§11Μεγαπένθης
οὐκοῦν ἀλλὰ τοῦτό γε μὴ ἀντείπῃς ὦ Μοῖρά μοι.
梅加彭塞斯 “那么,命运女神啊,至少这件事请不要拒绝我。
Κλωθώ
τὸ ποῖον;
” 克罗托 “哪件事?
Μεγαπένθης
εἰδέναι βούλομαι τὰ μετʼ ἐμὲ ὅντινα ἕξει τὸν τρόπον.
” 梅加彭塞斯 “我想知道我死后尘世的情况会怎样。
Κλωθώ
ἄκουε· μᾶλλον γὰρ ἀνιάσῃ μαθών.
” 克罗托 “听着吧;因为你了解之后只会更加痛苦。
τὴν μὲν γυναῖκα Μίδας ὁ δοῦλος ἕξει, καὶ πάλαι δὲ αὐτὴν ἐμοίχευεν.
你的妻子,奴隶米达斯将会占有她,而他其实早就和她通奸了。
Μεγαπένθης
ὁ κατάρατος, ὃν ἐγὼ πειθόμενος αὐτῇ ἀφῆκα ἐλεύθερον;
” 梅加彭塞斯 “那个该死的家伙,我竟听信了她的话,把他放为自由人?
Κλωθώ
ἡ θυγάτηρ δέ σοι ταῖς παλλακίσι τοῦ νυνὶ τυραννοῦντος ἐγκαταλεγήσεται·
” 克罗托 “而你的女儿将被列入现任僭主的情妇之中。
αἱ εἰκόνες δὲ καὶ ἀνδριάντες οὓς ἡ πόλις ἀνέστησέ σοι πάλαι πάντες ἀνατετραμμένοι γέλωτα παρέξουσι τοῖς θεωμένοις.
至于城邦很久以前为你竖立的肖像和雕像,都将被推倒,成为旁观者的笑柄。
Μεγαπένθης
εἰπέ μοι, τῶν φίλων δὲ οὐδεὶς ἀγανακτήσει τοῖς δρωμένοις;
” 梅加彭塞斯 “告诉我,我的朋友中难道没有一个人会对这些所作所为感到愤慨吗?
Κλωθώ
τίς γὰρ ἦν σοι φίλος;
” 克罗托 “到底谁曾是你的朋友?
ἢ ἐκ τίνος αἰτίας γενόμενος;
或者他是因为什么原因成为你朋友的?
ἀγνοεῖς ὅτι πάντες οἱ καὶ προσκυνοῦντες καὶ τῶν λεγομένων καὶ πραττομένων ἕκαστα ἐπαινοῦντες ἢ φόβῳ ἢ ἐλπίσι ταῦτα ἔδρων, τῆς ἀρχῆς ὄντες φίλοι καὶ πρὸς τὸν καιρὸν ἀποβλέποντες;
难道你不知道,所有那些对你顶礼膜拜、对你的一言一行都极力赞美的人,他们这样做要么是出于恐惧,要么是出于企图,他们只是权势的朋友,见风使舵而已吗?
Μεγαπένθης
καὶ μὴν σπένδοντες ἐν τοῖς συμποσίοις μεγάλῃ τῇ φωνῇ ἐπηύχοντό μοι πολλὰ καὶ ἀγαθά, προαποθανεῖν ἕκαστος αὐτῶν ἕτοιμος, εἰ οἷόν τε εἶναι· καὶ ὅλως, ὅρκος αὐτοῖς ἦν ἐγώ.
” 梅加彭塞斯 “可他们在宴会上敬酒时,还大声为我祈求了许多福泽,甚至每个人都准备好在可能的情况下替我先死;总之,我曾是他们的誓言。
Κλωθώ
τοιγαροῦν παρʼ ἑνὶ αὐτῶν χθὲς δειπνήσας ἀπέθανες· τὸ γὰρ τελευταῖόν σοι πιεῖν ἐνεχθὲν ἐκεῖνο δευρὶ κατέπεμψέ σε.
” 克罗托 “正因如此,你昨天在他们其中一人的家里赴宴后就死了;因为最后送给你喝的那杯酒把你送到了这里。
Μεγαπένθης
τοῦτʼ ἄρα πικροῦ τινος ᾐσθόμην·
” 梅加彭塞斯 “所以那时我才感到有些苦涩。
τί βουλόμενος δὲ ταῦτα ἔπραξε;
那他究竟是出于什么意图做这件事的?
Κλωθώ
πολλά με ἀνακρίνεις, ἐμβῆναι δέον.
” 克罗托 “你问得太多了,本该上船了。
§12Μεγαπένθης
ἕν με πνίγει μάλιστα, ὦ Κλωθοῖ, διʼ ὅπερ ἐπόθουν κἂν πρὸς ὀλίγον ἐς τὸ φῶς ἀνακῦψαι πάλιν.
” 梅加彭塞斯 “克罗托啊,有一件事最让我感到憋屈,正因如此,我曾渴望哪怕是极短暂地再次回到阳光下。
Κλωθώ
τί δὲ τοῦτό ἐστιν;
” 克罗托 “这是什么事?
ἔοικε γάρ τι παμμέγεθες εἶναι.
看起来似乎是一件极重大的事。
Μεγαπένθης
Καρίων ὁ ἐμὸς οἰκέτης ἐπεὶ τάχιστά με ἀποθανόντα εἶδε, περὶ δείλην ὀψίαν ἀνελθὼν εἰς τὸ οἴκημα ἔνθα ἐκείμην, σχολῆς οὔσης — οὐδεὶς γὰρ οὐδὲ ἐφύλαττέ με — Γλυκέριον τὴν παλλάκιδα μου — καὶ πάλαι δέ, οἶμαι, κεκοινωνήκεσαν — παραγαγὼν ἐπισπασάμενος τὴν θύραν ἐσπόδει καθάπερ οὐδενὸς ἔνδον παρόντος·
” 梅加彭塞斯 “我的仆人卡里翁一看到我死了,就在黄昏时分,趁着大家有空——因为根本没有人看守我——走进了我躺着的那个房间,把我那宠妾格吕克里翁拉了过去——我想他们早就勾搭上了——拉上门,就像屋里没人一样和她交欢。
εἶτʼ ἐπειδὴ ἅλις εἶχε τῆς ἐπιθυμίας, ἀποβλέψας εἰς ἐμέ,
σὺ μέντοι,
φησίν,
ὦ μιαρὸν ἀνθρώπιον, πληγάς μοι πολλάκις οὐδὲν ἀδικοῦντι ἐνέτεινας·
然后当他发泄完私欲后,看着我说道:‘你这个卑鄙的小人,我没犯任何错,你却经常拷打我。
καὶ ταῦθʼ ἅμα λέγων παρέτιλλέ τέ με καὶ κατὰ κόρρης ἔπαιε, τέλος δὲ πλατὺ χρεμψάμενος καταπτύσας μου καί,
εἰς τὸν Ἀσεβῶν χῶρον ἄπιθι,
ἐπειπὼν ᾤχετο·
’他一边说着,一边拔我的头发,扇我的耳光,最后大声咳了一口痰唾在我身上,说:‘去阴间恶人呆的地方吧,’说完就走了。
ἐγὼ δὲ ἐνεπιμπράμην μέν, οὐκ εἶχον δὲ ὅμως ὅ τι καὶ δράσαιμι αὐτὸν αὖος ἤδη καὶ ψυχρὸς ὤν.
我当时怒火中烧,但因为已经僵硬冰冷,对他毫无办法。
καὶ ἡ μιαρὰ δὲ παιδίσκη ἐπεὶ ψόφου προσιόντων τινῶν ᾔσθετο, σιέλῳ χρίσασα τοὺς ὀφθαλμοὺς ὡς δακρύσασα ἐπʼ ἐμοί, κωκύουσα καὶ τοὔνομα ἐπικαλουμένη ἀπηλλάττετο.
那个可恶的丫头一听到有人走近的动静,就用唾液抹在眼睛上,假装为我哭过,号哭着喊着我的名字离去了。
ὧν εἰ λαβοίμην — §13Κλωθώ
παῦσαι ἀπειλῶν, ἀλλὰ ἔμβηθι·
如果我能抓住他们——” 克罗托 “别威胁了,上船吧。
καιρὸς ἤδη σε ἀπαντᾶν ἐπὶ τὸ δικαστήριον.
现在已经该是你去法庭受审的时候了。
Μεγαπένθης
καὶ τίς ἀξιώσει κατʼ ἀνδρὸς τυράννου ψῆφον λαβεῖν;
” 梅加彭塞斯 “僭主大者,又有谁敢投票审判他呢?
Κλωθώ
κατὰ τυράννου μὲν οὐδείς, κατὰ νεκροῦ δὲ ὁ Ῥαδάμανθυς, ὃν αὐτίκα ὄψει μάλα δίκαιον καὶ κατʼ ἀξίαν ἐπιτιθέντα ἑκάστῳ τὴν δίκην·
” 克罗托 “对僭主确实没有人,但对死人,拉达曼迪斯会。 你马上就会看到他极公正地按照各人的罪责施加惩罚。
τὸ δὲ νῦν ἔχον μὴ διάτριβε.
现在别耽搁了。
Μεγαπένθης
κἂν ἰδιώτην με ποίησον, ὦ Μοῖρα, τῶν πενήτων ἕνα, κἂν δοῦλον ἀντὶ τοῦ πάλαι βασιλέως· ἀναβιῶναί με ἔασον μόνον.
” 梅加彭塞斯 “命运女神啊,哪怕把我变成一个平民、穷人之一,甚至把过去的国王变成奴隶也行;只要让我重新活过来。
Κλωθώ
ποῦ ʼστιν ὁ τὸ ξύλον;
” 克罗托 “那个拿木棍的人在哪里?
καὶ σὺ δέ, ὦ Ἑρμῆ, σύρατʼ αὐτὸν εἴσω τοῦ ποδός· οὐ γὰρ ἂν ἐμβαίη ἑκών.
还有你,赫尔墨斯,把它拖进来,拽着他的脚;因为他不会自愿上船的。
Ἑρμῆς
ἕπου νῦν, δραπέτα·
” 赫尔墨斯 “跟上吧,逃亡者。
δέχου τοῦτον σύ, πορθμεῦ, καὶ τὸ δεῖνα, ὅπως ἀσφαλῶς —
Χάρων
ἀμέλει, πρὸς τὸν ἱστὸν δεδήσεται.
船夫,接住这个人,还有那件东西,好安全地——” 卡戎 “不用担心,他会被绑在桅杆上的。
Μεγαπένθης
καὶ μὴν ἐν τῇ προεδρίᾳ καθέζεσθαί με δεῖ.
” 梅加彭塞斯 “但是,我应该坐在上座。
Κλωθώ
ὅτι τί;
” 克罗托 “凭什么?
Μεγαπένθης
ὅτι, νὴ Δία, τύραννος ἦν καὶ δορυφόρους εἶχον μυρίους.
” 梅加彭塞斯 “凭我曾是僭主,凭宙斯,我曾拥有一万名卫兵。
Κυνίσκος
εἶτʼ οὐ δικαίως σε παρέτιλλεν ὁ Καρίων οὑτωσὶ σκαιὸν ὄντα;
” 库尼斯科斯 “既然你如此愚蠢,卡里翁拔你的头发难道不是理所当然的吗?
πικρὰν δʼ οὖν τὴν τυραννίδα ἕξεις γευσάμενος τοῦ ξύλου.
总之,尝到了木棍的滋味,你会尝到僭主统治的苦果。
Μεγαπένθης
τολμήσει γὰρ Κυνίσκος ἐπανατείνασθαί μοι τὸ βάκτρον;
” 梅加彭塞斯 “库尼斯科斯竟敢对我举起他的手杖吗?
οὐκ ἐγώ σε πρῴην, ὅτι ἐλεύθερος ἄγαν καὶ τραχὺς ἦσθα καὶ ἐπιτιμητικός, μικροῦ δεῖν προσεπαττάλευσα;
前几天因为你太自由放肆、粗鲁且爱挑剔,我不是差点把你钉在柱子上吗?
Κυνίσκος
τοιγαροῦν μενεῖς καὶ σὺ τῷ ἱστῷ προσπεπατταλευμένος.
” 库尼斯科斯 “因此,你也将在桅杆上被钉着留下来。 ”