Humanitext Reader

琉善 · 论诽谤 §1-4

无知与诽谤的危害及画家阿佩莱斯的遭遇

第 1 段,共 6 段 · 希腊语

内容简介

作者通过悲剧和诽谤的危害说明无知如何给人类带来无数灾难,并引出以弗所画家阿佩莱斯因对手诽谤而险些丧命的逸事。

§1δεινόν γε ἡ ἄγνοια καὶ πολλῶν κακῶν ἀνθρώποις αἰτία, ὥσπερ ἀχλύν τινα καταχέουσα τῶν πραγμάτων καὶ τὴν ἀλήθειαν ἀμαυροῦσα καὶ τὸν ἑκάστου βίον ἐπηλυγάζουσα.
无知确实是一件可怕的事情,也是人类许多祸害的根源,它仿佛在事物上笼罩了一层迷雾,使真理变得模糊,并给每个人的生活投下阴影。
ἐν σκότῳ γοῦν πλανωμένοις πάντες ἐοίκαμεν, μᾶλλον δὲ τυφλοῖς ὅμοια πεπόνθαμεν, τῷ μὲν προσπταίοντες ἀλόγως, τὸ δὲ ὑπερβαίνοντες, οὐδὲν δέον, καὶ τὸ μὲν πλησίον καὶ παρὰ πόδας οὐχ ὁρῶντες, τὸ δὲ πόρρω καὶ πάμπολυ διεστηκὸς ὡς ἐνοχλοῦν δεδιότες·
无论如何,我们都像是迷失在黑暗中的人,或者更确切地说,我们的遭遇如同盲人,无理地绊倒在某一事物上,又不必要地跨过另一事物,既看不见身旁和脚下的东西,又把遥远且相隔甚远的东西当成麻烦而加以畏惧。
καὶ ὅλως ἐφʼ ἑκάστου τῶν πραττομένων οὐ διαλείπομεν τὰ πολλὰ ὀλισθαίνοντες.
总而言之,在所做的每一件事上,我们大抵都在不断地失足。
τοιγάρτοι μυρίας ἤδη τοῖς τραγῳδοδιδασκάλοις ἀφορμὰς εἰς τὰ δράματα τὸ τοιοῦτο παρέσχηται, τοὺς Λαβδακίδας καὶ τοὺς Πελοπίδας καὶ τὰ τούτοις παραπλήσια· σχεδὸν γὰρ τὰ πλεῖστα τῶν ἐν τῇ σκηνῇ ἀναβαινόντων κακῶν εὕροι τις ἂν ὑπὸ τῆς ἀγνοίας καθάπερ ὑπὸ τραγικοῦ τινος δαίμονος κεχορηγημένα.
因此,这种事情已经给悲剧作家们的戏剧提供了无数的素材——如拉布达科斯的后代、佩洛普斯的后代以及与此类似的人物;因为人们会发现,舞台上出现的绝大多数灾难,都是由无知所提供的,就好像是由某种悲剧的恶魔所促成的一样。
Λέγω δὲ καὶ ἐς τὰ ἄλλα μὲν ἀποβλέπων, μάλιστα δὲ ἐς τὰς οὐκ ἀληθεῖς κατὰ τῶν συνήθων καὶ φίλων διαβολάς, ὑφʼ ὧν ἤδη καὶ οἶκοι ἀνάστατοι γεγόνασι καὶ πόλεις ἄρδην ἀπολώλασι, πατέρες τε κατὰ παίδων ἐξεμάνησαν καὶ ἀδελφοὶ κατὰ τῶν ὁμογενῶν καὶ παῖδες κατὰ τῶν γειναμένων καὶ ἐρασταὶ κατὰ τῶν ἐρωμένων· πολλαὶ δὲ καὶ φιλίαι συνεκόπησαν καὶ ὅρκοι συνεχύθησαν ὑπὸ τῆς κατὰ τὰς διαβολὰς πιθανότητος.
我之所以这样说,也是看在其他事情上,但尤其是针对那些对同伴和朋友的不实诽谤,由于这些诽谤,如今家园已被颠覆,城市已被彻底毁灭,父亲对孩子狂怒,兄弟对同胞狂怒,孩子对生身父母狂怒,情人对所爱之人狂怒;许多友谊被斩断,誓言因诽谤的欺骗性而被破坏。
§2ἵνʼ οὖν ὡς ἥκιστα περιπίπτωμεν αὐταῖς, ὑποδεῖξαι βούλομαι τῷ λόγῳ καθάπερ ἐπί τινος γραφῆς ὁποῖόν τί ἐστιν ἡ διαβολὴ καὶ πόθεν ἄρχεται καὶ ὁποῖα ἐργάζεται.
因此,为了使我们尽可能少地陷入其中,我想在我的论述中,仿佛在一幅画中一样,指出诽谤究竟是什么,它从哪里开始,以及它会产生什么样的后果。
μᾶλλον δὲ Ἀπελλῆς ὁ Ἐφέσιος πάλαι ταύτην προὔλαβε τὴν εἰκόνα· καὶ γὰρ αὖ καὶ οὗτος διαβληθεὶς πρὸς τὸν Πτολεμαῖον ὡς μετεσχηκὼς Θεοδότᾳ τῆς συνωμοσίας ἐν Τύρῳ, — ὁ δὲ Ἀπελλῆς οὐχ ἑωράκει ποτὲ τὴν Τύρον οὐδὲ τὸν Θεοδόταν, ὅστις ἦν, ἐγίνωσκεν, ἢ καθʼ ὅσον ἤκουε Πτολεμαίου τινὰ ὕπαρχον εἶναι τὰ κατὰ τὴν Φοινίκην ἐπιτετραμμένον.
或者更确切地说,以弗所的阿佩莱斯在很久以前就已经预先画好了这幅图画;因为他也曾被向托勒密诽谤,说他参与了塞奥多塔斯在推罗的阴谋——尽管阿佩莱斯从未见过推罗,也不知道塞奥多塔斯是谁,除非只是听说他是托勒密的某个被委派管理腓尼基事务的官员。
ἀλλʼ ὅμως τῶν ἀντιτέχνων τις Ἀντίφιλος τοὔνομα ὑπὸ φθόνου τῆς παρὰ βασιλεῖ τιμῆς καὶ ὑπὸ τῆς κατὰ τὴν τέχνην ζηλοτυπίας κατεῖπεν αὐτοῦ πρὸς τὸν Πτολεμαῖον ὡς εἴη κεκοινωνηκὼς τῶν ὅλων καὶ ὡς θεάσαιτό τις αὐτὸν ἐν Φοινίκῃ συνεστιώμενον Θεοδότᾳ καὶ παρʼ ὅλον τὸ δεῖπνον πρὸς τὸ οὖς αὐτῷ κοινολογούμενον, καὶ τέλος ἀπέφηνε τὴν Τύρου ἀπόστασιν καὶ Πηλουσίου κατάληψιν ἐκ τῆς Ἀπελλοῦ συμβουλῆς γεγονέναι.
然而,他的一个同行竞争对手,名叫安提菲洛斯,由于嫉妒他在国王那里享有荣誉和在艺术上的嫉妒,向托勒密告发了他,声称他参与了整个阴谋,并说有人看到他在腓尼基与塞奥多塔斯一同进餐,而且在整场宴会中都在他耳边密谈,最后他声称推罗的叛乱和佩鲁西乌姆的占领都是由于阿佩莱斯的建议而发生的。
§3ὁ δὲ Πτολεμαῖος ὡς ἂν καὶ τἆλλα οὐ κάρτα φρενήρης τις ὤν, ἀλλʼ ἐν κολακείᾳ δεσποτικῇ τεθραμμένος, οὕτως ἐξεκαύθη καὶ συνεταράχθη πρὸς τῆς παραδόξου ταύτης διαβολῆς, ὥστε μηδὲν τῶν εἰκότων λογισάμενος, μηδʼ ὅτι ἀντίτεχνος ἦν ὁ διαβάλλων μηδʼ ὅτι μικρότερος ἢ κατὰ τηλικαύτην προδοσίαν ζωγράφος, καὶ ταῦτα εὖ πεπονθὼς ὑπʼ αὐτοῦ καὶ παρʼ ὁντινοῦν τῶν ὁμοτέχνων τετιμημένος, ἀλλʼ οὐδὲ τὸ παράπαν εἰ ἐξέπλευσεν Ἀπελλῆς ἐς Τύρον ἐξετάσας, εὐθὺς ἐξεμήνιεν καὶ βοῆς ἐνεπίμπλα τὰ βασίλεια τὸν ἀχάριστον κεκραγὼς καὶ τὸν ἐπίβουλον καὶ συνωμότην.
但托勒密在其他方面本就不是一个非常聪明的人,而是在专制阿谀中长大的,他被这不可思议的诽谤激怒并陷入混乱,以至于他没有考虑任何合理的事情——既没有考虑诽谤者是一个同行竞争对手,也没有考虑一个画家对于如此重大的叛国罪来说是多么微不足道,更不用说阿佩莱斯曾受到他的恩惠,并且比他的任何同行都更受器重,甚至根本没有调查阿佩莱斯是否曾乘船前往推罗,他便立即大发雷霆,让宫殿里充满了怒吼,高喊他是一个忘恩废义的人、阴谋家和叛乱分子。
καὶ εἴ γε μὴ τῶν συνειλημμένων τις ἀγανακτήσας ἐπὶ τῇ τοῦ Ἀντιφίλου ἀναισχυντίᾳ καὶ τὸν ἄθλιον Ἀπελλῆν κατελεήσας ἔφη μηδενὸς αὐτοῖς κεκοινωνηκέναι τὸν ἄνθρωπον, ἀπετέτμητο ἂν τὴν κεφαλὴν καὶ παραπελελαύκει τῶν ἐν Τύρῳ κακῶν οὐδὲν αὐτὸς αἴτιος γεγονώς.
事实上,如果被逮捕的人中没有一个因安提菲洛斯的无耻而感到愤慨,并可怜可怜那可怜的阿佩莱斯,说此人与他们毫无瓜葛,阿佩莱斯就会被斩首,并分担了推罗的灾难,而他自己根本没有任何过错。
§4ὁ μὲν οὖν Πτολεμαῖος οὕτω λέγεται αἰσχυνθῆναι ἐπὶ τοῖς γεγονόσιν, ὥστε τὸν μὲν Ἀπελλῆν ἑκατὸν ταλάντοις ἐδωρήσατο, τὸν δὲ Ἀντίφιλον δουλεύειν αὐτῷ παρέδωκεν.
因此,据说托勒密对所发生的事情感到非常羞愧,以至于他赠予阿佩莱斯一百塔兰同,并将安提菲洛斯交给他作为奴隶。
ὁ δὲ Ἀπελλῆς ὧν παρεκινδύνευσε μεμνημένος τοιᾷδέ τινι εἰκόνι ἠμύνατο τὴν διαβολήν.
而阿佩莱斯记住了自己所冒的危险,用一幅大致如下的图画对诽谤进行了反击。

词汇与语法注释

  1. §1τῷ μὲν προσπταίοντες ἀλόγως, τὸ δὲ ὑπερβαίνοντες — 前半的 `τῷ μὲν` 是与格,由支配与格的动词 `προσπταίω`(绊倒在……上)所支配;而後半的 `τὸ δὲ` 是宾格,作为支配宾格的动词 `ὑ极βαίνω`(跨过……)的宾语。这一对称的并列结构根据各自修饰动词的格支配要求,改变了指示代词的格。
  2. §1οὐ διαλείπομεν τὰ πολλὰ ὀλισθαίνοντες — 动词 `διαλείπω` 搭配分词(此处为现在分词 `ὀλισθαίνοντες`)表示“不停地做某事”或“持续做某事”。而 `τὰ πολλά` 是中性复数宾格,在此作副词用,意为“大抵”、“常常”。
  3. §2μετεσχηκὼς Θεοδότᾳ τῆς συνωμοσίας — 动词 `μετέχω`(在此为完成时分词形式 `μετεσχηκώς`)具有双重格支配:与共享之人用与格(此处为 `Θεοδότᾳ`),与共享之物(阴谋)用属格(此处为 `τῆς συνωμοσίας`),表示“与某人共同参与某事”。
  4. §3εἴ γε μὴ ... ἀπετέτμητο ἂν καὶ παραπελελαύκει — 这是一个过去虚拟条件句(与过去事实相反)。条件从句 `εἴ γε μὴ ... ἔφη`(直说过去时)对应的主句由 `ἀπετέτμητο 诸` 和 `παραπελελαύκει`(两者均为直说过去完成时,前者为被动,后者为主动)构成,表示过去未能实现但已完成的动作结果。语气词 `ἄν` 共同作用于主句中的两个动词。

引用这一段

琉善, 论诽谤 §1-4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg013.humanitext-grc2:1-4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。