§38Λυκῖνος
καὶ ἅμα εἰσεκεκόμιστο ἡμῖν τὸ ἐντελὲς ὀνομαζόμενον δεῖπνον, μία ὄρνις ἑκάστῳ καὶ κρέας ὑὸς καὶ λαγῶα καὶ ἰχθὺς ἐκ ταγήνου καὶ σησαμοῦντες καὶ ὅσα ἐντραγεῖν, καὶ ἐξῆν ἀποφέρεσθαι ταῦτα.
吕基努斯就在这时,所谓的“全套晚餐”被端到了我们面前:每个人有一只禽鸟、一份猪肉、野兔肉、煎锅里的鱼、芝麻饼以及其他可供啃食的甜点,并且允许把这些东西带走。
προὔκειτο δὲ οὐχ ἓν ἑκάστῳ πινάκιον, ἀλλʼ Ἀρισταινέτῳ μὲν καὶ Εὐκρίτῳ ἐπὶ μιᾶς τραπέζης κοινόν, καὶ τὰ παρʼ αὑτῷ ἑκάτερον ἐχρῆν λαβεῖν· Ζηνοθέμιδι δὲ τῷ Στωϊκῷ καὶ Ἕρμωνι τῷ Ἐπικουρείῳ ὁμοίως κοινὸν καὶ τούτοις· εἶτα ἑξῆς Κλεοδήμῳ καὶ Ἴωνι, μεθʼ οὓς τῷ νυμφίῳ καὶ ἐμοί, τῷ Διφίλῳ δὲ τὰ ἀμφοῖν, ὁ γὰρ Ζήνων ἀπεληλύθει.
然而,并不是给每个人面前都单独放一个小盘子,而是给阿里斯泰内托斯和欧克里托斯在同一张桌子上放了一份共用的食物,每个人应该拿走放在自己面前的那部分;对于斯多葛派的泽诺特米斯和伊壁鸠鲁派的赫尔蒙,同样给他们放了一份共用的食物;接着依次是克莱奥德摩斯和伊翁,在他们之后是新郎和我,而迪菲洛斯则得到了两个人的份,因为芝诺已经离开了。
καὶ μέμνησό μοι τούτων, ὦ Φίλων, διότι δή ἐστί τι ἐν αὐτοῖς χρήσιμον ἐς τὸν λόγον.
斐洛啊,请替我记住这些细节,因为在这些事情中确实有对故事有用的东西。
Φίλων
μεμνήσομαι δή.
斐洛我一定会记住。
§39Λυκῖνος
ὁ τοίνυν Ἴων,
πρῶτος οὖν ἄρχομαι,
ἔφη,
εἰ δοκεῖ.
吕基努斯于是伊翁说:“那么如果可以的话,我先开始。
καὶ μικρὸν ἐπισχών,
ἐχρῆν μὲν ἴσως,
ἔφη,
τοιούτων ἀνδρῶν παρόντων περὶ ἰδεῶν τε καὶ ἀσωμάτων εἰπεῖν καὶ ψυχῆς ἀθανασίας· ἵνα δὲ μὴ ἀντιλέγωσί μοι ὁπόσοι μὴ κατὰ ταὐτὰ φιλοσοφοῦσι, περὶ γάμων ἐρῶ τὰ εἰκότα.
” 他稍微停顿了一下,说道:“在这样一班人面前,也许本应该谈论理念、无形体以及灵魂不朽;但为了不让那些不以相同方式思考哲学的人反驳我,我将就婚姻谈谈恰当的看法。
τὸ μὲν οὖν ἄριστον ἦν μὴ δεῖσθαι γάμων, ἀλλὰ πειθομένους Πλάτωνι καὶ Σωκράτει παιδεραστεῖν· μόνοι γοῦν οἱ τοιοῦτοι ἀποτελεσθεῖεν ἂν πρὸς ἀρετήν·
最好的情况当然是根本不需要婚姻,而是听从柏拉图和苏格拉底,去行少年爱;至少只有这样的人才能向着美德臻于至境。
εἰ δὲ δεῖ καὶ γυναικείου γάμου, κατὰ τὰ Πλάτωνι δοκοῦντα κοινὰς εἶναι ἐχρῆν τὰς γυναῖκας, ὡς ἔξω ζήλου εἴημεν.
但如果也必须有与女性的婚姻,按照柏拉图的观点,妻子们应该共有,这样我们就可以免于嫉妒。
§40Λυκῖνος
γέλως ἐπὶ τούτοις ἐγένετο ὡς οὐκ ἐν καιρῷ λεγομένοις.
” 吕基努斯听到这些,人们笑了起来,因为这些话在当时是不合时宜的。
Διονυσόδωρος δέ,
παῦσαι,
ἔφη,
βαρβαρικὰ ἡμῖν ᾄδων, ποῦ γὰρ ἂν εὑρίσκοιμεν τὸν ζῆλον ἐπὶ τούτου καὶ παρὰ τίνι;
迪奥尼索多罗斯说: “住口吧,别对我们唱这种野蛮的曲调了;在这种情况下,我们能在哪里、在谁那里找到不嫉妒呢?
καὶ σὺ γὰρ φθέγγῃ, κάθαρμα;
” “连你也说话吗,你这脏东西?
εἶπεν ὁ Ἴων, καὶ Διονυσόδωρος ἀντελοιδορεῖτο τὰ εἰκότα.
”伊翁说,迪奥尼索多罗斯也回以相称的对骂。
ἀλλʼ ὁ γραμματικὸς Ἱστιαῖος ὁ βέλτιστος,
παύσασθε,
ἔφη· ἐγὼ γὰρ ὑμῖν ἐπιθαλάμιον ἀναγνώσομαι.
但那位极优秀的文法学者希斯提哀乌斯说: “停下来吧,我给你们朗读一首婚礼歌。
καὶ ἀρξάμενος ἀνεγίνωσκεν.
” 于是他便开始朗读起来。
§41Λυκῖνος
ἦν γὰρ ταῦτα, εἴ γε μέμνημαι, τὰ ἐλεγεῖα· "
ἢ οἵη ποτʼ ἄρʼ ἥγʼ Ἀρισταινέτου ἐν μεγάροισι
δῖα Κλεανθὶς ἄνασσʼ ἐτρέφετʼ ἐνδυκέως,
προὔχουσʼ ἀλλάων πασάων παρθενικάων,
κρέσσων τῆς Κυθέρης ἠδʼ ἅμα τῆς Ἑλένης.
吕基努斯如果我没记错的话,那些哀歌双行体诗是这样的: “或者就如昔日那高贵的克莱安蒂丝主母在阿里斯泰内托斯的殿堂里如何被悉心抚育,她超越了所有其他的年轻处女,比塞瑟利亚更美,同时也胜过海伦。
νυμφίε, καὶ σὺ δὲ χαῖρε, κρατερῶν κράτιστε ἐφήβων,
κρέσσων Νιρῆος καὶ Θέτιδος πάϊδος.
新郎啊,你也要喜乐,在强健的青年中最强健的人,胜过尼柔斯以及忒提斯之子。
ἄμμες δʼ αὖθʼ ὑμῖν τοῦτον θαλαμήϊον ὕμνον
ξυνὸν ἐπʼ ἀμφοτέροις πολλάκις ᾀσόμεθα. "
而我们反过来将为你们,为了你们双方,共同多次唱起这首新房之歌。
§42Λυκῖνος
γέλωτος οὖν ἐπὶ τούτοις, ὡς τὸ εἰκός, γενομένου ἀνελέσθαι ἤδη τὰ παρακείμενα ἔδει, καὶ ἀνείλοντο οἱ περὶ τὸν Ἀρισταίνετον καὶ Εὔκριτον τὴν πρὸ αὑτοῦ ἑκάτερος κἀγὼ τἀμὰ καὶ ὁ Χαιρέας ὅσα ἐκείνῳ ἔκειτο καὶ Ἴων ὁμοίως καὶ ὁ Κλεόδημος.
” 吕基努斯自然地,听到这些之后人们哄堂大笑。 此时必须拿走摆在各自面前的食物了,于是阿里斯泰内托斯和欧克里托斯身旁的人各自拿走了摆在自己面前的份,我也拿走了我的那份,凯里亚斯拿走了摆在他那里的那份,伊翁也同样如此,还有克莱奥德摩斯。
ὁ δὲ Δίφιλος ἠξίου καὶ τὰ τῷ Ζήνωνι δὴ ἀπόντι παραδοθέντα φέρεσθαι καὶ ἔλεγε μόνῳ παρατεθῆναί οἱ αὐτὰ καὶ πρὸς τοὺς διακόνους ἐμάχετο, καὶ ἀντέσπων τῆς ὄρνιθος ἐπειλημμένοι ὥσπερ τὸν Πατρόκλου νεκρὸν ἀνθέλκοντες, καὶ τέλος ἐνικήθη καὶ ἀφῆκε πολὺν γέλωτα παρασχὼν τοῖς συμπόταις, καὶ μάλιστα ἐπεὶ ἠγανάκτει μετὰ τοῦτο ὡς ἂν τὰ μέγιστα ἠδικημένος.
但是,迪菲洛斯却要求把送给因故缺席的芝诺的食物也归他带走,并声称那是单独为他准备的,于是与侍从们争夺起来;他们抓着那只禽鸟互相拉扯,就像在争夺帕特罗克洛斯的尸体一样拼命抢夺,最终他被打败而松手,给同席的宾客们带来了极大的笑料,尤其是因为在此之后他还愤愤不平,仿佛遭受了极大的委屈似的。
§43Λυκῖνος
οἱ δὲ ἀμφὶ τὸν Ἕρμωνα καὶ Ζηνόθεμιν ἅμα κατέκειντο, ὥσπερ εἴρηται, ὁ μὲν ὑπεράνω ὁ Ζηνόθεμις, ὁ δʼ ὑπʼ αὐτόν·
吕基努斯而赫尔蒙和泽诺特米斯那一伙人,如前所述,是并排躺在一起的,泽诺特米斯在上方,另一人在下方。
παρέκειτο δʼ αὐτοῖς τὰ μὲν ἄλλα πάντα ἴσα, καὶ ἀνείλοντο εἰρηνικῶς·
他们面前摆放的其他所有食物确实都是均等的,他们也很平静地拿走了。
ἡ δὲ ὄρνις ἡ πρὸ τοῦ Ἕρμωνος πιμελεστέρα, οὕτως, οἶμαι, τυχόν.
然而,摆在赫尔蒙面前的那只禽鸟却更肥,我想这纯属偶然。
ἔδει δὲ καὶ ταύτας ἀναιρεῖσθαι τὴν ἑαυτοῦ ἑκάτερον.
而这些禽鸟也必须由各人拿走属于自己的那一只。
ἐν τούτῳ τοίνυν ὁ Ζηνόθεμις — καί μοι, ὦ Φίλων, πάνυ πρόσεχε τὸν νοῦν, ὁμοῦ γάρ ἐσμεν ἤδη τῷ κεφαλαίῳ τῶν πραχθέντων — ὁ δὲ Ζηνόθεμις, φημί, τὴν παρʼ αὑτῷ ἀφεὶς τὴν πρὸ τοῦ Ἕρμωνος ἀνείλετο πιοτέραν, ὡς ἔφην, οὖσαν·
就在这时,泽诺特米斯——斐洛,请千万集中注意力,因为我们现在已经接近所发生事件的核心了——我是说,泽诺特米斯放下了他自己面前的那只,拿走了赫尔蒙面前的那只,正如我所说,那是更肥的一只。
ὁ δʼ ἀντεπελάβετο καὶ οὐκ εἴα πλεονεκτεῖν.
但另一人也反手抓住了它,不容许他占便宜。
βοὴ τὸ ἐπὶ τούτοις, καὶ συμπεσόντες ἔπαιον ἀλλήλους ταῖς ὄρνισιν αὐταῖς ἐς τὰ πρόσωπα, καὶ τῶν πωγώνων ἐπειλημμένοι ἐπεκαλοῦντο βοηθεῖν, ὁ μὲν τὸν Κλεόδημον ὁ Ἕρμων, ὁ δὲ Ζηνόθεμις Ἀλκιδάμαντα καὶ Δίφιλον, καὶ συνίσταντο οἱ μὲν ὡς τοῦτον, οἱ δʼ ὡς ἐκεῖνον πλὴν μόνου τοῦ Ἴωνος·
随之而来的是一阵叫喊,他们扭打在一起,用禽鸟本身抽打彼此的面部,并揪住对方的胡须大声呼救:赫尔蒙呼唤克莱奥德摩斯,泽诺特米斯则呼唤阿尔基达马斯和迪菲洛斯。 人们纷纷结伙,有的支持这方,有的支持那方,唯独伊翁除外。