← ルキアノス

悪口について

§9-13

宮廷における誹謗の手口と優れた者への標的化

著者は誹謗を行う者の卑怯さと陰湿さを批判し、それが特に嫉妬や権力闘争の渦巻く宮廷や支配者の周囲で横行している実態を指摘する。さらに、誹謗が精緻な技術に基づくこと、そして優れた者が標的になりやすいことを、競技での走者の妨害行為に喩えて説明し、彼らが事実を悪意を以て歪める方法について論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§9

καὶ γὰρ ἀπαρρησίαστος καὶ δειλὸς ἅπας ὁ τοιοῦτος ἄνθρωπος οὐδὲν ἐς τοὐμφανὲς ἄγων, ἀλλʼ ὥσπερ οἱ λοχῶντες ἐξ ἀφανοῦς ποθεν τοξεύων, ὡς μηδὲ ἀντιτάξασθαι δυνατὸν εἶναι μηδὲ ἀνταγωνίσασθαι, ἀλλʼ ἐν ἀπορίᾳ καὶ ἀγνοίᾳ τοῦ πολέμου διαφθείρεσθαι, ὃ μέγιστόν ἐστι σημεῖον τοῦ μηδὲν ὑγιὲς τοὺς διαβάλλοντας λέγειν. ἐπεὶ εἴ τίς γε τἀληθῆ κατηγοροῦντι ἑαυτῷ συνεπίσταται,1 οὗτος, οἶμαι, καὶ εἰς τὸ φανερὸν ἐλέγχει καὶ διευθύνει καὶ ἀντεξετάζει τῷ λόγῳ, ὥσπερ οὐδεὶς ἂν ἐκ τοῦ προφανοῦς νικᾶν δυνάμενος ἐνέδρᾳ ποτὲ καὶ ἀπάτῃ χρήσαιτο κατὰ τῶν πολεμίων.

実際、このような人間はすべて卑怯で臆病であり、何一つ公明正大に行わず、あたかも伏兵のようにどこか見えない場所から矢を放ち、そのため相手は陣を整えることも戦うこともできず、途方に暮れ、戦いを知らぬままに滅ぼされてしまう。これこそ、誹謗する者が何も健全なことを語っていないという最大の証拠である。なぜなら、もし自らが真実を告発していると自覚している者であれば、そのような者は、公然と論駁し、正し、言論をもって直接対決するであろうと思うからである。ちょうど、公明正大に勝利できる者であれば、敵に対して待ち伏せや欺瞞を決して用いないのと同じように。

§10

ἴδοι δʼ ἄν τις τοὺς τοιούτους μάλιστα ἔν τε βασιλέων αὐλαῖς καὶ περὶ τὰς τῶν ἀρχόντων καὶ δυναστευόντων φιλίας εὐδοκιμοῦντας, ἔνθα πολὺς μὲν ὁ φθόνος, μυρίαι δὲ ὑπόνοιαι, πάμπολλαι δὲ κολακειῶν καὶ διαβολῶν ὑποθέσεις· ὅπου γὰρ ἀεὶ μείζους ἐλπίδες, ἐνταῦθα καὶ οἱ φθόνοι χαλεπώτεροι καὶ τὰ μίση ἐπισφαλέστερα καὶ αἱ ζηλοτυπίαι κακοτεχνέστεραι. πάντες οὖν ἀλλήλους ὀξὺ δεδόρκασι καὶ ὥσπερ οἱ μονομαχοῦντες ἐπιτηροῦσιν εἴ πού τι γυμνωθὲν μέρος θεάσαιντο τοῦ σώματος· καὶ πρῶτος αὐτὸς ἕκαστος εἶναι βουλόμενος παρωθεῖται καὶ παραγκωνίζεται τὸν πλησίον καὶ τὸν πρὸ αὑτοῦ, εἰ δύναιτο, ὑποσπᾷ καὶ ὑποσκελίζει. ἔνθα ὁ μὲν χρηστὸς ἀτεχνῶς εὐθὺς ἀνατέτραπται καὶ παρασέσυρται καὶ τὸ τελευταῖον ἀτίμως ἐξέωσται, ὁ δὲ κολακευτικώτερος καὶ πρὸς τὰς τοιαύτας κακοηθείας πιθανώτερος εὐδοκιμεῖ· καὶ ὅλως ὁ φθάσας κρατεῖ· τὰ γὰρ τοῦ Ὁμήρου πάνυ ἐπαληθεύουσιν, ὅτι τοι "ξυνὸς Ἐνυάλιος καὶ τὸν κτανέοντα κατέκτα." τοιγαροῦν ὡς οὐ περὶ μικρῶν τοῦ ἀγῶνος ὄντος2 ποικίλας κατʼ ἀλλήλων ὁδοὺς ἐπινοοῦσιν, ὧν ταχίστη καὶ ἐπισφαλεστάτη ἐστὶν ἡ τῆς διαβολῆς, τὴν μὲν ἀρχὴν ἀπὸ φθόνου ἢ μίσους εὐέλπιδα λαμβάνουσα, οἰκτρότερα δὲ καὶ τραγικὰ ἐπάγουσα τὰ τέλη καὶ πολλῶν συμφορῶν ἀνάπλεα.

このような人々は、とりわけ王たちの宮廷や、支配者や権力者の友好関係の周りで幅を利かせているのを目にするだろう。そこでは強い嫉妬、無数の疑念、そしてへつらいや誹謗の数多くの口実が存在している。常に大きな希望があるところでは、嫉妬もまたいっそう激しく、憎しみはいっそう危険で、羨望はいっそう悪質になるからである。それゆえ、すべての者が互いを鋭い目で見張り、あたかも決闘する者のように、相手の体にどこか無防備な部分が現れはしないかと監視している。そして、一人ひとりが自ら第一の者になろうと望み、隣人を押しのけ、肘で退け、可能であれば自分の前にいる者を引きずり下ろし、足払いをかける。そこでは、実直な者はただちに覆され、引きずり去られ、最後には不名誉にも追放されるが、よりへつらいが上手く、そのような悪知恵においてより説得力のある者が重用される。そして要するに、先手を打った者が勝つのである。実際、彼らはホメロスの「戦いの神は共通であり、殺そうとする者を自らも殺す」という言葉をまさに実証している。したがって、その戦いが些細なことをめぐるものではないため、彼らは互いに対して様々な策略を巡らせる。その中で最も迅速で最も危険な道が誹謗であり、それは嫉妬や憎しみから期待に満ちた始まりを得るが、その結末にはより哀れで悲劇的な、多くの災厄に満ちた事態をもたらすのである。

§11

οὐ μέντοι μικρὸν οὐδὲ ἁπλοῦν ἐστι τοῦτο, ὡς ἄν τις ὑπολάβοι, ἀλλὰ πολλῆς μὲν τέχνης, οὐκ ὀλίγης δὲ ἀγχινοίας, ἀκριβοῦς δέ τινος ἐπιμελείας δεόμενον· οὐ γὰρ ἂν τοσαῦτα ἔβλαπτεν ἡ διαβολή, εἰ μὴ πιθανόν τινα τρόπον ἐγίνετο· οὐδʼ ἂν κατίσχυε τὴν πάντων ἰσχυροτέραν ἀλήθειαν, εἰ μὴ πολὺ τὸ ἐπαγωγὸν καὶ πιθανὸν καὶ μυρία ἄλλα παρεσκεύαστο κατὰ τῶν ἀκουόντων.

しかしながら、これは誰もが想定するような些細で単純なことではなく、多大な技術と少なからぬ機転、そしてある種の厳密な注意を要するものである。なぜなら、もし誹謗が何か説得力のある方法で行われないならば、これほど大きな害を及ぼすことはないからであり、また、すべての中で最も強い真理に対して、もし聞き手を引きつける多くの魅力や説得力、その他無数の手段が用意されていなければ、それを圧倒することもないからである。

§12

διαβάλλεται μὲν οὖν ὡς τὸ πολὺ μάλιστα ὁ τιμώμενος καὶ διὰ τοῦτο τοῖς ὑπολειπομένοις αὐτοῦ ἐπίφθονος· ἅπαντες γὰρ τῷδʼ ἐπιτοξάζονται καθάπερ τι κώλυμα καὶ ἐμπόδιον προορώμενοι, καὶ ἕκαστος οἴεται πρῶτος αὐτὸς ἔσεσθαι τὸν κορυφαῖον ἐκεῖνον ἐκπολιορκήσας καὶ τῆς φιλίας ἀποσκευασάμενος. οἷόν τι καὶ ἐπὶ τοῖς γυμνικοῖς ἀγῶσιν ἐπὶ τῶν δρομέων γίγνεται· κἀκεῖ γὰρ ὁ μὲν ἀγαθὸς δρομεὺς τῆς ὕσπληγγος εὐθὺς καταπεσούσης μόνον τοῦ πρόσω ἐφιέμενος καὶ τὴν διάνοιαν ἀποτείνας πρὸς τὸ τέρμα κἀν τοῖς ποσὶ τὴν ἐλπίδα τῆς νίκης ἔχων τὸν πλησίον οὐδὲν κακουργεῖ οὐδέ τι τῶν κατὰ τοὺς ἀγωνιστὰς πολυπραγμονεῖ, ὁ δὲ κακὸς ἐκεῖνος καὶ ἄναθλος ἀνταγωνιστὴς ἀπογνοὺς τὴν ἐκ τοῦ τάχους ἐλπίδα ἐπὶ τὴν κακοτεχνίαν ἐτράπετο, καὶ τοῦτο μόνον ἐξ ἅπαντος σκοπεῖ, ὅπως τὸν τρέχοντα ἐπισχὼν ἢ ἐμποδίσας ἐπιστομιεῖ, ὡς, εἰ τούτου διαμάρτοι, οὐκ ἄν ποτε νικῆσαι δυνάμενος.3 ὁμοίως δὲ τούτοις κἀν ταῖς φιλίαις τῶν εὐδαιμόνων τούτων γίνεται· ὁ γὰρ προέχων αὐτίκα ἐπιβουλεύεται καὶ ἀφύλακτος ἐν μέσῳ ληφθεὶς τῶν δυσμενῶν ἀνηρπάσθη, οἱ δὲ ἀγαπῶνται καὶ φίλοι δοκοῦσιν ἐξ ὧν ἄλλους βλάπτειν ἔδοξαν.

さて、概して最も誹謗されるのは名誉ある者であり、それゆえに自らの後に甘んじている者たちから嫉妬される。なぜなら、すべての者がその者を一種の障害や障壁と予見して、それに矢を向け、各自がその指導的な地位にある者を包囲して排除し、交友関係から追い落とすことで、自分が最初の者になれると考えるからである。これは、体育競技における走者たちに起こることと似ている。そこでも、優れた走者は出発の障壁が下りるやいなや、ただ前方だけを目指し、精神をゴールへと集中させ、足の中に勝利の希望を置いて、隣人に何ら危害を加えず、競争相手たちのことに干渉することもない。しかし、あの劣った、競技者とも言えない対戦相手は、速さによる希望をあきらめて悪知恵に走り、これだけを何としても企てる。すなわち、走っている者を制止するか邪魔をするかして口を封じることである。なぜなら、もしこれに失敗すれば、自分は決して勝つことができないからである。これらと同様のことが、これら恵まれた者たちの交友関係においても起こる。卓越した者はすぐに陰謀を企てられ、無警戒なまま敵のただ中で捕らえられて破滅させられ、他方、他者を害したと思われる者たちが愛され、友人であると見なされるのである。

§13

τό τε ἀξιόπιστον4 τῆς διαβολῆς οὐχ ὡς ἔτυχεν ἐπινοοῦσιν, ἀλλʼ ἐν τούτῳ τὸ πᾶν αὐτοῖς ἐστιν ἔργον δεδοικόσι τι προσάψαι ἀπῳδὸν ἢ καὶ ἀλλότριον. ὡς γοῦν ἐπὶ πολὺ τὰ προσόντα τῷ διαβαλλομένῳ πρὸς τὸ χεῖρον μεταβάλλοντες οὐκ ἀπιθάνους ποιοῦνται τὰς κατηγορίας, οἷον τὸν μὲν ἰατρὸν διαβάλλουσιν ὡς φαρμακέα, τὸν πλούσιον δὲ ὡς τύραννον, τὸν τυραννικὸν δὲ ὡς προδοτικόν.

また、誹謗の説得力を彼らは行き当たりばったりに考案するのではない。むしろ、不調和なものや無関係なものを結びつけることを恐れる彼らにとって、これこそがすべての労力を注ぐ仕事なのである。ともかく彼らはたいてい、誹謗される者が現に持っている性質をより悪い方向へと変化させることで、告発に説得力を持たせる。例えば、医師を毒殺者として、富者を僭主として、支配的な者を裏切り者として誹謗するのである。

構文注4 件
  1. 9ἑαυτῷ συνεπίσταται

    動詞 συνεπίσταμαι は、「自分自身で(何かを)自覚している」という意味で、再帰代名詞与格 ἑαυτῷ と与格分詞 κατηγοροῦντι を伴う。τἀληθῆ κατηγοροῦντι は「真実を告発していること」を意味し、全体で「自分が真実を告発していると自覚している」という構文を形成している。

  2. 10ὡς οὐ περὶ μικρῶν τοῦ ἀγῶνος ὄντος

    接続詞 ὡς を伴った属格絶対(τοῦ ἀγῶνος ὄντος περὶ...)。ὡς は主観的な理由や、当事者の確信を示し、「〜だからとして」「〜であるため」と解釈される。

  3. 12ὡς, εἰ τούτου διαμάρτοι, οὐκ ἄν ποτε νικῆσαι δυνάμενος

    ὡς + 分詞(δυνάμενος)の構文。分詞に小辞 ἄν が付くことで潜在(希求法+ἄν に相当)のニュアンスを持ち、条件節 εἰ... διαμάρτοι(希求法:もし失敗すれば)と相関している。「もしこれに失敗するようなことがあれば、決して勝つことができないであろうと考えて」という意味を表す。

  4. 13τό τε ἀξιόπιστον

    形容詞中性単数形に定冠詞が付いた名詞化表現で、「信頼性」や「もっともらしさ」(plausibility)という抽象概念を表す。この文では、動詞 ἐπινοοῦσιν の対格目的語として機能している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0062.tlg013.humanitext-grc2:9-13