§25Ζεύς
παίζεις, ὦ Πόσειδον, ἢ τέλεον ἐπιλέλησαι ὡς οὐδὲν ἐφʼ ἡμῖν τῶν τοιούτων ἐστίν, ἀλλʼ αἱ Μοῖραι ἑκάστῳ ἐπικλώθουσι, τὸν μὲν κεραυνῷ, τὸν δὲ ξίφει, τὸν δὲ πυρετῷ ἢ φθόῃ ἀποθανεῖν;
宙斯:波塞冬,你是在开玩笑,还是完全忘记了这类事情根本不在我们的权力之下,而是命运三女神为每个人纺织了死法,有的死于雷霆,有的死于刀剑,有的死于发热或肺痨?
ἐπεὶ εἴ γέ μοι ἐπʼ ἐξουσίας τὸ πρᾶγμα ἦν, εἴασα ἄν, οἴει, τοὺς ἱεροσύλους πρῴην ἀπελθεῖν ἀκεραυνώτους ἐκ Πίσης δύο μου τῶν πλοκάμων ἀποκείραντας ἓξ μνᾶς ἑκάτερον ἕλκοντας;
因为,如果决定权在我手中,你以为我会容许前几天那些庙宇大盗在剃掉我两绺各重达六米纳的卷发后,竟没挨雷劈就毫发无损地离开比萨吗?
ἢ σὺ αὐτὸς περιεῖδες ἂν ἐν Γεραιστῷ τὸν ἁλιέα τὸν ἐξ Ὠρεοῦ ὑφαιρούμενόν σου τὴν τρίαιναν;
或者,你难道会自己坐视那个来自奥勒俄斯的渔夫在盖赖斯托斯偷走你的三叉戟吗?
ἄλλως τε καὶ δόξομεν ἀγανακτεῖν λελυπημένοι τῷ πράγματι καὶ δεδιέναι τοὺς παρὰ τοῦ Δάμιδος λόγους καὶ διʼ αὐτὸ ἀποσκευάζεσθαι τὸν ἄνδρα, οὐ περιμείναντες ἀντεξετασθῆναι αὐτὸν τῷ Τιμοκλεῖ.
而且,此外,我们会显得是因为对这件事情感到痛苦和愤慨,并且惧怕达米斯的言论,才因此试图除掉这个人的,甚至都没等他与提摩克勒斯当面对质辩论。
ὥστε τί ἄλλο ἢ ἐξ ἐρήμης κρατεῖν οὕτω δόξομεν;
这样一来,除了被认为我们是想通过不战而胜来获胜之外,还能显得是什么呢?
Ποσειδῶν
καὶ μὴν ἐπίτομόν τινα ταύτην ᾤμην ἐπινενοηκέναι ἔγωγε πρὸς τὴν νίκην.
波塞冬:可是,我本以为我想到了一个通往胜利的捷径。
Ζεύς
ἄπαγε, θυννῶδες τὸ ἐνθύμημα, ὦ Πόσειδον, καὶ κομιδῇ παχύ, προαναιρήσειν τὸν ἀνταγωνιστὴν ὡς ἀποθάνοι ἀήττητος, ἀμφήριστον ἔτι καὶ ἀδιάκριτον καταλιπὼν τὸν λόγον.
宙斯:算了吧,波塞冬,这是个像金枪鱼一样愚钝的想法,简直是蠢透了——在对手未被击败之前就提前除掉他,这只会让他带着“不败”的名声死去,从而让这场争论依然处于悬而未决、难分胜负的状态。
Ποσειδῶν
οὐκοῦν ἄμεινόν τι ὑμεῖς ἄλλο ἐπινοεῖτε, εἰ τἀμὰ οὕτως ὑμῖν ἀποτεθύννισται.
波塞冬:那么,如果我的想法在你们看来被贬低得如此一无是处,你们就自己想出个更好的主意吧。
§26Ἀπόλλων
εἰ καὶ τοῖς νέοις ἔτι καὶ ἀγενείοις ἡμῖν ἐφεῖτο ἐκ τοῦ νόμου δημηγορεῖν, ἴσως ἂν εἶπόν τι συμφέρον εἰς τὴν διάσκεψιν.
阿波罗:如果法律允许我们这些年轻且无须的人在公众面前演讲,或许我也会为这次磋商提出一些有益的建议。
Μῶμος
ἡ μὲν σκέψις, ὦ Ἄπολλον, οὕτω περὶ μεγάλων, ὥστε μὴ καθʼ ἡλικίαν, ἀλλὰ κοινὸν ἅπασι προκεῖσθαι τὸν λόγον·
莫摩斯:阿波罗啊,这次考量关乎如此重大的事,因此讨论不受年龄限制,而是向所有人共同开放的。
χάριεν γάρ, εἰ περὶ τῶν ἐσχάτων κινδυνεύοντες περὶ τῆς ἐν τοῖς νόμοις ἐξουσίας μικρολογούμεθα.
因为如果我们身处极度危险之中,却还在法律权利的细节上斤斤计较,那就太可笑了。
σὺ δὲ καὶ πάνυ ἤδη ἔννομος εἶ δημηγόρος, πρόπαλαι μὲν ἐξ ἐφήβων γεγονώς, ἐγγεγραμμένος δὲ ἐς τὸ τῶν δώδεκα ληξιαρχικόν, καὶ ὀλίγου δεῖν τῆς ἐπὶ Κρόνου βουλῆς ὤν·
况且,你早已是一个完全合法的演讲者,很久以前就已经成年,登记在十二神的名册中,几乎可以算作克洛诺斯时期的议会成员了。
ὥστε μὴ μειρακιεύου πρὸς ἡμᾶς, ἀλλὰ λέγε θαρρῶν ἤδη τὰ δοκοῦντα, μηδὲν αἰδεσθεὶς εἰ ἀγένειος ὢν δημηγορήσεις, καὶ ταῦτα βαθυπώγωνα καὶ εὐγένειον οὕτως υἱὸν ἔχων τὸν Ἀσκληπιόν.
所以,不要在我们面前装孩子了,现在就鼓起勇气把你认为对的想法说出来吧,毫不感到羞怯——哪怕你是在无须的情况下演讲。 更何况你还有阿斯克勒庇俄斯这样一个蓄着浓密而漂亮胡须的儿子呢。
ἄλλως τε καὶ πρέπον ἂν εἴη σοι νῦν μάλιστα ἐκφαίνειν τὴν σοφίαν, εἰ μὴ μάτην ἐν τῷ Ἑλικῶνι κάθησαι ταῖς Μούσαις συμφιλοσοφῶν.
此外,如果你不是在赫利孔山上与缪斯女神们一起徒劳地研究哲学,现在正是你展现智慧的最合适时机。
Ἀπόλλων
ἀλλʼ οὐ σέ, ὦ Μῶμε, χρὴ τὰ τοιαῦτα ἐφιέναι, τὸν Δία δέ·
阿波罗:但是莫摩斯,不该由你来给予这种许可,而应当由宙斯。
καὶ ἢν οὗτος κελεύσῃ, τάχʼ ἄν τι οὐκ ἄμουσον εἴποιμι ἀλλὰ τῆς ἐν τῷ Ἑλικῶνι μελέτης ἄξιον.
如果他下令,或许我能说出一些不失文雅且配得上在赫利孔山修养的话来。
Ζεύς
λέγε, ὦ τέκνον· ἐφίημι γάρ.
宙斯:说吧,我的孩子,我许可了。
§27Ἀπόλλων
ὁ Τιμοκλῆς οὗτος ἔστι μὲν χρηστὸς ἀνὴρ καὶ φιλόθεος καὶ τοὺς λόγους πάνυ ἠκρίβωκε τοὺς Στωϊκούς·
阿波罗:这个提摩克勒斯确实是个善良且敬神的人,并且彻底精通斯多葛学派的学说。
ὥστε καὶ σύνεστιν ἐπὶ σοφίᾳ πολλοῖς τῶν νέων καὶ μισθοὺς οὐκ ὀλίγους ἐπὶ τούτῳ ἐκλέγει, σφόδρα πιθανὸς ὢν ὁπότε ἰδίᾳ τοῖς μαθηταῖς διαλέγοιτο·
因此,他为了传授智慧而与许多年轻人交往,并为此收取了为数不少的学费。 每当他私下里与弟子们交谈时,总是极具说服力。
ἐν πλήθει δὲ εἰπεῖν ἀτολμότατός ἐστι καὶ τὴν φωνὴν ἰδιώτης καὶ μιξοβάρβαρος, ὥστε γέλωτα ὀφλισκάνειν διὰ τοῦτο ἐν ταῖς συνουσίαις, οὐ συνείρων ἀλλὰ βατταρίζων καὶ ταραττόμενος, καὶ μάλιστα ὁπόταν οὕτως ἔχων καὶ καλλιρρημοσύνην ἐπιδείκνυσθαι βούληται.
但在公众面前发言时,他却胆小到了极点,声音听起来外行且夹杂着蛮族口音。 因此他在聚会中常招致嘲笑,他的话连贯不起来,而是口吃且惊慌失措。 尤其是当他处于这种状态,却还想要展现流利的口才时,情况就更糟了。
συνεῖναι μὲν γὰρ εἰς ὑπερβολὴν ὀξύς ἐστι καὶ λεπτογνώμων, ὥς φασιν οἱ ἄμεινον τὰ τῶν Στωϊκῶν εἰδότες, λέγων δὲ καὶ ἑρμηνεύων ὑπʼ ἀσθενείας διαφθείρει αὐτὰ καὶ συγχεῖ, οὐκ ἀποσαφῶν ὅ τι βούλεται ἀλλὰ αἰνίγμασιν ἐοικότα προτείνων καὶ πάλιν αὖ πολὺ ἀσαφέστερα πρὸς τὰς ἐρωτήσεις ἀποκρινόμενος·
因为在理解力方面,他确实极度敏锐且细致——那些更懂斯多葛学说的人是这么说的;但在表达和阐释时,由于能力的薄弱,他把这些学说弄得一团糟并令人困惑,无法把自己的意图讲清楚,反倒提出一些如同谜语般的东西,在回答问题时更是给出极不明确的解释。
οἱ δὲ οὐ συνιέντες καταγελῶσιν αὐτοῦ.
而那些听不懂的人则嘲笑他。
δεῖ δὲ οἶμαι σαφῶς λέγειν καὶ τούτου μάλιστα πολλὴν ποιεῖσθαι τὴν πρόνοιαν, ὡς συνήσουσιν οἱ ἀκούοντες.
但我认为,必须说得清晰,并对此给予最大的关注,好让听众们能够理解。