§20Μῶμος
εἰκότως τοίνυν ταῦτα ὁρῶντες οὕτω διανοοῦνται περὶ ἡμῶν ὡς οὐδὲν ὅλως ὄντων, καὶ μάλιστα ὅταν ἀκούωσι τῶν χρησμῶν λεγόντων, ὡς διαβάς τις τὸν Ἅλυν μεγάλην ἀρχὴν καταλύσει, οὐ μέντοι δηλούντων, εἴτε τὴν αὑτοῦ εἴτε τὴν τῶν πολεμίων· καὶ πάλιν
"ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν.
莫摩斯:因此,他们看到这些情况,自然会认为我们根本不存在。 尤其是当他们听到神谕说,渡过哈律斯河的人将毁灭一个大帝国,却未说明那是指他自己的帝国还是敌人的帝国时;又如: “哦,神圣的萨拉米斯啊,你将毁灭妇人们的孩子。
"
καὶ Πέρσαι γάρ, οἶμαι, καὶ Ἕλληνες γυναικῶν τέκνα ἦσαν.
” 因为,我想波斯人和希腊人都是妇人的孩子。
ὅταν μὲν γὰρ τῶν ῥαψῳδῶν ἀκούωσιν, ὅτι καὶ ἐρῶμεν καὶ τιτρωσκόμεθα καὶ δεσμούμεθα καὶ δουλεύομεν καὶ στασιάζομεν καὶ μυρία ὅσα πράγματα ἔχομεν, καὶ ταῦτα μακάριοι καὶ ἄφθαρτοι ἀξιοῦντες εἶναι, τί ἄλλο ἢ δικαίως καταγελῶσι καὶ ἐν οὐδενὶ λόγῳ τίθενται τὰ ἡμέτερα;
当他们听吟诵诗人说,我们既会恋爱,也会受伤,会被捆绑,会当奴隶,会发生内讧,并有无数的烦恼——而我们自己却还自诩为幸福和不灭的存在——此时,除了理所当然地嘲笑我们,并将我们的事情视为儿戏之外,他们还能做什么呢?
ἡμεῖς δὲ ἀγανακτοῦμεν, εἴ τινες ἄνθρωποι ὄντες οὐ πάνυ ἀνόητοι διελέγχουσι ταῦτα καὶ τὴν πρόνοιαν ἡμῶν παρωθοῦνται, δέον ἀγαπᾶν εἴ τινες ἡμῖν ἔτι θύουσι τοιαῦτα ἐξαμαρτάνουσιν.
然而,当一些绝非愚蠢的人类揭露这些事并排斥我们的眷顾时,我们却感到愤慨,而实际上,即使我们犯下如此大的过错,如果还有人向我们献祭,我们也应当感到欣慰才对。
§21Μῶμος
καί μοι ἐνταῦθα, ὦ Ζεῦ — μόνοι γάρ ἐσμεν καὶ οὐδεὶς ἄνθρωπος πάρεστι τῷ συλλόγῳ ἔξω Ἡρακλέους καὶ Διονύσου καὶ Γανυμήδους καὶ Ἀσκληπιοῦ, τῶν παρεγγράπτων τούτων — ἀπόκριναι μετʼ ἀληθείας, εἴ ποτέ σοι ἐμέλησεν ἐς τοσοῦτον τῶν ἐν τῇ γῇ, ὡς ἐξετάσαι οἵτινες αὐτῶν οἱ φαῦλοι ἢ οἵτινες οἱ χρηστοί εἰσιν·
莫摩斯:在这里,宙斯啊——请向我如实回答,因为这里只有我们,除了赫拉克勒斯、狄奥尼索斯、甘尼美德和阿斯克勒庇俄斯这些非法登记的人之外,没有凡人在场——你是否曾对地上的凡人有过如此的关心,以至于去考察他们中谁是恶人,谁是善人?
ἀλλʼ οὐκ ἂν εἴποις.
你肯定说不出来。
εἰ γοῦν μὴ ὁ Θησεὺς ἐκ Τροιζῆνος εἰς Ἀθήνας ἰὼν ὁδοῦ πάρεργον ἐξέκοψε τοὺς κακούργους, ὅσον ἐπὶ σοὶ καὶ τῇ σῇ προνοίᾳ οὐδὲν ἂν ἐκώλυεν ζῆν ἐντρυφῶντας ταῖς τῶν ὁδῷ βαδιζόντων σφαγαῖς τὸν Σκείρωνα καὶ Πιτυοκάμπτην καὶ Κερκυόνα καὶ τοὺς ἄλλους·
实际上,要不是忒修斯在从特罗伊曾前往雅典的途中,顺便除掉了那些恶徒,那么就你和你的眷顾而言,根本无法阻止斯凯龙、皮堤欧坎普忒斯、刻耳库翁以及其他人,继续以虐杀过路行人为乐而活下去。
ἢ εἴ γε μὴ ὁ Εὐρυσθεύς, ἀνὴρ δίκαιος καὶ προνοητικός, ὑπὸ φιλανθρωπίας ἀναπυνθανόμενος τὰ παρʼ ἑκάστοις ἐξέπεμπε τουτονὶ τὸν οἰκέτην αὑτοῦ, ἐργατικὸν ἄνθρωπον καὶ πρόθυμον εἰς τοὺς πόνους, ὦ Ζεῦ, σὺ ὀλίγον ἐφρόντισας ἂν τῆς Ὕδρας καὶ τῶν ἐν Στυμφάλῳ ὀρνέων καὶ ἵππων τῶν Θρᾳκίων καὶ τῆς Κενταύρων ὕβρεως καὶ παροινίας.
或者,如果不是尤里斯修斯——一个公正而有先见之明的人,出于对人类的爱而打听各地的状况,派遣了他的这个仆人(这个勤劳且乐于承担苦难的人)——宙斯啊,你恐怕根本不会去关心许德拉、斯廷法洛斯的怪鸟、色雷斯的烈马,以及半人马的狂妄与酒后暴行。
§22Μῶμος
ἀλλʼ εἰ χρὴ τἀληθῆ λέγειν, καθήμεθα τοῦτο μόνον ἐπιτηροῦντες, εἴ τις θύει καὶ κνισᾷ τοὺς βωμούς· τὰ δʼ ἄλλα κατὰ ῥοῦν φέρεται ὡς ἂν τύχῃ ἕκαστον παρασυρόμενα.
莫摩斯:但若要说实话,我们坐在这里,唯一监视着的就是有没有人献祭,有没有让祭坛飘散油脂的香气;而其他事情则任其随波逐流,任由它们偶然被冲刷而去。
τοιγαροῦν εἰκότα νῦν πάσχομεν καὶ ἔτι πεισόμεθα, ἐπειδὰν κατʼ ὀλίγον οἱ ἄνθρωποι ἀνακύπτοντες εὑρίσκωσιν οὐδὲν ὄφελος αὐτοῖς ὄν, εἰ θύοιεν ἡμῖν καὶ τὰς πομπὰς πέμποιεν.
因此,我们现在是自食其果,而且今后还会遭受更多,因为人类渐渐抬起头来,发现即使向我们献祭、举行游行,对他们也毫无益处。
εἶτʼ ἐν βραχεῖ ὄψει καταγελῶντας τοὺς Ἐπικούρους καὶ Μητροδώρους καὶ Δάμιδας, κρατουμένους δὲ καὶ ἀποφραττομένους ὑπʼ αὐτῶν τοὺς ἡμετέρους συνηγόρους·
接着,在短时间内,你就会看到伊壁鸠鲁、大都会和达米斯之流在嘲笑我们,而我们的辩护者们则被他们压制并哑口无言。
ὥστε ὑμέτερον ἂν εἴη παύειν καὶ ἰᾶσθαι ταῦτα, τῶν καὶ ἐς τόδε αὐτὰ προαγαγόντων.
所以,让事情发展到这一地步的你们,应该去阻止并医治这些问题。
Μώμῳ δὲ οὐ μέγας ὁ κίνδυνος, εἰ ἄτιμος ἔσται· οὐδὲ γὰρ πάλαι τῶν τιμωμένων ἦν, ὑμῶν ἔτι εὐτυχούντων καὶ τὰς θυσίας καρπουμένων.
对于莫摩斯来说,即使失去荣誉,也没有多大危险;因为以前在你们还走运并享用祭品的时候,我也根本不在受尊敬之列。
§23Ζεύς
τοῦτον μέν, ὦ θεοί, ληρεῖν ἐάσωμεν ἀεὶ τραχὺν ὄντα καὶ ἐπιτιμητικόν·
宙斯:诸位神明,我们随这个家伙去胡言乱语吧,他总是这样刻薄且爱挑刺。
ὡς γὰρ ὁ θαυμαστὸς Δημοσθένης ἔφη, τὸ μὲν ἐγκαλέσαι καὶ μέμψασθαι καὶ ἐπιτιμῆσαι ῥᾴδιον καὶ παντός, τὸ δὲ ὅπως τὰ παρόντα βελτίω γενήσεται συμβουλεῦσαι, τοῦτʼ ἔμφρονος ὡς ἀληθῶς συμβούλου·
正如那伟大的德摩斯梯尼所说,指责、抱怨和批评是容易的,也是人人都能做到的,但就如何改善现状提出建议,这才是真正聪明的咨询者的本分。
ὅπερ οἱ ἄλλοι εὖ οἶδʼ ὅτι ποιήσετε καὶ τούτου σιωπῶντος.
我相信,即使这个人保持沉默,其他人也一定会做到这一点的。
§24Ποσειδῶν
ἐγὼ δὲ τὰ μὲν ἄλλα ὑποβρύχιός εἰμι, ὡς ἴστε, καὶ ἐν βυθῷ πολιτεύομαι κατʼ ἐμαυτόν, εἰς ὅσον ἐμοὶ δυνατὸν σώζων τοὺς πλέοντας καὶ παραπέμπων τὰ πλοῖα καὶ τοὺς ἀνέμους καταμαλάττων·
波塞冬:至于我,如你们所知,我大多时间都在水下,独自在深海中生活,尽我所能救助航海者、护送船只并平息风暴。
ὅμως δʼ οὖν — μέλει γάρ μοι καὶ τῶν ἐνταῦθα — φημὶ δεῖν τὸν Δᾶμιν τοῦτον ἐκποδὼν ποιήσασθαι, πρὶν ἐπὶ τὴν ἔριν ἥκειν, ἤτοι κεραυνῷ ἤ τινι ἄλλῃ μηχανῇ, μὴ καὶ ὑπέρσχῃ λέγων — φὴς γάρ, ὦ Ζεῦ, πιθανόν τινα εἶναι αὐτόν·
但无论如何——因为我也关心这里的事情——我认为,在这个达米斯参与辩论之前,必须用雷霆或某种其他手段将他除掉,免得他在言辞上占了上风——因为宙斯啊,你说过他是个极有说服力的人。
ἅμα γὰρ καὶ δείξομεν αὐτοῖς ὡς μετερχόμεθα τοὺς τὰ τοιαῦτα καθʼ ἡμῶν διεξιόντας.
这样我们同时也能向他们展示,我们是如何惩治那些发表此类反对我们的言论的人的。