Humanitext Reader

ルキアノス · 饗宴またはラピタイ人 §16-20

アルキダマスと道化師の格闘および医師ディオニコス

4 / 9 箇所 · ギリシア語

要旨

アルキダマスが宴席で醜態を晒し、乱入した道化師のからかいに怒って格闘を挑むも敗北する。その後、医師ディオニコスが遅れて到着し、狂暴な患者を機転で制圧した奇妙な体験談を語って一同を楽しませる。

§16Λυκῖνος ὁ Κυνικὸς δὲ Ἀλκιδάμας, ἐπεπώκει γὰρ ἤδη, πυθόμενος ἥτις ἡ γαμουμένη παῖς καλοῖτο, σιωπὴν παραγγείλας μεγάλῃ τῇ φωνῇ ἀποβλέψας ἐς τὰς γυναῖκας, Προπίνω σοι, ἔφη, ὦ Κλεανθί, Ἡρακλέους ἀρχηγέτου.
ルキノスしかし、すでに大酒を飲んでいた犬儒派のアルキダマスは、結婚する娘が何と呼ばれているかを尋ねて知ると、大声で静粛にするよう命じ、女性たちの方に目を向けて言った。 「あなたに乾杯する、クレアンティスよ、始祖ヘラクレスにかけて!
ὡς δʼ ἐγέλασαν ἐπὶ τούτῳ ἅπαντες, ἐγελάσατε, εἶπεν, ὦ καθάρματα, εἰ τῇ νύμφῃ προὔπιον ἐπὶ τοῦ ἡμετέρου· θεοῦ τοῦ Ἡρακλέους;
」これに対して一同が笑うと、彼は言った。 「お前たち不浄な者どもめ、私が我らの神ヘラクレスにかけて花嫁に乾杯したからといって笑うのか。
καὶ μὴν εὖ εἰδέναι χρὴ ὡς ἢν μὴ λάβῃ παρʼ ἐμοῦ τὸν σκύφον, οὔποτε τοιοῦτος ἂν υἱὸς αὐτῇ γένοιτο οἷος ἐγώ, ἄτρεπτος μὲν ἀλκήν, ἐλεύθερος δὲ τὴν γνώμην, τὸ σῶμα δὲ οὕτω καρτερός·
だが、よく知っておくがよい。 もし彼女が私からこの深杯を受け取らなければ、私のような息子、すなわち勇気において不屈であり、精神において自由であり、肉体においてこれほど頑強な息子は、決して彼女に生まれることはないだろう。
καὶ ἅμα παρεγύμνου ἑαυτὸν μᾶλλον ἄχρι πρὸς τὸ αἴσχιστον.
」そして同時に、彼は自分の体を最も恥ずべき部分に至るまでさらに露出させた。
αὖθις ἐπὶ τούτοις ἐγέλασαν οἱ συμπόται, καὶ ὃς ἀγανακτήσας ἐπανίστατο δριμὺ καὶ παράφορον βλέπων καὶ δῆλος ἦν οὐκέτι εἰρήνην ἄξων.
これらのことに対して宴会の客たちは再び笑い、彼は怒って、鋭く狂暴な目つきで立ち上がり、もはや平穏を保つ気がないことを露わにした。
τάχα δʼ ἄν τινος καθίκετο τῇ βακτηρίᾳ, εἰ μὴ κατὰ καιρὸν εἰσεκεκόμιστο πλακοῦς εὐμεγέθης, πρὸς ὃν ἀποβλέψας ἡμερώτερος ἐγένετο καὶ ἔληξε τοῦ θυμοῦ καὶ ἐνεφορεῖτο συμπεριιών.
もしちょうど良いタイミングで巨大な平焼き菓子が運び込まれなかったら、彼はすぐにでも誰かを杖で殴りつけていただろうが、彼はその菓子に目を留めると温厚になり、怒りを収めて、歩き回りながらそれをむさぼり食った。
§17Λυκῖνος καὶ οἱ πλεῖστοι ἐμέθυον ἤδη καὶ βοῆς μεστὸν ἦν τὸ συμπόσιον·
ルキノスそして大半の者はすでに酔っ払っており、宴会場は大騒ぎで満ちていた。
ὁ μὲν γὰρ Διονυσόδωρος ὁ ῥήτωρ ἀντιρρήσεις τινὰς ἐν μέρει διεξῄει καὶ ἐπῃνεῖτο ὑπὸ τῶν κατόπιν ἐφεστώτων οἰκετῶν, ὁ δὲ Ἱστιαῖος ὁ γραμματικὸς ἐρραψῴδει ὕστερος κατακείμενος καὶ συνέφερεν ἐς τὸ αὐτὸ τὰ Πινδάρου καὶ Ἡσιόδου καὶ Ἀνακρέοντος, ὡς ἐξ ἁπάντων μίαν ᾠδὴν παγγέλοιον ἀποτελεῖσθαι, μάλιστα δʼ ἐκεῖνα ὥσπερ προμαντευόμενος τὰ μέλλοντα, "σὺν δʼ ἔβαλον ῥινούς· " καὶ "ἔνθα δʼ ἄρʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν.
弁論家のディオニュソドロスは交代で反論の弁論を披露しては、後ろに立っている召使たちから称賛されており、文法学者のヒスティアイオスは末席に横たわりながら詩を吟じ、ピンダロスやヘシオドス、アナクレオンの詩を一緒くたに混ぜ合わせて、すべてから極めて滑稽な一つの歌を作り上げていたが、とりわけ、これから起こることを予言するかのように次の詩句を唱えた、「彼らは牛皮の盾をぶつけ合った」、そして「そこには男たちの哀哭と勝ち鬨が起こった」。
" ὁ Ζηνόθεμις δʼ ἀνεγίνωσκε παρὰ τοῦ παιδὸς λαβὼν λεπτόγραφόν τι βιβλίον.
他方、ゼノテミスは召使から細かく書かれた書物を受け取って読んでいた。
§18Λυκῖνος διαλιπόντων δὲ ὀλίγον, ὥσπερ εἰώθασι, τῶν παρακομιζόντων τὰ ὄψα μηχανώμενος Ἀρισταίνετος μηδʼ ἐκεῖνον ἀτερπῆ τὸν καιρὸν εἶναι μηδὲ κενὸν ἐκέλευσε τὸν γελωτοποιὸν εἰσελθόντα εἰπεῖν τι ἢ πρᾶξαι γελοῖον, ὡς ἔτι μᾶλλον οἱ συμπόται διαχυθεῖεν.
ルキノスごちそうを運ぶ者たちのサーブが、よくあるように少しの間途切れると、アリスタイネトスはその時間さえも退屈で空虚なものにさせまいと、道化師を中に入れて、何か面白いことを言わせたり行わせたりして、客たちをさらにくつろがせようと考えた。
καὶ παρῆλθεν ἄμορφός τις ἐξυρημένος τὴν κεφαλήν, ὀλίγας ἐπὶ τῇ κορυφῇ τρίχας ὀρθὰς ἔχων·
すると、頭を剃り上げ、頭頂部に数本の毛を直立させた、不格好な男が入ってきた。
οὗτος ὠρχήσατό τε κατακλῶν ἑαυτὸν καὶ διαστρέφων, ὡς γελοιότερος φανείη, καὶ ἀνάπαιστα συγκροτῶν διεξῆλθεν αἰγυπτιάζων τῇ φωνῇ, καὶ τέλος ἐπέσκωπτεν ἐς τοὺς παρόντας.
この男は、より滑稽に見えるように体をくねらせ、よじらせて踊り、エジプト訛りの声でアナパエストス(弱強格)の詩句を調子よく唱えていき、最後にはその場にいる人々をからかい始めた。
§19Λυκῖνος οἱ μὲν οὖν ἄλλοι ἐγέλων ὁπότε σκωφθεῖεν, ἐπεὶ δὲ καὶ εἰς τὸν Ἀλκιδάμαντα ὅμοιόν τι ἀπέρριψε Μελιταῖον κυνίδιον προσειπὼν αὐτόν, ἀγανακτήσας ἐκεῖνος — καὶ πάλαι δὲ δῆλος ἦν φθονῶν αὐτῷ εὐδοκιμοῦντι καὶ κατέχοντι τὸ συμπόσιον — ἀπορρίψας τὸν τρίβωνα προὐκαλεῖτό οἱ παγκρατιάζειν, εἰ δὲ μή, κατοίσειν αὐτοῦ ἔφη τὴν βακτηρίαν.
ルキノス他の者たちはからかわれるたびに笑っていたが、彼がアルキダマスに対しても同様のからかいを浴びせ、彼を「メリタの仔犬」と呼んだとき、彼は怒り狂った。 ――彼は、道化師が人気を博し宴会を支配していることに、以前から明らかに嫉妬していたのだ。 ――彼はボロ外套を投げ捨て、彼にパンクラティオン(格闘技)で勝負することを挑み、さもなくば彼の頭に杖を振り下ろすと言い放った。
οὕτω δὴ ὁ κακοδαίμων Σατυρίων — τοῦτο γὰρ ὁ γελωτοποιὸς ἐκαλεῖτο — συστὰς ἐπαγκρατίαζε.
そこで哀れなサテュリオン――これがこの道化師の名であったが――は、組み合ってパンクラティオンを戦った。
καὶ τὸ πρᾶγμα ὑπερήδιστον ἦν, φιλόσοφος ἀνὴρ γελωτοποιῷ ἀνταιρόμενος καὶ παίων καὶ παιόμενος ἐν τῷ μέρει.
そしてその光景は実に愉快なもので、哲学者たる男が道化師と対峙し、交互に殴り、殴られていた。
οἱ παρόντες δὲ οἱ μὲν ᾐδοῦντο, οἱ δὲ ἐγέλων, ἄχρι ἀπηγόρευσε παιόμενος ὁ Ἀλκιδάμας ὑπὸ συγκεκροτημένου ἀνθρωπίσκου καταγωνισθείς.
その場にいた者たちは、恥ずかしがる者もいれば、笑う者もいたが、ついにアルキダマスは、引き締まった体つきの小男に打ち負かされ、殴られて降参した。
γέλως οὖν πολὺς ἐξεχύθη ἐπʼ αὐτοῖς.
そのため、彼らに対して大きな笑いが湧き起こった。
§20Λυκῖνος ἐνταῦθα Διόνικος ἐπεισῆλθεν ὁ ἰατρὸς οὐ πολὺ κατόπιν τοῦ ἀγῶνος·
ルキノスそこへ、勝負が終わって間もなく、医師のディオニコスが入ってきた。
ἐβεβραδύκει δέ, ὡς ἔφασκε, φρενίτιδι ἑαλωκότα θεραπεύων Πολυπρέποντα τὸν αὐλητήν.
彼は、本人が言うには、脳炎(狂躁病)に罹ったフルート奏者のポリュプレポンを治療していたために遅くなったのだという。
καί τι καὶ γελοῖον διηγήσατο·
そして彼はある面白い話を語った。
ἔφη μὲν γὰρ εἰσελθεῖν παρʼ αὐτὸν οὐκ εἰδὼς ἐχόμενον ἤδη τῷ πάθει, τὸν δὲ ταχέως ἀναστάντα ἐπικλεῖσαί τε τὴν θύραν καὶ ξιφίδιον σπασάμενον ἀναδόντα αὐτῷ τοὺς αὐλοὺς κελεύειν αὐλεῖν·
彼が言うには、患者がすでにその病に冒されているとは知らずに家に入ったところ、患者は素早く立ち上がってドアを閉め、短剣を抜いて彼にフルートを押しつけ、吹くように命令した。
εἶτα ἐπεὶ μὴ δύναιτο, παίειν σκῦτος ἔχοντα ἐς ὑπτίας τὰς χεῖρας.
そして彼が吹けないでいると、鞭を手にして彼の手のひらを叩いたという。
τέλος οὖν ἐν τοσούτῳ κινδύνῳ ἐπινοῆσαι τοιόνδε·
結局、そのような危険の中で彼は次のようなことを思いついた。
ἐς ἀγῶνα γὰρ προκαλέσασθαι αὐτὸν ἐπὶ ῥητῷ πληγῶν ἀριθμῷ, καὶ πρῶτον μὲν αὐτὸς αὐλῆσαι πονήρως, μετὰ δὲ παραδοὺς τοὺς αὐλοὺς ἐκείνῳ δέξασθαι παρʼ αὐτοῦ τὸ σκῦτος καὶ τὸ ξιφίδιον καὶ ἀπορρῖψαι τάχιστα διὰ τῆς φωταγωγοῦ ἐς τὸ ὕπαιθρον τῆς αὐλῆς, καὶ τὸ ἀπὸ τούτου ἀσφαλέστερος ἤδη προσπαλαίων αὐτῷ ἐπικαλεῖσθαι τοὺς γειτνιῶντας, ὑφʼ ὧν ἀνασπασάντων τὸ θύριον σωθῆναι αὐτός.
すなわち、あらかじめ決めた打撃数を賭けて彼に勝負を挑み、まず自分自身が下手にフルートを吹き、その後、彼にフルートを渡して、代わりに鞭と短剣を受け取り、それらを明かり窓から中庭の屋外へ素早く投げ捨てたのである。 そしてそれ以降は、より安全になった状態で彼と取っ組み合いながら近所の人々を呼び集め、彼らが戸を破って入ってきたことによって自分は救われたのだという。
ἐδείκνυ δὲ καὶ σημεῖα τῶν πληγῶν καὶ ἀμυχάς τινας ἐπὶ τοῦ προσώπου.
彼は鞭の跡や顔のいくつかの引っかき傷も見せてみせた。
καὶ ὁ μὲν Διόνικος οὐ μεῖον εὐδοκιμήσας τοῦ γελωτοποιοῦ ἐπὶ τῇ διηγήσει πλησίον τοῦ Ἱστιαίου παραβύσας ἑαυτὸν ἐδείπνει ὅσα λοιπά, οὐκ ἄνευ θεοῦ τινος ἡμῖν ἐπιπαρών, ἀλλὰ καὶ πάνυ χρήσιμος τοῖς μετὰ ταῦτα γεγενημένος.
こうしてディオニコスは、この話によって道化師に劣らず人気を博し、ヒスティアイオスの隣に身体を割り込ませて残りの食事をとったが、彼は神の導きなしに私たちのところに居合わせたわけではなく、その後に起こったことにおいて、きわめて有益な存在となったのである。

語釈・文法注

  1. 16Ἡρακλέους ἀρχηγέτου — 動詞 `προπίνω`(乾杯する)は、乾杯の相手を与える与格(ここでは `σοι... ὦ Κλεανθί`)に加え、乾杯の対象や誓いの対象を属格(`Ἡρακλέους ἀρχηγέτου`)で取る。したがって、『始祖ヘラクレスのために』あるいは『始祖ヘラクレスにかけて』と解釈される。
  2. 16ἀλκήν... τὴν γνώμην... τὸ σῶμα — これら3つの対格は、それぞれ形容詞 `ἄτρεπτος`(揺るぎない)、`ἐλεύθερος`(自由な)、`καρτερός`(頑強な)を修飾する『観点の対格』(関係の対格)であり、『勇気において』『精神において』『肉体において』という意味を規定している。
  3. 17ὡς... ἀποτελεῖσθαι — 接続詞 `ὡς` に不定詞 `ἀποτελεῖσθαι` が続くことで、結果の副詞節を形成し、『その結果、〜が作り上げられることになった』という意味を表している。
  4. 20οὐκ εἰδὼς ἐχόμενον ἤδη τῷ πάθει — 主動詞 `ἔφη`(言った)の主語と不定詞 `εἰσελθεῖν` の主語が同一であるため、分詞 `εἰδὼς` は主格を取る。また `ἐχόμενον`(罹っている)は、知覚・認知を表す動詞 `εἰδὼς` の補語として機能する現在分詞である。

この箇所を引用する

ルキアノス, 饗宴またはラピタイ人 §16-20. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg015.humanitext-grc2:16-20

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。