§28Μῶμος
τοῦτο μὲν ὀρθῶς ἔλεξας, ὦ Ἄπολλον, ἐπαινέσας τοὺς σαφῶς λέγοντας, εἰ καὶ μὴ πάνυ ποιεῖς αὐτὸ σὺ ἐν τοῖς χρησμοῖς λοξὸς ὢν καὶ γριφώδης καὶ ἐς τὸ μεταίχμιον ἀσφαλῶς ἀπορρίπτων τὰ πολλά, ὡς τοὺς ἀκούοντας ἄλλου δεῖσθαι Πυθίου πρὸς τὴν ἐξήγησιν αὐτῶν.
莫摩斯:阿波罗,你赞扬那些表达清晰的人,这话说得很对,尽管你自己在神谕中完全不这样做——你总是兜圈子、设谜语,稳妥地把大多数事情抛到中间地带,以至于听众还需要另一个阿波罗来解释它们。
ἀτὰρ τί τὸ ἐπὶ τούτῳ συμβουλεύεις;
不过,在这之后你有什么建议?
τίνα ἴασιν ποιήσασθαι τῆς Τιμοκλέους ἀδυναμίας ἐν τοῖς λόγοις;
对于提摩克勒斯在辩论中的无能,有什么解救办法?
§29Ἀπόλλων
συνήγορον, ὦ Μῶμε, εἴ πως δυνηθείημεν, αὐτῷ παρασχεῖν ἄλλον τῶν δεινῶν τούτων, ἐροῦντα κατʼ ἀξίαν ἅπερ ἂν ἐκεῖνος ἐνθυμηθεὶς ὑποβάλῃ.
阿波罗:莫摩斯,如果我们设法做到的话,应该给他提供这些能言善辩之人中的另一位作为共同发言人,来恰如其分地替他表达他所思考和提示的事情。
Μῶμος
ἀγένειον τοῦτο ὡς ἀληθῶς εἴρηκας, ἔτι παιδαγωγοῦ τινος δεόμενον, συνήγορον ἐν συνουσίᾳ φιλοσόφων παραστήσασθαι ἑρμηνεύσοντα πρὸς τοὺς παρόντας ἅπερ ἂν δοκῇ Τιμοκλεῖ, καὶ τὸν μὲν Δᾶμιν αὐτοπρόσωπον καὶ διʼ αὑτοῦ λέγειν, τὸν δὲ ὑποκριτῇ προσχρώμενον ἰδίᾳ πρὸς τὸ οὖς ἐκείνῳ ὑποβάλλειν τὰ δοκοῦντα, τὸν ὑποκριτὴν δὲ ῥητορεύειν, οὐδʼ αὐτὸν ἴσως συνιέντα ὅ τι ἀκούσειε.
莫摩斯:你这话说的真是太孩子气了,简直还需要一个启蒙导师——在哲学家的聚会上安插一个共同发言人,向在场的人通译提摩克勒斯所想的事情;让达米斯亲自且用自己的声音说话,而提摩克勒斯却借助一个演员,私下里在对方耳边耳语他的想法,而那个演员则口若悬河地演讲,甚至可能连自己听到的是什么都搞不懂。
ταῦτα πῶς οὐ γέλως ἂν εἴη τῷ πλήθει;
这怎么能不成为大众的笑柄呢?
ἀλλὰ τοῦτο μὲν ἄλλως ἐπινοήσωμεν.
但我们还是另想别的心思吧。
§30Μῶμος
σὺ δέ, ὦ θαυμάσιε — φὴς γὰρ καὶ μάντις εἶναι καὶ μισθοὺς οὐκ ὀλίγους ἐπὶ τῷ τοιούτῳ ἐξέλεξας ἄχρι τοῦ καὶ πλίνθους χρυσᾶς ποτε εἰληφέναι — τί οὐκ ἐπεδείξω ἡμῖν κατὰ καιρὸν τὴν τέχνην προειπὼν ὁπότερος τῶν σοφιστῶν κρατήσει λέγων;
莫摩斯:而你,我奇妙的朋友——因为你自称也是个预言家,并且为此收取了为数不少的学费,甚至还曾得到过金砖——你为什么不及时向我们展示你的法力,预先指出这两位哲人中哪一位将在辩论中获胜?
οἶσθα γάρ που τὸ ἀποβησόμενον μάντις ὤν.
既然你是预言家,想必知道结果会怎样。
Ἀπόλλων
πῶς, ὦ Μῶμε, δυνατὸν ποιεῖν ταῦτα μήτε τρίποδος ἡμῖν παρόντος μήτε θυμιαμάτων ἢ πηγῆς μαντικῆς οἵα ἡ Κασταλία ἐστίν;
阿波罗:莫摩斯,在既没有三脚架,也没有香炉,更没有像卡斯塔利亚那样的预言泉水呈现在我们面前时,怎么可能做到这些呢?
Μῶμος
ὁρᾷς;
莫摩斯:你瞧?
ἀποδιδράσκεις τὸν ἔλεγχον ἐν στενῷ ἐχόμενος.
你陷入困境就逃避检验了。
Ζεύς
ὅμως, ὦ τέκνον, εἰπὲ καὶ μὴ παράσχῃς τῷ συκοφάντῃ τούτῳ ἀφορμὰς διαβάλλειν καὶ χλευάζειν τὰ σὰ ὡς ἐπὶ τρίποδι καὶ ὕδατι καὶ λιβανωτῷ κείμενα, ὡς, εἰ μὴ ἔχοις ταῦτα, στερησόμενόν σε τῆς τέχνης.
宙斯:尽管如此,孩子,说吧,不要给这个诽谤者借口来诋毁和嘲笑你的法术,说它必须依赖于三脚架、神水和乳香,仿佛你没有这些就会被剥夺法力似的。
Ἀπόλλων
ἄμεινον μὲν ἦν, ὦ πάτερ, ἐν Δελφοῖς ἢ Κολοφῶνι τὰ τοιαῦτα ποιεῖν, ἁπάντων μοι τῶν χρησίμων παρόντων, ὡς ἔθος.
阿波罗:父亲,按照惯例,如果是在德尔斐或科洛封,在所有有用的工具都齐备的情况下进行会更好。
ὅμως δὲ καὶ οὕτω γυμνὸς ἐκείνων καὶ ἄσκευος πειράσομαι προειπεῖν ὁποτέρου τὸ κράτος ἔσται·
但即便如此,在没有那些工具且赤手空拳的情况下,我也将尝试预言谁将获得胜利。
ἀνέξεσθε δέ, εἰ μὴ ἔμμετρα λέγοιμι.
如果我不用诗体说话,还请见谅。
Μῶμος
λέγε μόνον, σαφῆ δέ, ὦ Ἄπολλον, καὶ οὐ συνηγόρου καὶ αὐτὰ ἢ ἑρμηνέως δεόμενα·
莫摩斯:说就是了,但要清楚,阿波罗,不要让它们自己也需要共同发言人或解释者。
καὶ γὰρ οὐκ ἄρνεια κρέα καὶ χελώνη νῦν ἐν Λυδίᾳ συνέψεται·
因为现在并没有羊肉和乌龟在吕底亚一起炖煮。
ἀλλὰ οἶσθα περὶ ὅτου ἡ σκέψις.
不过你是知道这次考量的主题的。
Ζεύς
Τί ποτε ἐρεῖς, ὦ τέκνον;
宙斯:孩子,你到底要说什么?
ὡς τά γε πρὸ τοῦ χρησμοῦ ταῦτα ἤδη φοβερά· ἡ χρόα τετραμμένη, οἱ ὀφθαλμοὶ περιφερεῖς, κόμη ἀνασοβουμένη, κίνημα κορυβαντῶδες, καὶ ὅλως κατόχιμα πάντα καὶ φρικώδη καὶ μυστικά.
神谕之前的这些迹象已经很可怕了:脸色变了,眼睛转动,头发倒竖,动作如同狂乱的科里班特斯,整个状态完全是神灵附体,令人毛骨悚然且充满神秘。
§31Ἀπόλλων
κέκλυτε μαντιπόλου τόδε θέσφατον Ἀπόλλωνος
ἀμφʼ ἔριδος κρυερῆς, τὴν ἀνέρες ἐστήσαντο
ὀξυβόαι, μύθοισι κορυσσόμενοι πυκινοῖσι.
阿波罗:聆听预言之神阿波罗的这一神示,关于这场由尖声高呼的男子们用密集的言词装备起来,而挑起的严酷争端。
πολλὰ γὰρ ἔνθα καὶ ἔνθα μόθου ἑτεραλκέϊ κλωγμῷ
ταρφέος ἄκρα κόρυμβα καταπλήσσουσιν ἐχέτλης.
因为许多人在这里和那里,伴随着决定胜负的战斗喧嚣,激烈地敲击着密集犁柄的顶端。
ἀλλʼ ὅταν αἰγυπιὸς γαμψώνυχος ἀκρίδα μάρψῃ,
δὴ τότε λοίσθιον ὀμβροφόροι κλάγξουσι κορῶναι.
但当钩爪的秃鹰攫住蝗虫时,那时带雨的乌鸦将发出最后的啼鸣。
νίκη δʼ ἡμιόνων, ὁ δʼ ὄνος θοὰ τέκνα κορύψει.
胜利将属于骡子,而驴将用头去撞击那敏捷的幼仔。
Ζεύς
τί τοῦτο ἀνεκάγχασας, ὦ Μῶμε;
宙斯:莫摩斯,你为什么哈哈大笑?
καὶ μὴν οὐ γελοῖα τὰ ἐν ποσί·
眼前的这些话可绝非儿戏。
παῦσαι κακόδαιμον, ἀποπνιγήσῃ ὑπὸ τοῦ γέλωτος.
别笑了,你这倒霉蛋,你要被笑声憋死了。
Μῶμος
καὶ πῶς δυνατόν, ὦ Ζεῦ, ἐφʼ οὕτω σαφεῖ καὶ προδήλῳ τῷ χρησμῷ;
莫摩斯:宙斯啊,面对如此清晰明白的神谕,怎么可能不笑呢?
Ζεύς
οὐκοῦν καὶ ἡμῖν ἤδη ἑρμηνεύοις ἂν αὐτὸν ὅ τι καὶ λέγει.
宙斯:那么你现在就给我们解释解释它到底在说什么。
Μῶμος
πάνυ πρόδηλα, ὥστε οὐδὲν ἡμῖν Θεμιστοκλέους δεήσει·
莫摩斯:非常明白,我们甚至不需要地米斯托克利。
φησὶ γὰρ τὸ λόγιον οὑτωσὶ διαρρήδην γόητα μὲν εἶναι τοῦτον, ὑμᾶς δὲ ὄνους κανθηλίους νὴ Δία καὶ ἡμιόνους, τοὺς πιστεύοντας αὐτῷ, οὐδʼ ὅσον αἱ ἀκρίδες τὸν νοῦν ἔχοντας.
因为这神谕就是这样明明白白地说道,此人是个骗子,而你们,天哪,则是驮货物的驴子和骡子,居然相信他,连蝗虫那样的记性都没有。