§9καὶ γὰρ ἀπαρρησίαστος καὶ δειλὸς ἅπας ὁ τοιοῦτος ἄνθρωπος οὐδὲν ἐς τοὐμφανὲς ἄγων, ἀλλʼ ὥσπερ οἱ λοχῶντες ἐξ ἀφανοῦς ποθεν τοξεύων, ὡς μηδὲ ἀντιτάξασθαι δυνατὸν εἶναι μηδὲ ἀνταγωνίσασθαι, ἀλλʼ ἐν ἀπορίᾳ καὶ ἀγνοίᾳ τοῦ πολέμου διαφθείρεσθαι, ὃ μέγιστόν ἐστι σημεῖον τοῦ μηδὲν ὑγιὲς τοὺς διαβάλλοντας λέγειν.
事实上,所有这样的人都是不坦率且懦弱的,不把任何事情带到阳光下,而是像伏兵一样从某个看不见的地方射箭,以至于人们甚至无法排兵布阵来对抗他们,也无法与之竞争,而是在无助和对攻击一无所知中毁灭,这是证明诽谤者所说的话毫无健全之处的最大证据。
ἐπεὶ εἴ τίς γε τἀληθῆ κατηγοροῦντι ἑαυτῷ συνεπίσταται, οὗτος, οἶμαι, καὶ εἰς τὸ φανερὸν ἐλέγχει καὶ διευθύνει καὶ ἀντεξετάζει τῷ λόγῳ, ὥσπερ οὐδεὶς ἂν ἐκ τοῦ προφανοῦς νικᾶν δυνάμενος ἐνέδρᾳ ποτὲ καὶ ἀπάτῃ χρήσαιτο κατὰ τῶν πολεμίων.
因为如果有人自知是在作真实的指控,我想此人也会公开驳斥、纠正并用言论进行质证,正如没有一个能够公开获胜的人会针对敌人使用伏击和欺骗一样。
§10ἴδοι δʼ ἄν τις τοὺς τοιούτους μάλιστα ἔν τε βασιλέων αὐλαῖς καὶ περὶ τὰς τῶν ἀρχόντων καὶ δυναστευόντων φιλίας εὐδοκιμοῦντας, ἔνθα πολὺς μὲν ὁ φθόνος, μυρίαι δὲ ὑπόνοιαι, πάμπολλαι δὲ κολακειῶν καὶ διαβολῶν ὑποθέσεις·
人们会看到这样的人尤其在国王的宫廷里、以及在统治者和权势者的友好关系中大行其道,那里嫉妒丛生、疑虑万千,阿谀奉承和诽谤的借口极多。
ὅπου γὰρ ἀεὶ μείζους ἐλπίδες, ἐνταῦθα καὶ οἱ φθόνοι χαλεπώτεροι καὶ τὰ μίση ἐπισφαλέστερα καὶ αἱ ζηλοτυπίαι κακοτεχνέστεραι.
因为在希望总是更大的地方,嫉妒也更严重,仇恨更危险,羡慕也更险恶。
πάντες οὖν ἀλλήλους ὀξὺ δεδόρκασι καὶ ὥσπερ οἱ μονομαχοῦντες ἐπιτηροῦσιν εἴ πού τι γυμνωθὲν μέρος θεάσαιντο τοῦ σώματος·
因此,所有人都在敏锐地互相监视,就像决斗者一样,密切注视着是否能窥见对方身体的任何暴露部位。
καὶ πρῶτος αὐτὸς ἕκαστος εἶναι βουλόμενος παρωθεῖται καὶ παραγκωνίζεται τὸν πλησίον καὶ τὸν πρὸ αὑτοῦ, εἰ δύναιτο, ὑποσπᾷ καὶ ὑποσκελίζει.
每个人都希望自己成为第一,推挤并用肘部撞开邻人,如果可以的话,还会把前面的人拽倒并绊倒。
ἔνθα ὁ μὲν χρηστὸς ἀτεχνῶς εὐθὺς ἀνατέτραπται καὶ παρασέσυρται καὶ τὸ τελευταῖον ἀτίμως ἐξέωσται, ὁ δὲ κολακευτικώτερος καὶ πρὸς τὰς τοιαύτας κακοηθείας πιθανώτερος εὐδοκιμεῖ·
在那里,正直的人简直立刻就被推翻并被拖走,最后在耻辱中被驱逐;而更善于奉承、在这些恶毒手段中更有说服力的人则大行其道。
καὶ ὅλως ὁ φθάσας κρατεῖ·
总而言之,先手者获胜。
τὰ γὰρ τοῦ Ὁμήρου πάνυ ἐπαληθεύουσιν, ὅτι τοι
"ξυνὸς Ἐνυάλιος καὶ τὸν κτανέοντα κατέκτα.
因为他们完全证实了荷马的话,即“战神是公正的,他也会杀死那想要杀人的人”。
"
τοιγαροῦν ὡς οὐ περὶ μικρῶν τοῦ ἀγῶνος ὄντος ποικίλας κατʼ ἀλλήλων ὁδοὺς ἐπινοοῦσιν, ὧν ταχίστη καὶ ἐπισφαλεστάτη ἐστὶν ἡ τῆς διαβολῆς, τὴν μὲν ἀρχὴν ἀπὸ φθόνου ἢ μίσους εὐέλπιδα λαμβάνουσα, οἰκτρότερα δὲ καὶ τραγικὰ ἐπάγουσα τὰ τέλη καὶ πολλῶν συμφορῶν ἀνάπλεα.
因此,由于这场斗争所争夺的并非小事,他们针对彼此设计了各种道路,其中最快也最危险的道路就是诽谤,它以嫉妒或仇恨为充满希望的开端,却带来更可悲、更具悲剧性且充满诸多灾难的结局。
§11οὐ μέντοι μικρὸν οὐδὲ ἁπλοῦν ἐστι τοῦτο, ὡς ἄν τις ὑπολάβοι, ἀλλὰ πολλῆς μὲν τέχνης, οὐκ ὀλίγης δὲ ἀγχινοίας, ἀκριβοῦς δέ τινος ἐπιμελείας δεόμενον·
然而,这并不是像人们所想象的那样是一件微不足道或简单的事情,而是需要高超的艺术、不少的机智以及某种严密的注意。
οὐ γὰρ ἂν τοσαῦτα ἔβλαπτεν ἡ διαβολή, εἰ μὴ πιθανόν τινα τρόπον ἐγίνετο· οὐδʼ ἂν κατίσχυε τὴν πάντων ἰσχυροτέραν ἀλήθειαν, εἰ μὴ πολὺ τὸ ἐπαγωγὸν καὶ πιθανὸν καὶ μυρία ἄλλα παρεσκεύαστο κατὰ τῶν ἀκουόντων.
因为如果诽谤不以某种令人信服的方式进行,它就不会造成如此大的伤害;如果不是针对听众准备了许多吸引人的、令人信服的以及无数的其他手段,它也无法压倒那比一切都更强大的真理。
§12διαβάλλεται μὲν οὖν ὡς τὸ πολὺ μάλιστα ὁ τιμώμενος καὶ διὰ τοῦτο τοῖς ὑπολειπομένοις αὐτοῦ ἐπίφθονος·
因此,大体上最受尊敬的人最容易受到诽谤,并因此受到落后于他的人的嫉妒。
ἅπαντες γὰρ τῷδʼ ἐπιτοξάζονται καθάπερ τι κώλυμα καὶ ἐμπόδιον προορώμενοι, καὶ ἕκαστος οἴεται πρῶτος αὐτὸς ἔσεσθαι τὸν κορυφαῖον ἐκεῖνον ἐκπολιορκήσας καὶ τῆς φιλίας ἀποσκευασάμενος.
因为所有人都向他射箭,预先将他视为一种障碍和绊脚石,每个人都认为,只要攻陷那个处于领先地位的人并将其从交友关系中清除出去,自己就能成为第一。
οἷόν τι καὶ ἐπὶ τοῖς γυμνικοῖς ἀγῶσιν ἐπὶ τῶν δρομέων γίγνεται·
这与体育竞技中跑者们发生的事情有些相似。
κἀκεῖ γὰρ ὁ μὲν ἀγαθὸς δρομεὺς τῆς ὕσπληγγος εὐθὺς καταπεσούσης μόνον τοῦ πρόσω ἐφιέμενος καὶ τὴν διάνοιαν ἀποτείνας πρὸς τὸ τέρμα κἀν τοῖς ποσὶ τὴν ἐλπίδα τῆς νίκης ἔχων τὸν πλησίον οὐδὲν κακουργεῖ οὐδέ τι τῶν κατὰ τοὺς ἀγωνιστὰς πολυπραγμονεῖ, ὁ δὲ κακὸς ἐκεῖνος καὶ ἄναθλος ἀνταγωνιστὴς ἀπογνοὺς τὴν ἐκ τοῦ τάχους ἐλπίδα ἐπὶ τὴν κακοτεχνίαν ἐτράπετο, καὶ τοῦτο μόνον ἐξ ἅπαντος σκοπεῖ, ὅπως τὸν τρέχοντα ἐπισχὼν ἢ ἐμποδίσας ἐπιστομιεῖ, ὡς, εἰ τούτου διαμάρτοι, οὐκ ἄν ποτε νικῆσαι δυνάμενος.
因为在那里,优秀的跑者在起跑器落下的那一刻,只向着前方奔跑,将心思集中在终点上,并将胜利的希望寄托在双脚上,不对邻人作任何恶,也不多管其他竞争者的闲事。 但那个糟糕且不讲体育道德的对手,对凭借速度获胜失去希望,便转向了恶劣的手段,他千方百计地只考虑一件事,即如何通过制止或阻碍正在奔跑的人来限制他,仿佛如果错失了这一点,他就永远无法获胜。
ὁμοίως δὲ τούτοις κἀν ταῖς φιλίαις τῶν εὐδαιμόνων τούτων γίνεται·
与这些事情类似,在这些显贵之人的交友关系中也是如此。
ὁ γὰρ προέχων αὐτίκα ἐπιβουλεύεται καὶ ἀφύλακτος ἐν μέσῳ ληφθεὶς τῶν δυσμενῶν ἀνηρπάσθη, οἱ δὲ ἀγαπῶνται καὶ φίλοι δοκοῦσιν ἐξ ὧν ἄλλους βλάπτειν ἔδοξαν.
卓越的人立刻就会被暗算,在毫无防备的情况下在仇敌的包围中被毁灭,而其他人则因被看似伤害他人而受到喜爱并被视为朋友。
§13τό τε ἀξιόπιστον τῆς διαβολῆς οὐχ ὡς ἔτυχεν ἐπινοοῦσιν, ἀλλʼ ἐν τούτῳ τὸ πᾶν αὐτοῖς ἐστιν ἔργον δεδοικόσι τι προσάψαι ἀπῳδὸν ἢ καὶ ἀλλότριον.
而且,他们并不是随机地编造诽谤的可信度,相反,由于害怕扣上不和谐或风马牛不相及的罪名,这正是他们投入全部精力的工作。
ὡς γοῦν ἐπὶ πολὺ τὰ προσόντα τῷ διαβαλλομένῳ πρὸς τὸ χεῖρον μεταβάλλοντες οὐκ ἀπιθάνους ποιοῦνται τὰς κατηγορίας, οἷον τὸν μὲν ἰατρὸν διαβάλλουσιν ὡς φαρμακέα, τὸν πλούσιον δὲ ὡς τύραννον, τὸν τυραννικὸν δὲ ὡς προδοτικόν.
无论如何,他们通常通过将属于被诽谤者的实际性质向坏的方向改变,来使他们的指控显得并非不可信。 例如,他们诽谤医生为施毒者,富人为僭主,而有权势的人为叛徒。