- 底本
- Lucian, Vol. 1. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1913.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg015.humanitext-grc2:34-37
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
ルキノスは哲学者の醜態を目の当たりにして学問と実生活の乖離に落胆し、宴会の混乱を不和のリンゴに例える。一方、クレオデモスはストア派の言行不一致を痛烈に非難し、そこにイオンが介入して対話を提案する。
Λυκῖνος ἐν ὅσῳ δὲ ταῦτʼ ἐγίνετο, ποικίλα, ὦ Φίλων, ἐγὼ πρὸς ἐμαυτὸν ἐνενόουν, οἷον τὸ πρόχειρον ἐκεῖνο, ὡς οὐδὲν ὄφελος ἦν ἄρα ἐπίστασθαι τὰ μαθήματα, εἰ μή τις καὶ τὸν βίον ῥυθμίζοι πρὸς τὸ βέλτιον· ἐκείνους γοῦν περιττοὺς ὄντας ἐν τοῖς λόγοις ἑώρων γέλωτα ἐπὶ τῶν πραγμάτων ὀφλισκάνοντας. ἔπειτα εἰσῄει με, μὴ ἄρα τὸ ὑπὸ τῶν πολλῶν λεγόμενον ἀληθὲς ᾖ1 καὶ τὸ πεπαιδεῦσθαι ἀπάγῃ τῶν ὀρθῶν λογισμῶν τοὺς ἐς μόνα τὰ βιβλία καὶ τὰς ἐν ἐκείνοις φροντίδας ἀτενὲς ἀφορῶντας· τοσούτων γοῦν φιλοσόφων παρόντων οὐδὲ κατὰ τύχην ἕνα τινὰ ἔξω ἁμαρτήματος ἦν ἰδεῖν, ἀλλʼ οἱ μὲν ἐποίουν αἰσχρά, οἱ δʼ ἔλεγον αἰσχίω· οὐδὲ γὰρ ἐς τὸν οἶνον ἔτι ἀναφέρειν εἶχον τὰ γινόμενα λογιζόμενος οἷα ὁ Ἑτοιμοκλῆς ἄσιτος ἔτι καὶ ἄποτος ἐγεγράφει.
ルキノス これらが行われている間、フィロンよ、私は心の中でさまざまなことを考えていた。たとえば、あのありふれた考え、すなわち、もし自分の生き方をより良く整えないのであれば、学問を修めることなど結局は何の役にも立たないというようなことだ。実際、議論においては並外れている彼らが、実際の行動においては物笑いの種になっているのを私は見ていたのだから。次に、多くの人々が言っていることはやはり真実なのではないか、そして、教養を積むということは、ただ書物とそこにある関心事だけに目を凝らして見つめている人々を、正しい思考から遠ざけてしまうのではないかという考えが思い浮かんだ。これほど多くの哲学者がいながら、偶然にさえ、過ちを免れている者を一人として見出すことはできず、ある者は破廉恥な行為をし、またある者はそれ以上に破廉恥なことを言っていたからである。もはや、起きている事柄をワインのせいにすることすら私にはできなかった。ヘトイモクレスが、まだ食べず飲まずの状態でどのような手紙を書いていたかを考えてみれば。
Λυκῖνος ἀνέστραπτο οὖν τὸ πρᾶγμα, καὶ οἱ μὲν ἰδιῶται κοσμίως πάνυ ἑστιώμενοι οὔτε παροινοῦντες οὔτε ἀσχημονοῦντες ἐφαίνοντο, ἀλλʼ ἐγέλων μόνον καὶ κατεγίνωσκον αὐτῶν, οἶμαι, οὕς γε ἐθαύμαζον οἰόμενοί τινας εἶναι ἀπὸ τῶν σχημάτων, οἱ σοφοὶ δὲ ἠσέλγαινον καὶ ἐλοιδοροῦντο καὶ ὑπερενεπίμπλαντο καὶ ἐκεκράγεσαν καὶ εἰς χεῖρας ᾔεσαν. ὁ θαυμάσιος δὲ Ἀλκιδάμας καὶ ἐούρει ἐν τῷ μέσῳ οὐκ αἰδούμενος τὰς γυναῖκας. καὶ ἐμοὶ ἐδόκει, ὡς ἂν ἄριστά τις εἰκάσειεν, ὁμοιότατα εἶναι τὰ ἐν τῷ συμποσίῳ οἷς περὶ τῆς Ἔριδος οἱ ποιηταὶ λέγουσιν· οὐ γὰρ κληθεῖσαν αὐτὴν ἐς τοῦ Πηλέως τὸν γάμον ῥῖψαι τὸ μῆλον εἰς τὸ σύνδειπνον, ἀφʼ οὗ τοσοῦτον πόλεμον ἐπʼ Ἰλίῳ γεγενῆσθαι.2 καὶ ὁ Ἑτοιμοκλῆς τοίνυν ἐδόκει μοι τὴν ἐπιστολὴν ἐμβαλὼν εἰς τὸ μέσον ὥσπερ τι μῆλον οὐ μείω τῆς Ἰλιάδος κακὰ ἐξεργάσασθαι.
ルキノス こうして事態は逆転していた。教養のない一般の人々はきわめて秩序正しく食事をしており、酒に酔って暴れることも見苦しい振る舞いをすることもなく、ただ笑って、かつてその身なりから何か立派な人物だと思って崇めていたであろう彼らを、心の中で軽蔑しているようであった。反対に、賢者たる人々は放縦に振る舞い、罵り合い、大食らいし、叫び、殴り合いをしていた。あの素晴らしいアルキダマスにいたっては、女性たちをも憚ることなく、座の真ん中で放尿する始末であった。そして私には、最も適切に例えるならば、この宴会での出来事は、詩人たちが不和の女神エリスについて語ることと酷似しているように思われた。エリスはペレウスの婚礼に招かれなかったため、宴席にリンゴを投げ入れ、そこからトロイアをめぐるあれほどの大戦争が引き起こされたという。だからヘトイモクレスもまた、あの手紙を座の真ん中に投げ入れることで、まるでリンゴのように、『イリアス』に劣らぬ災いをもたらしたのだと思われた。
Λυκῖνος οὐ γὰρ ἐπαύσαντο οἱ ἀμφὶ τὸν Ζηνόθεμιν καὶ Κλεόδημον φιλονεικοῦντες, ἐπεὶ μέσος αὐτῶν ὁ Ἀρισταίνετος ἐγένετο· ἀλλά, νῦν μέν, ἔφη ὁ Κλεόδημος, ἱκανόν, εἰ ἐλεγχθείητε ἀμαθεῖς ὄντες, αὔριον δὲ ἀμυνοῦμαι ὑμᾶς ὅντινα καὶ χρὴ τρόπον· ἀπόκριναί μοι οὖν, ὦ Ζηνόθεμι, ἢ σὺ ἢ ὁ κοσμιώτατος Δίφιλος, καθʼ ὅ τι ἀδιάφορον εἶναι λέγοντες τῶν χρημάτων τὴν κτῆσιν3 οὐδὲν ἀλλʼ ἢ τοῦτο ἐξ ἁπάντων σκοπεῖτε ὡς πλείω κτήσεσθε καὶ διὰ τοῦτο ἀμφὶ τοὺς πλουσίους ἀεὶ ἔχετε καὶ δανείζετε καὶ τοκογλυφεῖτε καὶ ἐπὶ μισθῷ παιδεύετε, πάλιν τε αὖ τὴν ἡδονὴν μισοῦντες καὶ τῶν Ἐπικουρείων κατηγοροῦντες αὐτοὶ τὰ αἴσχιστα ἡδονῆς ἕνεκα ποιεῖτε καὶ πάσχετε, ἀγανακτοῦντες εἴ τις μὴ καλέσειεν ἐπὶ δεῖπνον· εἰ δὲ καὶ κληθείητε, τοσαῦτα μὲν ἐσθίοντες, τοσαῦτα δὲ τοῖς οἰκέταις ἐπιδιδόντες4 — καὶ ἅμα λέγων τὴν ὀθόνην περισπᾶν ἐπεχείρει, ἣν ὁ παῖς εἶχε τοῦ Ζηνοθέμιδος, μεστὴν οὖσαν παντοδαπῶν κρεῶν, καὶ ἔμελλε λύσας ἀπορρίπτειν αὐτὰ εἰς τὸ ἔδαφος, ἀλλʼ ὁ παῖς οὐκ ἀνῆκε καρτερῶς ἀντεχόμενος.
ルキノス アリスタイネトスが二人の間に割って入った後も、ゼノテミスやクレオデモスとその一派は争うのを止めなかった。それどころか、クレオデモスはこう言った。「今は、貴様らが無知であることを暴くだけで十分だ。だが明日、しかるべき方法で貴様らに復讐してやる。それで、ゼノテミスよ、お前か、あるいはあのきわめて品行方正なディフィロスよ、答えてみよ。財産を得ることは『どうでもよいもの』だと言いながら、なぜあらゆることにおいて、ただどうすればより多くの富を手に入れられるかということばかりを目論み、そのためにいつも金持ちの周りに群がり、金を貸し、高利を貪り、謝礼を取って教えているのか。また一方で、快楽を憎みエピクロス派を非難しておきながら、お前たち自身は快楽のために最も破廉恥な行為をし、また甘受しており、誰かが夕食に招かなければ憤慨するのか。そしてもし招かれでもしたら、これほど多くのものを食べ、またこれほど多くのものを自分の召使に分け与えているのはなぜか!」――と言いながら、クレオデモスはゼノテミスの召使の少年が持っていた布を引きはがそうとした。その中にはありとあらゆる肉が詰まっており、彼はそれを解いて床にぶちまけようとしたのだが、少年は強く抵抗して頑なに手放さなかった。
Λυκῖνος καὶ ὁ Ἕρμων, εὖ γε, ἔφη, ὦ Κλεόδημε, εἰπάτωσαν οὗτινος ἕνεκα ἡδονῆς κατηγοροῦσιν αὐτοὶ ἥδεσθαι ὑπὲρ τοὺς ἄλλους ἀξιοῦντες. οὔκ, ἀλλὰ σύ, ἦ δʼ ὃς ὁ Ζηνόθεμις, εἰπέ, ὦ Κλεόδημε, καθʼ ὅ τι οὐκ ἀδιάφορον ἡγῇ τὸν πλοῦτον. οὐ μὲν οὖν, ἀλλὰ σύ. καὶ ἐπὶ πολὺ τοῦτο ἦν, ἄχρι δὴ ὁ Ἴων προκύψας ἐς τὸ ἐμφανέστερον, παύσασθε, ἔφη· ἐγὼ δέ, εἰ δοκεῖ, λόγων ἀφορμὰς ὑμῖν ἀξίων τῆς παρούσης ἑορτῆς καταθήσω ἐς τὸ μέσον· ὑμεῖς δὲ ἀφιλονείκως ἐρεῖτε καὶ ἀκούσεσθε ὥσπερ ἀμέλει καὶ παρὰ τῷ ἡμετέρῳ Πλάτωνι ἐν λόγοις ἡ πλείστη διατριβὴ ἐγένετο. πάντες ἐπῄνεσαν οἱ παρόντες, καὶ μάλιστα οἱ ἀμφὶ τὸν Ἀρισταίνετόν τε καὶ Εὔκριτον, ἀπαλλάξεσθαι τῆς ἀηδίας οὕτω γοῦν ἐλπίσαντες. καὶ μετῆλθέ τε ὁ Ἀρισταίνετος ἐπὶ τὸν αὑτοῦ τόπον εἰρήνην γεγενῆσθαι ἐλπίσας,
ルキノス するとヘルモンが言った。「よくぞ言った、クレオデモスよ!自分たちは他人以上に快楽を享受する権利があると考えながら、いったい何のために快楽を非難しているのか、彼らに言わせてみるがよい。」「いや、そうではなくお前のほうこそ」とゼノテミスが言った。「クレオデモスよ、お前がなぜ富を『どうでもよいもの』ではないと考えているのかを言ってみよ。」「いや、お前のほうこそだ。」この押し問答がしばらく続いたが、ついにイオンが身を乗り出して、より目立つ位置に出て言った。「おやめなさい」と彼は言った。「よろしければ、私がこのお祝いの席にふさわしい議論のテーマを皆さんに提供しましょう。皆さんは争うことなく語り、耳を傾けるのです。それこそまさに、私たちのプラトンのもとでも、対話に大半の時間が費やされたように。」同席していた者たちは皆これに賛成した。特にアリスタイネトスやエウクリトスとその一派は、これで不快な争いから逃れられると期待して、大いに賛同した。そして、平和が戻ることを期待して、アリスタイネトスも自分の席へと戻っていった。
- 34μὴ ἄρα τὸ ὑπὸ τῶν πολλῶν λεγόμενον ἀληθὲς ᾖ
非人称動詞 εἰσῄει((考えが)思い浮かんだ)の主語となる節。懸念や疑念を導く μή + 接続法(ᾖ)の構文で、「〜ではないかという考え」を表す。ἄρα は意外な事実への気づき(「やはり、結局のところ」)を付加している。
- 35οὐ γὰρ κληθεῖσαν αὐτὴν ... ῥῖψαι τὸ μῆλον ... γεγενῆσθαι
詩人たちの語る内容を伝える間接話法。対格(αὐτήν)と不定詞(ῥῖψαι)の構文。関係節 ἀφʼ οὗ(そこから)の内部においても、主節の間接話法の影響が及び、動詞が直説法ではなく不定詞(γεγενῆσθαι)になっている点に注意。
- 36καθʼ ὅ τι ἀδιάφορον εἶναι λέγοντες τῶν χρημάτων τὴν κτῆσιν
καθʼ ὅ τι(いかなる根拠によって)は間接疑問を導く。λέγοντες(主張しながら)は譲歩的ないし反語的(「〜と言いながら、実際には…」)に機能する。τῶν χρημάτων は τὴν κτῆσιν(獲得)に係る目的格的属格。
- 36τοσαῦτα μὲν ἐσθίοντες, τοσαῦτα δὲ τοῖς οἰκέταις ἐπιδιδόντες
前述の条件節 εἰ δὲ καὶ κληθείητε(もし招かれでもしたら)に直接つながる省略構文。主節の動詞(例えば ποιεῖτε「そのようなことをするのか」など)が省略され、分詞句だけが残されているため、強い詰問のニュアンスが生じている。
