§4Ἑρμῆς
ἀπεδίδρασκε, λέγεις;
赫尔墨斯 “他逃跑了”,你说?
εἰ γὰρ μὴ ὁ γενναιότατος οὗτος, ὁ τὸ ξύλον, συνήργησέ μοι καὶ συλλαβόντες αὐτὸν ἐδήσαμεν, κἂν ᾤχετο ἡμᾶς ἀποφυγών·
如果不是这位最高贵的人——拿木杖的那个——协助我,并且我们合力将他抓住并绑起来,他早就逃脱我们而去了。
ἀφʼ οὗ γάρ μοι παρέδωκεν αὐτὸν ἡ Ἄτροπος, παρʼ ὅλην τὴν ὁδὸν ἀντέτεινε καὶ ἀντέσπα, καὶ τὼ πόδε ἀντερείδων πρὸς τὸ ἔδαφος οὐ παντελῶς εὐάγωγος ἦν·
因为自从阿特罗波斯把他交给我,一路上他都在反抗、拉扯,双脚蹬着地面,一点也不听使唤。
ἐνίοτε δὲ καὶ ἱκέτευε καὶ κατελιπάρει, ἀφεθῆναι πρὸς ὀλίγον ἀξιῶν καὶ πολλὰ δώσειν ὑπισχνούμενος.
有时他还求情哀求,请求放他一会儿,并许诺给予很多东西。
ἐγὼ δέ, ὥσπερ εἰκός, οὐκ ἀνίειν ὁρῶν ἀδυνάτων ἐφιέμενον.
而我,如你所想,看到他渴望不可能的事情,自然没有放手。
ἐπεὶ δὲ κατʼ αὐτὸ ἤδη τὸ στόμιον ἦμεν, ἐμοῦ τοὺς νεκρούς, ὡς ἔθος, ἀπαριθμοῦντος τῷ Αἰακῷ κἀκείνου λογιζομένου αὐτοὺς πρὸς τὸ παρὰ τῆς σῆς ἀδελφῆς πεμφθὲν αὐτῷ σύμβολον, λαθὼν οὐκ οἶδʼ ὅπως ὁ τρισκατάρατος ἀπιὼν ᾤχετο.
而当我们已经在那个入口处时,我像往常一样向埃阿科斯清点亡灵,而他根据你姐姐送给他的凭证进行核对,这个该死的家伙不知怎么地,竟悄悄溜走了。
ἐνέδει οὖν νεκρὸς εἷς τῷ λογισμῷ, καὶ ὁ Αἰακὸς ἀνατείνας τὰς ὀφρῦς,
μὴ ἐπὶ πάντων, ὦ Ἑρμῆ,
φησί,
χρῶ τῇ κλεπτικῇ, ἅλις σοι αἱ ἐν οὐρανῷ παιδιαί·
因此,账目上少了一个死人,埃阿科斯挑起眉毛说: “赫尔墨斯,不要在所有事情上都施展你的偷窃本领,你在天上的胡闹对你来说已经够了。
τὰ νεκρῶν δὲ ἀκριβῆ καὶ οὐδαμῶς λαθεῖν δυνάμενα.
死人的事情是精确的,绝不可能被漏掉。
τέτταρας, ὡς ὁρᾷς, πρὸς τοῖς χιλίοις ἔχει τὸ σύμβολον ἐγκεχαραγμένους, σὺ δέ μοι παρʼ ἕνα ἥκεις ἄγων, εἰ μὴ τοῦτο φής, ὡς παραλελόγισταί σε ἡ Ἄτροπος.
如你所见,凭证上刻着一千零四个,而你带给我的却少了一个,除非你说阿特罗波斯计算错了。
ἐγὼ δὲ ἐρυθριάσας πρὸς τὸν λόγον ταχέως ὑπεμνήσθην τῶν κατὰ τὴν ὁδόν, κἀπειδὴ περιβλέπων οὐδαμοῦ τοῦτον εἶδον, συνεὶς τὴν ἀπόδρασιν ἐδίωκον ὡς εἶχον τάχους κατὰ τὴν ἄγουσαν πρὸς τὸ φῶς·
” 我听到这话,羞红了脸,迅速想起了路上的情景,环顾四周不见他的踪影,意识到他逃跑了,便沿着通往光明的路尽全力追赶。
εἵπετο δὲ αὐθαίρετός μοι ὁ βέλτιστος οὗτος, καὶ ὥσπερ ἀπὸ ὕσπληγγος θέοντες καταλαμβάνομεν αὐτὸν ἤδη ἐν Ταινάρῳ· παρὰ τοσοῦτον ἦλθε διαφυγεῖν.
这位好心人自愿跟随我,我们就像从起跑线上奔跑一样,终于在泰纳隆将他截获;他差一点就逃脱了。
§5Κλωθώ
ἡμεῖς δέ, ὦ Χάρων, ὀλιγωρίαν ἤδη τοῦ Ἑρμοῦ κατεγινώσκομεν.
克罗托而我们,卡戎,刚才还在谴责赫尔墨斯的怠慢呢。
Χάρων
τί οὖν ἔτι διαμέλλομεν ὡς οὐχ ἱκανῆς ἡμῖν γεγενημένης διατριβῆς;
卡戎那我们为什么还在耽搁? 难道我们浪费的时间还不够多吗?
Κλωθώ
εὖ λέγεις·
克罗托你说得对,让他们上船吧。
ἐμβαινέτωσαν. ἐγὼ δὲ προχειρισαμένη τὸ βιβλίον καὶ παρὰ τὴν ἀποβάθραν καθεζομένη, ὡς ἔθος, ἐπιβαίνοντα ἕκαστον αὐτῶν διαγνώσομαι, τίς καὶ πόθεν καὶ ὅντινα τεθνεὼς τὸν τρόπον·
我准备好名册,像往常一样坐在登船跳板旁,在他们登船时逐一盘问:他是谁,来自哪里,是怎么死的。
σὺ δὲ παραλαμβάνων στοίβαζε καὶ συντίθει·
而你负责接收、堆放和安置。
σὺ δέ, ὦ Ἑρμῆ, τὰ νεογνὰ ταυτὶ πρῶτα ἐμβαλοῦ· τί γὰρ ἂν καὶ ἀποκρίναιντό μοι;
你,赫尔墨斯,先把这些婴儿放上来;因为他们能回答我什么呢?
Ἑρμῆς
ἰδού σοι, ὦ πορθμεῦ, τὸν ἀριθμὸν οὗτοι τριακόσιοι μετὰ τῶν ἐκτιθεμένων.
赫尔墨斯给你,渡夫,这里一共三百个,包括那些被遗弃的。
Χάρων
βαβαὶ τῆς εὐαγρίας.
卡戎哎呀,真是丰收!
ὀμφακίας ἡμῖν νεκροὺς ἥκεις ἄγων.
你给我们带了些没熟的死人来。
Ἑρμῆς
βούλει, ὦ Κλωθοῖ, τοὺς ἀκλαύστους ἐπὶ τούτοις ἐμβιβασώμεθα;
赫尔墨斯克罗托,你想在这些人之后,让我们把无人哭泣的人也送上船吗?
Κλωθώ
τοὺς γέροντας λέγεις;
克罗托你是说那些老人吗?
οὕτω ποίει.
就这样办。
τί γάρ με δεῖ πράγματα ἔχειν τὰ πρὸ Εὐκλείδου νῦν ἐξετάζουσαν;
既然我现在要核对,为什么还要为欧克里德以前的陈年旧事费神呢?
οἱ ὑπὲρ ἑξήκοντα ὑμεῖς πάριτε ἤδη.
你们这些六十岁以上的人,现在过来吧。
τί τοῦτο;
这是怎么回事?
οὐκ ἐπακούουσί μου βεβυσμένοι τὰ ὦτα ὑπὸ τῶν ἐτῶν.
他们听不见我的话,耳朵被岁月堵住了。
δεήσει τάχα καὶ τούτους ἀράμενον παραγαγεῖν.
看来很快也需要把他们抬着送过来了。
Ἑρμῆς
ἰδοὺ πάλιν οὗτοι δυεῖν δέοντες τετρακόσιοι, τακεροὶ πάντες καὶ πέπειροι καὶ καθʼ ὥραν τετρυγημένοι.
赫尔墨斯看,这里又是三百九十八个,全都枯萎、熟透了,且是在适当的季节收割的。
Χάρων
νὴ Δίʼ, ἐπεὶ ἀσταφίδες γε πάντες ἤδη εἰσί.
卡戎凭宙斯起誓,因为他们现在全都已经是葡萄干了。
§6Κλωθώ
τοὺς τραυματίας ἐπὶ τούτοις, ὦ Ἑρμῆ, παράγαγε·
克罗托赫尔墨斯,在这之后把伤员带过来。
καὶ πρῶτόν μοι εἴπατε ὅπως ἀποθανόντες ἥκετε·
首先告诉我,你们是怎么死的,才会来到这里。
μᾶλλον δὲ αὐτὴ πρὸς τὰ γεγραμμένα ὑμᾶς ἐπισκέψομαι.
或者,我还是亲自对照记录来盘问你们。
πολεμοῦντας ἀποθανεῖν ἔδει χθὲς ἐν Μηδίᾳ τέτταρας ἐπὶ τοῖς ὀγδοήκοντα καὶ τὸν Ὀξυάρτου υἱὸν μετʼ αὐτῶν Γωβάρην.
昨天在米底亚战死的应该是八十四人,和他们在一起的还有奥克夏特斯之子戈巴雷斯。
Ἑρμῆς
πάρεισι.
赫尔墨斯他们到了。
Κλωθώ
διʼ ἔρωτα αὑτοὺς ἀπέσφαξαν ἑπτά, καὶ ὁ φιλόσοφος Θεαγένης διὰ τὴν ἑταίραν τὴν Μεγαρόθεν.
克罗托有七人因爱情自刎,还有哲学家塞阿革涅斯因来自麦加拉的妓女而死。
Ἑρμῆς
οὑτοιὶ πλησίον.
赫尔墨斯他们就在附近。
Κλωθώ
ποῦ δʼ οἱ περὶ τῆς βασιλείας ὑπʼ ἀλλήλων ἀποθανόντες;
克罗托那些为了争夺王位而自相残杀的人在哪里?
Ἑρμῆς
Παρεστᾶσιν.
赫尔墨斯他们站在旁边。
Κλωθώ
ὁ δʼ ὑπὸ τοῦ μοιχοῦ καὶ τῆς γυναικὸς φονευθείς;
克罗托那个被奸夫和妻子谋杀的人呢?
Ἑρμῆς
ἰδού σοι πλησίον.
赫尔墨斯瞧,就在你附近。
Κλωθώ
τοὺς ἐκ δικαστηρίων δῆτα παράγαγε, λέγω δὲ τοὺς ἐκ τυμπάνου καὶ τοὺς ἀνεσκολοπισμένους.
克罗托那么,把那些被法庭判处死刑的人带过来,我是说那些被处以木刑和被钉在十字架上的人。
οἱ δʼ ὑπὸ λῃστῶν ἀποθανόντες ἑκκαίδεκα ποῦ εἰσιν, ὦ Ἑρμῆ;
赫尔墨斯,那些被强盗杀死的十六人在哪里?
Ἑρμῆς
πάρεισιν οἵδε οἱ τραυματίαι οὓς ὁρᾷς.
赫尔墨斯他们在这里,就是你看到的这些伤员。
τὰς δὲ γυναῖκας ἅμα βούλει παραγάγω;
你想让我把妇女们也一起带过来吗?
Κλωθώ
μάλιστα, καὶ τοὺς ἀπὸ ναυαγίων γε ἅμα· καὶ γὰρ τεθνᾶσι τὸν ὅμοιον τρόπον.
克罗托当然,连同那些因船难而死的人也一起带过来;因为他们的死法相似。
καὶ τοὺς ἀπὸ τοῦ πυρετοῦ δέ, καὶ τούτους ἅμα, καὶ τὸν ἰατρὸν μετʼ αὐτῶν Ἀγαθοκλέα.
还有那些因发烧而死的人,把他们也一起带过来,还有和他们在一起的医生阿加托克利斯。