§12Λυκῖνος
ἅμα δὲ ταῦτα ὁ Κλεόδημος εἰρήκει καὶ ἐπεισέπαισεν ὁ Κυνικὸς Ἀλκιδάμας ἄκλητος, ἐκεῖνο τὸ κοινὸν ἐπιχαριεντισάμενος,
τὸν Μενέλαον αὐτόματον ἥκοντα.
吕基努斯克莱奥德摩斯刚说完这些话,犬儒学派的阿尔基达马斯就未经邀请闯了进来,用那句常用的俗语开玩笑说:“梅内拉乌斯不请自来。
τοῖς μὲν οὖν πολλοῖς ἀναίσχυντα ἐδόκει πεποιηκέναι καὶ ὑπέκρουον τὰ προχειρότατα, ὁ μὲν τὸ ἀφραίνεις Μενέλαε, ὁ δʼ
"ἀλλʼ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,"
καὶ ἄλλοι ἄλλα πρὸς τὸν καιρὸν εὔστοχα καὶ χαρίεντα ὑποτονθορύζοντες·
”因此,在大多数人看来,他的行为显得无耻,他们便用手头最现成的诗句来讽刺他:有人嘀咕着“你真是愚蠢,梅内拉乌斯”,有人嘟囔着“但这并不合阿特柔斯之子阿伽门农的心意”,还有人针对当时的情况低声说着其他恰当而有趣的嘲讽。
ἐς μέντοι τὸ φανερὸν οὐδεὶς ἐτόλμα λέγειν·
然而,没有人敢公开说出来。
ἐδεδοίκεσαν γὰρ τὸν Ἀλκιδάμαντα, βοὴν ἀγαθὸν ἀτεχνῶς ὄντα καὶ κρακτικώτατον κυνῶν ἁπάντων, παρʼ ὃ καὶ ἀμείνων ἐδόκει καὶ φοβερώτατος ἦν ἅπασιν.
因为他们害怕阿尔基达马斯,他确实是个“嗓门大”且在所有“犬”中叫得最响的家伙,正因如此,他显得更胜一筹,并且对所有人来说都是最可怕的存在。
§13Λυκῖνος
ὁ δὲ Ἀρισταίνετος ἐπαινέσας αὐτὸν ἐκέλευε θρόνον τινὰ λαβόντα καθίζεσθαι παρʼ Ἱστιαῖόν τε καὶ Διονυσόδωρον.
吕基努斯阿里斯泰内托斯则表示欢迎,并让他拿一把椅子,坐在希斯提阿埃奥斯和迪奥尼索多罗斯旁边。
ὁ δέ,
ἄπαγε,
φησί,
γυναικεῖον λέγεις καὶ μαλθακὸν ἐπὶ θρόνου καθίζεσθαι ἢ σκίμποδος, ὥσπερ ὑμεῖς μαλακῆς ταύτης εὐνῆς μικροῦ δεῖν ὕπτιοι κατακείμενοι ἑστιᾶσθε πορφυρίδας ὑποβεβλημένοι·
但他却说:“拿开! 你说坐在椅子或躺椅上是女人气且软弱的表现,就像你们在这柔软的床上,身下垫着紫色的毯子,几乎仰面躺着进餐一样。
ἐγὼ δὲ κἂν ὀρθοστάδην δειπνήσαιμι ἐμπεριπατῶν ἅμα τῷ συμποσίῳ· εἰ δὲ καὶ κάμοιμι, χαμαὶ τὸν τρίβωνα ὑποβαλόμενος κείσομαι ἐπʼ ἀγκῶνος οἷον τὸν Ἡρακλέα γράφουσιν.
而我,哪怕站着、在宴会中走来走去也能进餐;如果我累了,就把粗斗篷垫在地上,像人们画赫拉克勒斯那样,用手肘支着躺下。
οὕτως,
ἔφη,
γιγνέσθω,
ὁ Ἀρισταίνετος,
εἴ σοι ἥδιον.
”“那就这样吧,”阿里斯泰内托斯说,“如果你觉得这样更愉快的话。
καὶ τὸ ἀπὸ τούτου περιιὼν ἐν κύκλῳ ὁ Ἀλκιδάμας ἐδείπνει ὥσπερ οἱ Σκύθαι πρὸς τὴν ἀφθονωτέραν νομὴν μετεξανιστάμενος καὶ τοῖς περιφέρουσι τὰ ὄψα συμπερινοστῶν.
”从此,阿尔基达马斯就围成一圈,走来走去地进餐,像斯基泰人为了寻找更丰茂的牧场而不断迁移一样,伴随着那些端送菜肴的侍从们一同巡游。
§14Λυκῖνος
καὶ μέντοι καὶ σιτούμενος ἐνεργὸς ἦν ἀρετῆς πέρι καὶ κακίας μεταξὺ διεξιὼν καὶ ἐς τὸν χρυσὸν καὶ τὸν ἄργυρον ἀποσκώπτων·
吕基努斯确实,甚至在吃东西时,他也十分活跃,期间不断谈论美德与恶德,并对金银大加嘲讽。
ἠρώτα γοῦν τὸν Ἀρισταίνετον, τί βούλονται αὐτῷ αἱ τοσαῦται καὶ τηλικαῦται κύλικες τῶν κεραμεῶν ἴσον δυναμένων.
例如,他问阿里斯泰内托斯,既然陶器也具有同样的功能,这些又多又大的金银杯对他有什么用。
ἀλλʼ ἐκεῖνον μὲν ἤδη διενοχλοῦντα ἔπαυσεν ἐς τὸ παρὸν Ἀρισταίνετος τῷ παιδὶ διανεύσας εὐμεγέθη σκύφον ἀναδοῦναι αὐτῷ ζωρότερον ἐγχέαντα·
不过,阿里斯泰内托斯通过向侍从示意递给他一只极大的深杯,并倒上更浓的烈酒,暂时止住了这个已经开始让人厌烦的家伙。
καὶ ἐδόκει ἄριστα ἐπινενοηκέναι οὐκ εἰδὼς ὅσων κακῶν ἀρχὴν ὁ σκύφος ἐκεῖνος ἐνεδεδώκει.
阿里斯泰内托斯自以为想出了一个绝妙的办法,却不知那只深杯已经开启了多少灾祸。
λαβὼν δὲ ἅμα ὁ Ἀλκιδάμας ἐσίγησε μικρὸν καὶ ἐς τοὔδαφος καταβαλὼν ἑαυτὸν ἔκειτο ἡμίγυμνος, ὥσπερ ἠπειλήκει, πήξας τὸν ἀγκῶνα ὀρθόν, ἔχων ἅμα τὸν σκύφον ἐν τῇ δεξιᾷ, οἷος ὁ παρὰ τῷ Φόλῳ Ἡρακλῆς ὑπὸ τῶν γραφέων δείκνυται.
阿尔基达马斯接过杯子后,安静了一会儿,接着把身体摔在地上,像他之前威胁的那样半裸着躺下,直直地支起手肘,同时右手拿着深杯,就像画家们所描绘的在福罗斯那里的赫拉克勒斯一样。
§15Λυκῖνος
ἤδη δὲ καὶ ἐς τοὺς ἄλλους συνεχῶς περιεσοβεῖτο ἡ κύλιξ καὶ φιλοτησίαι καὶ ὁμιλίαι καὶ φῶτα εἰσεκεκόμιστο.
吕基努斯此时,杯子已经被连续不断地传给其他人,敬酒、交谈和灯火也都送了进来。
ἐν τοσούτῳ δʼ ἐγὼ τὸν παρεστῶτα τῷ Κλεοδήμῳ παῖδα οἰνοχόον ὄντα ὡραῖον ἰδὼν ὑπομειδιῶντα — χρὴ γάρ, οἶμαι, καὶ ὅσα πάρεργα τῆς ἑστιάσεως εἰπεῖν, καὶ μάλιστα εἴ τι πρὸς τὸ γλαφυρώτερον ἐπράχθη—μάλα ἤδη παρεφύλαττον ὅ τι καὶ μειδιάσειε.
在这期间,我看到站在克莱奥德摩斯身旁倒酒的英俊少年正在微微发笑——因为我认为,宴席上的闲闻轶事,特别是如果发生了什么比较有趣的事情,也应当说出来——于是我开始密切注视他为什么发笑。
καὶ μετὰ μικρὸν ὁ μὲν προσῆλθεν ὡς ἀποληψόμενος παρὰ τοῦ Κλεοδήμου τὴν φιάλην, ὁ δὲ τόν τε δάκτυλον ἀπέθλιψεν αὐτοῦ καὶ δραχμὰς δύο, οἶμαι, συνανέδωκε μετὰ τῆς φιάλης·
过了一会儿,少年走上前来,像是要从克莱奥德摩斯那里接回杯子,而后者捏了捏他的手指,并且,我想,是连同杯子一起塞给了他两德拉克马。
ὁ παῖς δὲ πρὸς μὲν τὸν δάκτυλον θλιβόμενον αὖθις ἐμειδίασεν, οὐ μὴν συνεῖδεν, οἶμαι, τὸ νόμισμα, ὥστε μὴ δεξαμένου ψόφον αἱ δύο δραχμαὶ παρέσχον ἐκπεσοῦσαι, καὶ ἠρυθρίασαν ἄμφω μάλα σαφῶς.
少年对被捏手指一事再次微笑,但我想他并没有注意到硬币,结果因为他没有接住,那两德拉克马掉在地上发出了响声,两人都极其明显地红了脸。
ἠπόρουν δὲ οἱ πλησίον οὗτινος εἴη τὰ νομίσματα, τοῦ μὲν παιδὸς ἀρνουμένου μὴ ἀποβεβληκέναι, τοῦ δὲ Κλεοδήμου, καθʼ ὃν ὁ ψόφος ἐγένετο, μὴ προσποιουμένου τὴν ἀπόρριψιν.
旁边的人都纳闷这是谁的硬币,少年否认自己丢了钱,而发出响声处的克莱奥德摩斯则假装钱不是自己扔的。
ἠμελήθη οὖν καὶ παρώφθη τοῦτο οὐ πάνυ πολλῶν ἰδόντων πλὴν μόνου, ὡς ἐμοὶ ἔδοξε, τοῦ Ἀρισταινέτου·
因此,这件事被忽略并略过了,因为并没有太多人看见,但在我看来,唯独阿里斯泰内托斯是个例外。
μετέστησε γὰρ τὸν παῖδα μικρὸν ὕστερον ἀφανῶς ὑπεξαγαγὼν καὶ τῷ Κλεοδήμῳ τινὰ παραστῆναι διένευσε τῶν ἐξώρων ἤδη καὶ καρτερῶν, ὀρεωκόμον τινὰ ἢ ἱπποκόμον.
因为不久之后,阿里斯泰内托斯便悄悄地将少年带走并调换了,他示意让一个已经过了青春年华且身强力壮的人——某个赶骡人或马夫——站在克莱奥德摩斯身旁。
καὶ τοῦτο μὲν ὧδέ πως ἐκεχωρήκει, μεγάλης ἂν αἰσχύνης αἴτιον τῷ Κλεοδήμῳ γενόμενον, εἰ ἔφθη διαφοιτῆσαν εἰς ἅπαντας, ἀλλὰ μὴ κατέσβη αὐτίκα, δεξιῶς πάνυ τοῦ Ἀρισταινέτου τὴν παροινίαν ἐνέγκαντος.
这件事情就是这样过去的,如果它抢先传开让大家都知道,本会成为克莱奥德摩斯极大的耻辱,但它却立刻被熄灭了,因为阿里斯泰内托斯非常巧妙地隐忍了这一醉酒失态的行为。