστιν ἐπεσπάσαντο, ἀκούοντα ὡς Διομήδης μὲν ἔτρωσε τὴν Ἀφροδίτην, εἶτα τὸν Ἄρη αὐτὸν Ἀθηνᾶς παρακελεύσει, μετὰ μικρὸν δὲ αὐτοὶ συμπεσόντες οἱ θεοὶ ἐμονομάχουν ἀναμὶξ ἄρρενες καὶ θήλειαι, καὶ Ἀθηνᾶ μὲν Ἄρη καταγωνίζεται ἅτε καὶ προπεπονηκότα, οἶμαι, ἐκ τοῦ τραύματος ὃ παρὰ τοῦ Διομήδους εἰλήφει, "Λητοῖ δʼ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς;
或者是那些事情特别吸引你信奉——当你听到狄omedes如何刺伤阿佛洛狄忒,然后又在雅典娜的怂恿下刺伤阿瑞斯本人,以及不久后神明自己冲突起来,男女混杂地进行单挑,而雅典娜击败了阿瑞斯,我想,因为他已经因从狄omedes那里受到的伤而虚弱不堪,“而对抗勒托的是强健且带来福祉的赫尔墨斯”?
" ἢ τὰ περὶ τῆς Ἀρτέμιδός σοι πιθανὰ ἔδοξεν, ὡς ἐκείνη μεμψίμοιρος οὖσα ἠγανάκτησεν οὐ κληθεῖσα ἐφʼ ἑστίασιν ὑπὸ τοῦ Οἰνέως, καὶ διὰ τοῦτο σῦν τινα ὑπερφυᾶ καὶ ἀνυπόστατον τὴν ἀλκὴν ἐπαφῆκεν ἐπὶ τὴν χώραν αὐτοῦ;
还是关于阿耳忒弥斯的事在你看来是可信的——她心怀怨恨,因未被俄纽斯邀请参加宴会而大发雷霆,并因此将一头力量超凡且无法阻挡的野猪放纵到他的土地上?
ἆρʼ οὖν τὰ τοιαῦτα λέγων σε Ὅμηρος πέπεικε;
难道荷马正是通过述说这些事情说服了你吗?
§41Ζεύς βαβαί·
宙斯天哪!
ἡλίκον, ὦ θεοί, ἀνεβόησε τὸ πλῆθος, ἐπαινοῦντες τὸν Δᾶμιν·
神明啊,群众赞美达米斯的声音是多么响亮!
ὁ δʼ ἡμέτερος ἀπορουμένῳ ἔοικεν· ἰδίει γοῦν καὶ ὑποτρέμει καὶ δῆλός ἐστιν ἀπορρίψων τὴν ἀσπίδα, καὶ ἤδη περιβλέπει οἷ παρεκδὺς ἀποδράσεται.
而我们的人似乎陷入了困境;他现在汗流浃背、微微发抖,显然是要丢弃盾牌,已经开始环顾四周,寻找可以开溜逃跑的地方了。
Τιμοκλῆς οὐδʼ Εὐριπίδης ἄρα σοι δοκεῖ λέγειν τι ὑγιές, ὁπόταν αὐτοὺς ἀναβιβασάμενος τοὺς θεοὺς ἐπὶ τὴν σκηνὴν δεικνύῃ σώζοντας μὲν τοὺς χρηστοὺς τῶν ἡρώων, τοὺς πονηροὺς δὲ καὶ κατὰ σὲ τὴν ἀσέβειαν ἐπιτρίβοντας;
提摩克勒斯那么,连欧里庇得斯在你看来也没有说出任何健全的话吗? ——每当他把神明自己带上舞台,展示他们如何拯救英雄中的善良者,却惩罚恶人和像你这样不敬的人时?
Δάμις ἀλλʼ, ὦ γενναιότατε φιλοσόφων Τιμόκλεις, εἰ ταῦτα ποιοῦντες οἱ τραγῳδοὶ πεπείκασί σε, ἀνάγκη δυοῖν θάτερον, ἤτοι Πῶλον καὶ Ἀριστόδημον καὶ Σάτυρον ἡγεῖσθαί σε θεοὺς εἶναι τότε ἢ τὰ πρόσωπα τῶν θεῶν αὐτὰ καὶ τοὺς ἐμβάτας καὶ τοὺς ποδήρεις χιτῶνας καὶ χλαμύδας καὶ χειρῖδας καὶ προγαστρίδια καὶ τἆλλα οἷς ἐκεῖνοι σεμνύνουσι τὴν τραγῳδίαν, ὅπερ καὶ γελοιότατον·
达米斯但是,哲学者中最尊贵的提摩克勒斯啊,如果悲剧作家们做这些事说服了你,那势必得出两者之一:要么你必须认为波罗斯、阿里斯托德摩斯和萨提罗斯当时就是神明,要么就得认为神明的面具本身、厚底靴、及地长袍、斗篷、手套、假肚子以及他们用来装点悲剧的其他东西是神明——而这是最荒谬的。
ἐπεὶ καθʼ ἑαυτὸν ὁπόταν ὁ Εὐριπίδης, μηδὲν ἐπειγούσης τῆς χρείας τῶν δραμάτων, τὰ δοκοῦντά οἱ λέγῃ, ἀκούσῃ αὐτοῦ τότε παρρησιαζομένου, " ὁρᾷς τὸν ὑψοῦ τόνδʼ ἄπειρον αἰθέρα καὶ γῆν πέριξ ἔχονθʼ ὑγραῖς ἐν ἀγκάλαις;
因为当欧里庇得斯在剧作没有迫切需要时,表达他自己的看法时,你就会听到他坦白地说道: “你看见上方那无垠的以太,用潮湿的臂膀拥抱着大地吗?
τοῦτον νόμιζε Ζῆνα, τόνδʼ ἡγοῦ θεόν.
把这当作宙斯吧,把这当作神明。
" καὶ πάλιν, "Ζεύς, ὅστις ὁ Ζεύς, οὐ γὰρ οἶδα, πλὴν λόγῳ κλύων.
” 还有: “宙斯,不管宙斯是谁,我并不知道,只在传言中听说。
" καὶ τὰ τοιαῦτα.
” 以及诸如此类的话。

词汇与语法注释

  1. §40εἴ γε μὴ τὸν Βριάρεων ἡ Θέτις ἐκάλεσεν ἐπεπέδητο ἂν — 过去反事实条件句,条件从句使用直陈式不定过去时(ἐκάλεσεν),结论从句使用带 ἄν 的直陈式过去完成时(ἐπεπέδητο ἂν),表示过去的一种未曾发生过的假想情况。
  2. §41δῆλός ἐστιν ἀπορρίψων — 形容词 δῆλος 结合将来时分词(ἀπορρίψων)的人称句结构,表示主语显然具有做某事(丢弃盾牌)的意图或显现出将要做的明确迹象。
  3. §41ἀνάγκη δυοῖν θάτερον — 省略了系动词 ἐστί 的紧凑表达方式,其中的 δυοῖν 为部分属格。这是一种固定的成语表达,意为“二者必居其一”,用以提出二选一的必然结论。

引用这一段

琉善, 悲剧演员宙斯 §39-41. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg018.humanitext-grc2:39-41

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。