§34Λυκῖνος
ἐν ὅσῳ δὲ ταῦτʼ ἐγίνετο, ποικίλα, ὦ Φίλων, ἐγὼ πρὸς ἐμαυτὸν ἐνενόουν, οἷον τὸ πρόχειρον ἐκεῖνο, ὡς οὐδὲν ὄφελος ἦν ἄρα ἐπίστασθαι τὰ μαθήματα, εἰ μή τις καὶ τὸν βίον ῥυθμίζοι πρὸς τὸ βέλτιον·
ルキノスこれらが行われている間、フィロンよ、私は心の中でさまざまなことを考えていた。 たとえば、あのありふれた考え、すなわち、もし自分の生き方をより良く整えないのであれば、学問を修めることなど結局は何の役にも立たないというようなことだ。
ἐκείνους γοῦν περιττοὺς ὄντας ἐν τοῖς λόγοις ἑώρων γέλωτα ἐπὶ τῶν πραγμάτων ὀφλισκάνοντας.
実際、議論においては並外れている彼らが、実際の行動においては物笑いの種になっているのを私は見ていたのだから。
ἔπειτα εἰσῄει με, μὴ ἄρα τὸ ὑπὸ τῶν πολλῶν λεγόμενον ἀληθὲς ᾖ καὶ τὸ πεπαιδεῦσθαι ἀπάγῃ τῶν ὀρθῶν λογισμῶν τοὺς ἐς μόνα τὰ βιβλία καὶ τὰς ἐν ἐκείνοις φροντίδας ἀτενὲς ἀφορῶντας·
次に、多くの人々が言っていることはやはり真実なのではないか、そして、教養を積むということは、ただ書物とそこにある関心事だけに目を凝らして見つめている人々を、正しい思考から遠ざけてしまうのではないかという考えが思い浮かんだ。
τοσούτων γοῦν φιλοσόφων παρόντων οὐδὲ κατὰ τύχην ἕνα τινὰ ἔξω ἁμαρτήματος ἦν ἰδεῖν, ἀλλʼ οἱ μὲν ἐποίουν αἰσχρά, οἱ δʼ ἔλεγον αἰσχίω·
これほど多くの哲学者がいながら、偶然にさえ、過ちを免れている者を一人として見出すことはできず、ある者は破廉恥な行為をし、またある者はそれ以上に破廉恥なことを言っていたからである。
οὐδὲ γὰρ ἐς τὸν οἶνον ἔτι ἀναφέρειν εἶχον τὰ γινόμενα λογιζόμενος οἷα ὁ Ἑτοιμοκλῆς ἄσιτος ἔτι καὶ ἄποτος ἐγεγράφει.
もはや、起きている事柄をワインのせいにすることすら私にはできなかった。 ヘトイモクレスが、まだ食べず飲まずの状態でどのような手紙を書いていたかを考えてみれば。
§35Λυκῖνος
ἀνέστραπτο οὖν τὸ πρᾶγμα, καὶ οἱ μὲν ἰδιῶται κοσμίως πάνυ ἑστιώμενοι οὔτε παροινοῦντες οὔτε ἀσχημονοῦντες ἐφαίνοντο, ἀλλʼ ἐγέλων μόνον καὶ κατεγίνωσκον αὐτῶν, οἶμαι, οὕς γε ἐθαύμαζον οἰόμενοί τινας εἶναι ἀπὸ τῶν σχημάτων, οἱ σοφοὶ δὲ ἠσέλγαινον καὶ ἐλοιδοροῦντο καὶ ὑπερενεπίμπλαντο καὶ ἐκεκράγεσαν καὶ εἰς χεῖρας ᾔεσαν.
ルキノスこうして事態は逆転していた。 教養のない一般の人々はきわめて秩序正しく食事をしており、酒に酔って暴れることも見苦しい振る舞いをすることもなく、ただ笑って、かつてその身なりから何か立派な人物だと思って崇めていたであろう彼らを、心の中で軽蔑しているようであった。 反対に、賢者たる人々は放縦に振る舞い、罵り合い、大食らいし、叫び、殴り合いをしていた。
ὁ θαυμάσιος δὲ Ἀλκιδάμας καὶ ἐούρει ἐν τῷ μέσῳ οὐκ αἰδούμενος τὰς γυναῖκας.
あの素晴らしいアルキダマスにいたっては、女性たちをも憚ることなく、座の真ん中で放尿する始末であった。
καὶ ἐμοὶ ἐδόκει, ὡς ἂν ἄριστά τις εἰκάσειεν, ὁμοιότατα εἶναι τὰ ἐν τῷ συμποσίῳ οἷς περὶ τῆς Ἔριδος οἱ ποιηταὶ λέγουσιν·
そして私には、最も適切に例えるならば、この宴会での出来事は、詩人たちが不和の女神エリスについて語ることと酷似しているように思われた。
οὐ γὰρ κληθεῖσαν αὐτὴν ἐς τοῦ Πηλέως τὸν γάμον ῥῖψαι τὸ μῆλον εἰς τὸ σύνδειπνον, ἀφʼ οὗ τοσοῦτον πόλεμον ἐπʼ Ἰλίῳ γεγενῆσθαι.
エリスはペレウスの婚礼に招かれなかったため、宴席にリンゴを投げ入れ、そこからトロイアをめぐるあれほどの大戦争が引き起こされたという。
καὶ ὁ Ἑτοιμοκλῆς τοίνυν ἐδόκει μοι τὴν ἐπιστολὴν ἐμβαλὼν εἰς τὸ μέσον ὥσπερ τι μῆλον οὐ μείω τῆς Ἰλιάδος κακὰ ἐξεργάσασθαι.
だからヘトイモクレスもまた、あの手紙を座の真ん中に投げ入れることで、まるでリンゴのように、『イリアス』に劣らぬ災いをもたらしたのだと思われた。
§36Λυκῖνος
οὐ γὰρ ἐπαύσαντο οἱ ἀμφὶ τὸν Ζηνόθεμιν καὶ Κλεόδημον φιλονεικοῦντες, ἐπεὶ μέσος αὐτῶν ὁ Ἀρισταίνετος ἐγένετο·
ルキノスアリスタイネトスが二人の間に割って入った後も、ゼノテミスやクレオデモスとその一派は争うのを止めなかった。
ἀλλά,
νῦν μέν,
ἔφη ὁ Κλεόδημος,
ἱκανόν, εἰ ἐλεγχθείητε ἀμαθεῖς ὄντες, αὔριον δὲ ἀμυνοῦμαι ὑμᾶς ὅντινα καὶ χρὴ τρόπον·
それどころか、クレオデモスはこう言った。 「今は、貴様らが無知であることを暴くだけで十分だ。 だが明日、しかるべき方法で貴様らに復讐してやる。
ἀπόκριναί μοι οὖν, ὦ Ζηνόθεμι, ἢ σὺ ἢ ὁ κοσμιώτατος Δίφιλος, καθʼ ὅ τι ἀδιάφορον εἶναι λέγοντες τῶν χρημάτων τὴν κτῆσιν οὐδὲν ἀλλʼ ἢ τοῦτο ἐξ ἁπάντων σκοπεῖτε ὡς πλείω κτήσεσθε καὶ διὰ τοῦτο ἀμφὶ τοὺς πλουσίους ἀεὶ ἔχετε καὶ δανείζετε καὶ τοκογλυφεῖτε καὶ ἐπὶ μισθῷ παιδεύετε, πάλιν τε αὖ τὴν ἡδονὴν μισοῦντες καὶ τῶν Ἐπικουρείων κατηγοροῦντες αὐτοὶ τὰ αἴσχιστα ἡδονῆς ἕνεκα ποιεῖτε καὶ πάσχετε, ἀγανακτοῦντες εἴ τις μὴ καλέσειεν ἐπὶ δεῖπνον·
それで、ゼノテミスよ、お前か、あるいはあのきわめて品行方正なディフィロスよ、答えてみよ。 財産を得ることは『どうでもよいもの』だと言いながら、なぜあらゆることにおいて、ただどうすればより多くの富を手に入れられるかということばかりを目論み、そのためにいつも金持ちの周りに群がり、金を貸し、高利を貪り、謝礼を取って教えているのか。 また一方で、快楽を憎みエピクロス派を非難しておきながら、お前たち自身は快楽のために最も破廉恥な行為をし、また甘受しており、誰かが夕食に招かなければ憤慨するのか。
εἰ δὲ καὶ κληθείητε, τοσαῦτα μὲν ἐσθίοντες, τοσαῦτα δὲ τοῖς οἰκέταις ἐπιδιδόντες
— καὶ ἅμα λέγων τὴν ὀθόνην περισπᾶν ἐπεχείρει, ἣν ὁ παῖς εἶχε τοῦ Ζηνοθέμιδος, μεστὴν οὖσαν παντοδαπῶν κρεῶν, καὶ ἔμελλε λύσας ἀπορρίπτειν αὐτὰ εἰς τὸ ἔδαφος, ἀλλʼ ὁ παῖς οὐκ ἀνῆκε καρτερῶς ἀντεχόμενος.
そしてもし招かれでもしたら、これほど多くのものを食べ、またこれほど多くのものを自分の召使に分け与えているのはなぜか! 」――と言いながら、クレオデモスはゼノテミスの召使の少年が持っていた布を引きはがそうとした。 その中にはありとあらゆる肉が詰まっており、彼はそれを解いて床にぶちまけようとしたのだが、少年は強く抵抗して頑なに手放さなかった。
§37Λυκῖνος
καὶ ὁ Ἕρμων,
εὖ γε,
ἔφη,
ὦ Κλεόδημε, εἰπάτωσαν οὗτινος ἕνεκα ἡδονῆς κατηγοροῦσιν αὐτοὶ ἥδεσθαι ὑπὲρ τοὺς ἄλλους ἀξιοῦντες.
ルキノスするとヘルモンが言った。 「よくぞ言った、クレオデモスよ! 自分たちは他人以上に快楽を享受する権利があると考えながら、いったい何のために快楽を非難しているのか、彼らに言わせてみるがよい。
οὔκ, ἀλλὰ σύ,
ἦ δʼ ὃς ὁ Ζηνόθεμις,
εἰπέ, ὦ Κλεόδημε, καθʼ ὅ τι οὐκ ἀδιάφορον ἡγῇ τὸν πλοῦτον.
」「いや、そうではなくお前のほうこそ」とゼノテミスが言った。 「クレオデモスよ、お前がなぜ富を『どうでもよいもの』ではないと考えているのかを言ってみよ。
οὐ μὲν οὖν, ἀλλὰ σύ.
」「いや、お前のほうこそだ。
καὶ ἐπὶ πολὺ τοῦτο ἦν, ἄχρι δὴ ὁ Ἴων προκύψας ἐς τὸ ἐμφανέστερον,
παύσασθε,
ἔφη·
」この押し問答がしばらく続いたが、ついにイオンが身を乗り出して、より目立つ位置に出て言った。 「おやめなさい」と彼は言った。
ἐγὼ δέ, εἰ δοκεῖ, λόγων ἀφορμὰς ὑμῖν ἀξίων τῆς παρούσης ἑορτῆς καταθήσω ἐς τὸ μέσον·
「よろしければ、私がこのお祝いの席にふさわしい議論のテーマを皆さんに提供しましょう。
ὑμεῖς δὲ ἀφιλονείκως ἐρεῖτε καὶ ἀκούσεσθε ὥσπερ ἀμέλει καὶ παρὰ τῷ ἡμετέρῳ Πλάτωνι ἐν λόγοις ἡ πλείστη διατριβὴ ἐγένετο.
皆さんは争うことなく語り、耳を傾けるのです。 それこそまさに、私たちのプラトンのもとでも、対話に大半の時間が費やされたように。
πάντες ἐπῄνεσαν οἱ παρόντες, καὶ μάλιστα οἱ ἀμφὶ τὸν Ἀρισταίνετόν τε καὶ Εὔκριτον, ἀπαλλάξεσθαι τῆς ἀηδίας οὕτω γοῦν ἐλπίσαντες.
」同席していた者たちは皆これに賛成した。 特にアリスタイネトスやエウクリトスとその一派は、これで不快な争いから逃れられると期待して、大いに賛同した。
καὶ μετῆλθέ τε ὁ Ἀρισταίνετος ἐπὶ τὸν αὑτοῦ τόπον εἰρήνην γεγενῆσθαι ἐλπίσας,
そして、平和が戻ることを期待して、アリスタイネトスも自分の席へと戻っていった。