§5ἐν δεξιᾷ τις ἀνὴρ κάθηται τὰ ὦτα παμμεγέθη ἔχων μικροῦ δεῖν τοῖς τοῦ Μίδου προσεοικότα, τὴν χεῖρα προτείνων πόρρωθεν ἔτι προσιούσῃ τῇ Διαβολῇ.
右边坐着一个男子,长着非常大的耳朵,几乎与弥达斯的耳朵相似,他向还在远处走来的“诽谤”伸出手。
περὶ δὲ αὐτὸν ἑστᾶσι δύο γυναῖκες, Ἄγνοιά μοι δοκεῖ καὶ Ὑπόληψις·
在他的周围站着两个女人,在我看来是“无知”和“主观臆断”。
ἑτέρωθεν δὲ προσέρχεται ἡ Διαβολή, γύναιον ἐς ὑπερβολὴν πάγκαλον, ὑπόθερμον δὲ καὶ παρακεκινημένον, οἷον δὴ τὴν λύτταν καὶ τὴν ὀργὴν δεικνύουσα, τῇ μὲν ἀριστερᾷ δᾷδα καιομένην ἔχουσα, τῇ ἑτέρᾳ δὲ νεανίαν τινὰ τῶν τριχῶν σύρουσα τὰς χεῖρας ὀρέγοντα εἰς τὸν οὐρανὸν καὶ μαρτυρόμενον τοὺς θεούς.
从另一边走来的是“诽谤”,一个极度美丽的年轻女子,但她显得有些狂热和激动,仿佛在展示她的狂怒和愤怒,左手拿着燃烧的火炬,另一只手揪着一个年轻人的头发将他拖行,而那年轻人向天空伸出双手,并呼唤神明作证。
ἡγεῖται δὲ ἀνὴρ ὠχρὸς καὶ ἄμορφος, ὀξὺ δεδορκὼς καὶ ἐοικὼς τοῖς ἐκ νόσου μακρᾶς κατεσκληκόσι.
在前面引路的是一个面色苍白、面容丑陋的男子,眼神锐利,像是一个因长期患病而消瘦的人。
τοῦτον οὖν εἶναι τὸν Φθόνον ἄν τις εἰκάσειε.
因此,人们可以推测此人就是“嫉妒”。
καὶ μὴν καὶ ἄλλαι τινὲς δύο παρομαρτοῦσι προτρέπουσαι καὶ περιστέλλουσαι καὶ κατακοσμοῦσαι τὴν Διαβολήν.
而且,确实还有另外两个女人伴随在旁,鼓励、整理并装饰着“诽谤”。
ὡς δέ μοι καὶ ταύτας ἐμήνυσεν ὁ περιηγητὴς τῆς εἰκόνος, ἡ μέν τις Ἐπιβουλὴ ἦν, ἡ δὲ Ἀπάτη.
正如这幅画的向导向我指出的那样,其中一个是“阴谋”,另一个是“欺骗”。
κατόπιν δὲ ἠκολούθει πάνυ πενθικῶς τις ἐσκευασμένη, μελανείμων καὶ κατεσπαραγμένη, Μετάνοια, οἶμαι, αὕτη ἐλέγετο· ἐπεστρέφετο γοῦν εἰς τοὐπίσω δακρύουσα καὶ μετʼ αἰδοῦς πάνυ τὴν Ἀλήθειαν προσιοῦσαν ὑπέβλεπεν.
在后面跟着一个衣着极为悲哀的人,身穿黑衣,衣服被撕裂,我想她被称为“悔恨”;她流着泪回头张望,带着极大的羞愧,窥视着正在走来的“真理”。
οὕτως μὲν Ἀπελλῆς τὸν ἑαυτοῦ κίνδυνον ἐπὶ τῆς γραφῆς ἐμιμήσατο.
阿佩莱斯就是这样在画中描绘了他自己所经历的危险。
§6φέρε δὲ καὶ ἡμεῖς, εἰ δοκεῖ, κατὰ τὴν τοῦ Ἐφεσίου ζωγράφου τέχνην διέλθωμεν τὰ προσόντα τῇ διαβολῇ, πρότερόν γε ὅρῳ τινὶ περιγράψαντες αὐτήν· οὕτω γὰρ ἂν ἡμῖν ἡ εἰκὼν γένοιτο φανερωτέρα.
来吧,如果我们愿意,我们也按照这位以弗所画家的艺术,来探讨诽谤所具有的特征,不过首先我们要通过某种定义来限定它;因为这样,这幅图景对我们来说就会变得更加清晰。
ἔστι τοίνυν διαβολὴ κατηγορία τις ἐξ ἐρημίας γινομένη, τὸν κατηγορούμενον λεληθυῖα, ἐκ τοῦ μονομεροῦς ἀναντιλέκτως πεπιστευμένη.
那么,诽谤就是一种在被告不在场时进行的指控,被告对此一无所知,由于单方面的原因而在无可反驳的情况下被确信。
τοιαύτη μὲν ἡ ὑπόθεσις τοῦ λόγου.
这就是我们论述的主题。
τριῶν δʼ ὄντων προσώπων, καθάπερ ἐν ταῖς κωμῳδίαις, τοῦ διαβάλλοντος καὶ τοῦ διαβαλλομένου καὶ τοῦ πρὸς ὃν ἡ διαβολὴ γίνεται, καθʼ ἕκαστον αὐτῶν ἐπισκοπήσωμεν οἷα εἰκὸς εἶναι τὰ γινόμενα.
正如在喜剧中一样,有三个角色:诽谤者、被诽谤者,以及诽谤所针对的人。 让我们针对他们中的每一个,考察自然会发生些什么事情。
§7πρῶτον μὲν δή, εἰ δοκεῖ, παραγάγωμεν τὸν πρωταγωνιστὴν τοῦ δράματος, λέγω δὲ τὸν ποιητὴν τῆς διαβολῆς.
首先,如果我们愿意,让这出戏的主角登场,也就是诽谤的制造者。
οὗτος δὲ δὴ ὡς μὲν οὐκ ἀγαθὸς ἄνθρωπός ἐστι, πᾶσιν οἶμαι γνώριμον·
那这个人显然不是一个善良的人,这对所有人来说都是显而易见的。
οὐδεὶς γὰρ ἂν ἀγαθὸς κακῶν αἴτιος γένοιτο τῷ πλησίον, ἀλλʼ ἔστιν ἀγαθῶν ἀνδρῶν ἀφʼ ὧν εὖ ποιοῦσιν αὐτοὶ τοὺς φίλους, οὐκ ἀφʼ ὧν τοὺς ἄλλους ἀδικοῦντες αἰτιῶνται καὶ μισεῖσθαι παρασκευάζουσιν, εὐδοκιμεῖν δόξαν εὐνοίας προσλαβόντες.
因为没有一个善良的人会成为邻人灾祸的根源,相反,善良之人的特征在于他们自己为朋友行善,而不是通过伤害他人来指控他们,并设法使他们被憎恨,从而在获得好意的名声后享有声誉。
§8ἔπειτα δὲ ὡς ἄδικος ὁ τοιοῦτος καὶ παράνομός ἐστι καὶ ἀσεβὴς καὶ τοῖς χρωμένοις ἐπιζήμιος, ῥᾴδιον καταμαθεῖν.
其次,这样的人是不义的、违法的、不敬的,并且对重用他们的人是有害的,这很容易理解。
τίς γὰρ οὐκ ἂν ὁμολογήσειε τὴν μὲν ἰσότητα ἐν ἅπαντι καὶ τὸ μηδὲν πλέον δικαιοσύνης ἔργα εἶναι, τὸ δὲ ἄνισόν τε καὶ πλεονεκτικὸν ἀδικίας;
因为谁会不承认,在一切事物中的平等和不贪求更多是正义的工作,而不平等和贪得无厌是不义的工作呢?
ὁ δὲ τῇ διαβολῇ κατὰ τῶν ἀπόντων λάθρᾳ χρώμενος πῶς οὐ πλεονέκτης ἐστὶν ὅλον τὸν ἀκροατὴν σφετεριζόμενος καὶ προκαταλαμβάνων αὐτοῦ τὰ ὦτα καὶ ἀποφράττων καὶ τῷ δευτέρῳ λόγῳ παντελῶς ἄβατα κατασκευάζων αὐτὰ ὑπὸ τῆς διαβολῆς προεμπεπλησμένα;
而那个在缺席者背后秘密使用诽谤的人,怎么能不是一个贪得无厌的人呢? 他完全占有了听众,预先抢占了他们的耳朵,将其堵塞,并由于预先充满了诽谤,使得听众的耳朵对于第二种申辩完全无法进入。
ἐσχάτης ἀδικίας τὸ τοιοῦτον, ὡς φαῖεν ἂν καὶ οἱ ἄριστοι τῶν νομοθετῶν, οἷον ὁ Σόλων καὶ ὁ Δράκων, ἔνορκον ποιησάμενοι τοῖς δικασταῖς τὸ ὁμοίως ἀμφοῖν ἀκροᾶσθαι καὶ τὸ τὴν εὔνοιαν ἴσην τοῖς κρινομένοις ἀπονέμειν, ἄχρι ἂν ὁ τοῦ δευτέρου λόγος παρατεθεὶς θατέρου χείρων ἢ ἀμείνων φανῇ·
这是极度的不义,正如最优秀的立法者,如索伦和德拉古也会这样说,他们让法官宣誓要同样听取双方的意见,并将平等的善意分配给受审者,直到第二者的申辩被提出,并显出是比另一者更差还是更好。
πρὶν δέ γε ἀντεξετάσαι τὴν ἀπολογίαν τῇ κατηγορίᾳ, παντελῶς ἀσεβῆ καὶ ἀνόσιον ἡγήσαντο ἔσεσθαι τὴν κρίσιν.
而在将辩护与指控进行对比审查之前,他们认为判决将是完全不敬和不神圣的。
καὶ γὰρ ἂν καὶ αὐτοὺς ἀγανακτῆσαι τοὺς θεοὺς εἴποιμεν, εἰ τῷ κατηγόρῳ μετʼ ἀδείας ἃ θέλει λέγειν ἐπιτρέποιμεν, ἀποφράξαντες δὲ τῷ κατηγορουμένῳ τὰ ὦτα ἢ τῷ στόματι σιωπῶντος καταψηφιζοίμεθα τῷ προτέρῳ λόγῳ κεχειρωμένοι, ὥστε οὐ κατὰ τὸ δίκαιον καὶ τὸ νόμιμον καὶ τὸν ὅρκον τὸν δικαστικὸν φαίη τις ἂν γίγνεσθαι τὰς διαβολάς.
实际上,我们也会说神明自己也会感到愤慨,如果我们允许控告者毫无顾忌地说他想说的话,却堵塞了被控告者的耳朵,或者在被控告者沉默时,因被先入为主之见所支配而对其判处有罪。 因此,有人会说,诽谤并不是按照正义、法律以及法官的誓言而发生的。
εἰ δέ τῳ μὴ ἀξιόπιστοι δοκοῦσιν οἱ νομοθέται παραινοῦντες οὕτω δικαίας καὶ ἀμερεῖς ποιεῖσθαι τὰς κρίσεις, ποιητήν μοι δοκῶ τὸν ἄριστον ἐπάγειν τῷ λόγῳ εὖ μάλα περὶ τούτων ἀποφηνάμενον, μᾶλλον δὲ νομοθετήσαντα.
如果有人认为立法者建议如此公正、无偏私地做出裁判是不可信的,那么我想把最优秀的诗人引入我们的论述,他对此作出了极好的阐述,或者更确切地说是立法。
φησὶ δέ,
"μήτε δίκην δικάσῃς, πρὶν ἄμφω μῦθον ἀκούσῃς.
他说: “在听取双方的陈述之前,切莫做出判决。
"
ἠπίστατο γάρ, οἶμαι, καὶ οὗτος ὡς πολλῶν ὄντων ἐν τῷ βίῳ ἀδικημάτων οὐδὲν ἄν τις εὕροι χεῖρον οὐδὲ ἀδικώτερον ἢ ἀκρίτους τινὰς καὶ ἀμοίρους λόγων καταδεδικάσθαι·
” 因为我想,他也知道,在生活中的许多不义行为中,人们找不到比在未受审判且无申辩机会的情况下被判罪更坏、更不义的事情了。
ὅπερ ἐξ ἅπαντος ὁ διαβάλλων ἐπιχειρεῖ ποιεῖν ἄκριτον ὑπάγων τὸν διαβαλλόμενον τῇ τοῦ ἀκούοντος ὀργῇ καὶ τὴν ἀπολογίαν τῷ λαθραίῳ τῆς κατηγορίας παραιρούμενος.
这正是诽谤者企图做的事情,他将被诽谤者交由听众的愤怒去未经审判地处置,并利用指控的隐秘性剥夺了他的辩护机会。