Humanitext Reader

琉善 · 会饮或拉皮泰人 §34-37

吕基努斯的反思与克莱奥德摩斯的指责及伊翁的提议

第 7 段,共 9 段 · 希腊语

内容简介

吕基努斯眼见哲学家的丑态,反思学问与德行的脱节,并将宴会的混乱比作不和的金苹果。同时,克莱奥德摩斯痛斥斯多葛派的言行不一,随后伊翁介入并提议进行高雅的讨论。

§34Λυκῖνος ἐν ὅσῳ δὲ ταῦτʼ ἐγίνετο, ποικίλα, ὦ Φίλων, ἐγὼ πρὸς ἐμαυτὸν ἐνενόουν, οἷον τὸ πρόχειρον ἐκεῖνο, ὡς οὐδὲν ὄφελος ἦν ἄρα ἐπίστασθαι τὰ μαθήματα, εἰ μή τις καὶ τὸν βίον ῥυθμίζοι πρὸς τὸ βέλτιον·
吕基努斯在发生这些事情期间,斐洛啊,我自己在心中思考了许多事情,例如那个显而易见的想法:如果一个人不能让自己的生活也变得更好,那么掌握学问终究是毫无用处的。
ἐκείνους γοῦν περιττοὺς ὄντας ἐν τοῖς λόγοις ἑώρων γέλωτα ἐπὶ τῶν πραγμάτων ὀφλισκάνοντας.
至少,我看到那些在言辞上出类拔萃的人,在实际的行为中却沦为了笑柄。
ἔπειτα εἰσῄει με, μὴ ἄρα τὸ ὑπὸ τῶν πολλῶν λεγόμενον ἀληθὲς ᾖ καὶ τὸ πεπαιδεῦσθαι ἀπάγῃ τῶν ὀρθῶν λογισμῶν τοὺς ἐς μόνα τὰ βιβλία καὶ τὰς ἐν ἐκείνοις φροντίδας ἀτενὲς ἀφορῶντας·
接着,我脑海中浮现出一个想法:也许大众所说的话是真的,受过教育反倒使那些只死死盯着书本及其中关切之事的人偏离了正确的理性。
τοσούτων γοῦν φιλοσόφων παρόντων οὐδὲ κατὰ τύχην ἕνα τινὰ ἔξω ἁμαρτήματος ἦν ἰδεῖν, ἀλλʼ οἱ μὲν ἐποίουν αἰσχρά, οἱ δʼ ἔλεγον αἰσχίω·
因为有这么多的哲学家在场,竟然连偶然都见不到任何一个人免于过失,反而是一些人做着可耻的事,另一些人说着更可耻的话。
οὐδὲ γὰρ ἐς τὸν οἶνον ἔτι ἀναφέρειν εἶχον τὰ γινόμενα λογιζόμενος οἷα ὁ Ἑτοιμοκλῆς ἄσιτος ἔτι καὶ ἄποτος ἐγεγράφει.
因为当我想到赫托伊莫克勒斯在还没吃没喝的情况下写了些什么时,我甚至再也无法把发生的事归咎于酒了。
§35Λυκῖνος ἀνέστραπτο οὖν τὸ πρᾶγμα, καὶ οἱ μὲν ἰδιῶται κοσμίως πάνυ ἑστιώμενοι οὔτε παροινοῦντες οὔτε ἀσχημονοῦντες ἐφαίνοντο, ἀλλʼ ἐγέλων μόνον καὶ κατεγίνωσκον αὐτῶν, οἶμαι, οὕς γε ἐθαύμαζον οἰόμενοί τινας εἶναι ἀπὸ τῶν σχημάτων, οἱ σοφοὶ δὲ ἠσέλγαινον καὶ ἐλοιδοροῦντο καὶ ὑπερενεπίμπλαντο καὶ ἐκεκράγεσαν καὶ εἰς χεῖρας ᾔεσαν.
吕基努斯于是事情反过来了,普通人宴饮得十分得体,既没有发酒疯,也没有行为不端,反而只是在笑,我想,他们是在心里鄙视那些他们曾因外表而崇拜、以为是了不起的人物的人。 而那些贤哲们却放肆无礼、互相谩骂、暴饮暴食、大声喧哗,甚至动手打起架来。
ὁ θαυμάσιος δὲ Ἀλκιδάμας καὶ ἐούρει ἐν τῷ μέσῳ οὐκ αἰδούμενος τὰς γυναῖκας.
那个奇妙的阿尔基达马斯甚至在席间公然小便,对妇女毫不避讳。
καὶ ἐμοὶ ἐδόκει, ὡς ἂν ἄριστά τις εἰκάσειεν, ὁμοιότατα εἶναι τὰ ἐν τῷ συμποσίῳ οἷς περὶ τῆς Ἔριδος οἱ ποιηταὶ λέγουσιν· οὐ γὰρ κληθεῖσαν αὐτὴν ἐς τοῦ Πηλέως τὸν γάμον ῥῖψαι τὸ μῆλον εἰς τὸ σύνδειπνον, ἀφʼ οὗ τοσοῦτον πόλεμον ἐπʼ Ἰλίῳ γεγενῆσθαι.
在我看来,如果要作一个最恰当的比喻,这场宴会上的情形非常类似于诗人们关于不和女神埃里斯的传说:她因为没有被邀请参加佩琉斯的婚礼,就把金苹果扔进了宴席,由此引发了针对伊利昂的如此巨大的战争。
καὶ ὁ Ἑτοιμοκλῆς τοίνυν ἐδόκει μοι τὴν ἐπιστολὴν ἐμβαλὼν εἰς τὸ μέσον ὥσπερ τι μῆλον οὐ μείω τῆς Ἰλιάδος κακὰ ἐξεργάσασθαι.
同样,在我看来,赫托伊莫克勒斯把他的信像苹果一样扔在席间,也造成了不亚于《伊利亚特》的灾难。
§36Λυκῖνος οὐ γὰρ ἐπαύσαντο οἱ ἀμφὶ τὸν Ζηνόθεμιν καὶ Κλεόδημον φιλονεικοῦντες, ἐπεὶ μέσος αὐτῶν ὁ Ἀρισταίνετος ἐγένετο· ἀλλά, νῦν μέν, ἔφη ὁ Κλεόδημος, ἱκανόν, εἰ ἐλεγχθείητε ἀμαθεῖς ὄντες, αὔριον δὲ ἀμυνοῦμαι ὑμᾶς ὅντινα καὶ χρὴ τρόπον·
吕基努斯因为即使阿里斯泰内托斯躺在他们中间,泽诺特米斯和克莱奥德摩斯及其同伴也没有停止争吵;相反,克莱奥德摩斯说:“现在,只要证明你们是无知的就足够了,但明天我会用应该用的方式报复你们。
ἀπόκριναί μοι οὖν, ὦ Ζηνόθεμι, ἢ σὺ ἢ ὁ κοσμιώτατος Δίφιλος, καθʼ ὅ τι ἀδιάφορον εἶναι λέγοντες τῶν χρημάτων τὴν κτῆσιν οὐδὲν ἀλλʼ ἢ τοῦτο ἐξ ἁπάντων σκοπεῖτε ὡς πλείω κτήσεσθε καὶ διὰ τοῦτο ἀμφὶ τοὺς πλουσίους ἀεὶ ἔχετε καὶ δανείζετε καὶ τοκογλυφεῖτε καὶ ἐπὶ μισθῷ παιδεύετε, πάλιν τε αὖ τὴν ἡδονὴν μισοῦντες καὶ τῶν Ἐπικουρείων κατηγοροῦντες αὐτοὶ τὰ αἴσχιστα ἡδονῆς ἕνεκα ποιεῖτε καὶ πάσχετε, ἀγανακτοῦντες εἴ τις μὴ καλέσειεν ἐπὶ δεῖπνον·
那么,泽诺特米斯,你或者那个最得体的迪菲洛斯回答我:既然你们说获取财富是‘无所谓的事’,凭什么在所有事情上你们除了谋求如何获得更多财富之外什么都不考虑,并因此总是围着富人转,放债、放高利贷、收费授课? 又或者是,既然你们憎恨快乐并指责伊壁鸠鲁学派,为什么你们自己为了快乐却做着并承受着最可耻的事,要是有人没请你们吃晚饭就愤愤不平?
εἰ δὲ καὶ κληθείητε, τοσαῦτα μὲν ἐσθίοντες, τοσαῦτα δὲ τοῖς οἰκέταις ἐπιδιδόντες — καὶ ἅμα λέγων τὴν ὀθόνην περισπᾶν ἐπεχείρει, ἣν ὁ παῖς εἶχε τοῦ Ζηνοθέμιδος, μεστὴν οὖσαν παντοδαπῶν κρεῶν, καὶ ἔμελλε λύσας ἀπορρίπτειν αὐτὰ εἰς τὸ ἔδαφος, ἀλλʼ ὁ παῖς οὐκ ἀνῆκε καρτερῶς ἀντεχόμενος.
而如果你们被邀请了,又为什么要吃这么多,还把这么多东西分给你们的仆人? ”——说着,他试图扯下泽诺特米斯的仆役少年手里拿着的布袋,里面装满了各种肉类,他本想解开布袋把肉扔到地上,但少年死死抓住,毫不松手。
§37Λυκῖνος καὶ ὁ Ἕρμων, εὖ γε, ἔφη, ὦ Κλεόδημε, εἰπάτωσαν οὗτινος ἕνεκα ἡδονῆς κατηγοροῦσιν αὐτοὶ ἥδεσθαι ὑπὲρ τοὺς ἄλλους ἀξιοῦντες.
吕基努斯赫尔蒙说:“说得好,克莱奥德摩斯! 让他们说说,既然他们自己认为比别人更有资格享受快乐,凭什么还要指责快乐呢?
οὔκ, ἀλλὰ σύ, ἦ δʼ ὃς ὁ Ζηνόθεμις, εἰπέ, ὦ Κλεόδημε, καθʼ ὅ τι οὐκ ἀδιάφορον ἡγῇ τὸν πλοῦτον.
”“不,而是你,”泽诺特米斯说,“克莱奥德摩斯,你来说说,凭什么你认为财富不是‘无所谓的事’。
οὐ μὲν οὖν, ἀλλὰ σύ.
”“绝不,而是你。
καὶ ἐπὶ πολὺ τοῦτο ἦν, ἄχρι δὴ ὁ Ἴων προκύψας ἐς τὸ ἐμφανέστερον, παύσασθε, ἔφη·
”这种争执持续了很久,直到伊翁身子前倾,移到一个更显眼的位置,说道:“住手吧!
ἐγὼ δέ, εἰ δοκεῖ, λόγων ἀφορμὰς ὑμῖν ἀξίων τῆς παρούσης ἑορτῆς καταθήσω ἐς τὸ μέσον· ὑμεῖς δὲ ἀφιλονείκως ἐρεῖτε καὶ ἀκούσεσθε ὥσπερ ἀμέλει καὶ παρὰ τῷ ἡμετέρῳ Πλάτωνι ἐν λόγοις ἡ πλείστη διατριβὴ ἐγένετο.
如果可以的话,我将在席间为你们提出一些配得上今天节日的讨论话题;你们要毫无争执地阐述和倾听,正如在我们的柏拉图那里,大部分时间也是花在讨论中一样。
πάντες ἐπῄνεσαν οἱ παρόντες, καὶ μάλιστα οἱ ἀμφὶ τὸν Ἀρισταίνετόν τε καὶ Εὔκριτον, ἀπαλλάξεσθαι τῆς ἀηδίας οὕτω γοῦν ἐλπίσαντες.
”所有在座的人都赞同,尤其是阿里斯泰内托斯和欧克里托斯及其同伴,他们希望至少能以此摆脱这令人不快的局面。
καὶ μετῆλθέ τε ὁ Ἀρισταίνετος ἐπὶ τὸν αὑτοῦ τόπον εἰρήνην γεγενῆσθαι ἐλπίσας,
阿里斯泰内托斯也回到了自己的座位上,希望和平已经恢复,

词汇与语法注释

  1. §34μὴ ἄρα τὸ ὑπὸ τῶν πολλῶν λεγόμενον ἀληθὲς ᾖ — 作为无人称动词 `εἰσῄει`(“(想法)浮现在脑海”)主语的从句。采用 `μή` 加虚拟语气(`ᾖ`)的句式,表示担忧或怀疑(“是否……也许”)。`ἄρα` 带有对意想不到之事实的觉察语气(“果然”、“终究”)。
  2. §35οὐ γὰρ κληθεῖσαν αὐτὴν ... ῥῖψαι τὸ μῆλον ... γεγενῆσθαι — 传达诗人口中传说内容的两句间接引语,采用了宾格(`αὐτήν`)加不定式(`ῥῖψαι`)的结构。值得注意的是,即便在关系从句 `ἀφʼ οὗ`(“自此……”)内部,也受到了间接引语的同化支配,因而动词使用了不定式(`γεγενῆσθαι`)而非直陈式。
  3. §36καθʼ ὅ τι ἀδιάφορον εἶναι λέγοντες τῶν χρημάτων τὴν κτῆσιν — `καθʼ ὅ τι`(“凭什么原因 / 依据什么”)引导间接疑问句。现在分词 `λέγοντες`(“宣称……”)在此处起让步或反讽作用(“虽然宣称……,实际上却……”)。属格 `τῶν χρημάτων` 作目的格属格,修饰 `τὴν κτῆσιν`(“获取”)。
  4. §36τοσαῦτα μὲν ἐσθίοντες, τοσαῦτα δὲ τοῖς οἰκέταις ἐπιδιδόντες — 承接前文条件从句 `εἰ δὲ καὶ κληθείητε`(“而如果你们被邀请了”)的省略句式。主句动词(如 `ποιεῖτε` “你们会做出这种事吗”)被省略,仅留下分词短语,从而增强了责问和反讽的语气。

引用这一段

琉善, 会饮或拉皮泰人 §34-37. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg015.humanitext-grc2:34-37

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。