§19ἡ δʼ οὖν κολακεία καὶ ἡ διαβολὴ τότε μάλιστα χώραν ἔσχε πρὸς τὸ Ἀλεξάνδρου πάθος συντιθεμένη·
因此,阿谀与诽谤在当时通过迎合亚历山大的狂热,找到了最大的施展空间。
καθάπερ γὰρ ἐν πολιορκίᾳ οὐκ ἐπὶ τὰ ὑψηλὰ καὶ ἀπόκρημνα καὶ ἀσφαλῆ τοῦ τείχους προσίασιν οἱ πολέμιοι, ἀλλʼ ᾗ ἂν ἀφύλακτόν τι μέρος ἢ σαθρὸν αἴσθωνται ἢ ταπεινόν, ἐπὶ τοῦτο πάσῃ δυνάμει χωροῦσιν ὡς ῥᾷστα παρεισδῦναι καὶ ἑλεῖν δυνάμενοι, οὕτω καὶ οἱ διαβάλλοντες ὅ τι ἂν ἀσθενὲς ἴδωσι τῆς ψυχῆς καὶ ὑπόσαθρον καὶ εὐεπίβατον, τούτῳ προσβάλλουσι καὶ προσάγουσι τὰς μηχανάς, καὶ τέλος ἐκπολιορκοῦσι μηδενὸς ἀντιταττομένου μηδὲ τὴν ἔφοδον αἰσθομένου.
正如在围城战中,敌人并不走向城墙高耸、险峻且安全的地方,而是哪里一旦被他们察觉有无防备、脆弱或低矮的部分,他们便全力向该处推进,以为这样最容易潜入并夺取城池;同样地,诽谤者们一旦看到灵魂的任何软弱、腐朽和易受攻击之处,便向其发动进攻,并将攻城器械运至该处,最终在无人抵抗也无人发觉入侵的情况下攻克城池。
εἶτʼ ἐπειδὰν ἐντὸς ἅπαξ τῶν τειχῶν γένωνται, πυρπολοῦσι πάντα καὶ παίουσι καὶ σφάττουσι καὶ ἐξελαύνουσιν, οἷα εἰκὸς ἁλισκομένης ψυχῆς καὶ ἐξηνδραποδισμένης ἔργα εἶναι.
然后,一旦他们进入城墙之内,便放火烧毁一切,殴打、屠杀并驱逐,这正是一个被俘获和奴役的灵魂所特有的自然下场。
§20μηχανήματα δὲ αὐτοῖς κατὰ τοῦ ἀκούοντος ἥ τε ἀπάτη καὶ τὸ ψεῦδος καὶ ἡ ἐπιορκία καὶ προσλιπάρησις καὶ ἀναισχυντία καὶ ἄλλα μυρία ῥᾳδιουργήματα.
而他们对付听众的器械则是欺骗、谎言、伪誓、哀求、无耻以及无数其他奸诈伎俩。
ἡ δὲ δὴ μεγίστη πασῶν ἡ κολακεία ἐστί, συγγενής, μᾶλλον δὲ ἀδελφή τις οὖσα τῆς διαβολῆς.
然而其中最大的是阿谀,它是诽谤的亲属,或者更确切地说是姐妹。
οὐδεὶς γοῦν οὕτω γεννάδας ἐστὶ καὶ ἀδαμάντινον τεῖχος τῆς ψυχῆς προβεβλημένος, ὃς οὐκ ἂν ἐνδοίη πρὸς τὰς τῆς κολακείας προσβολάς, καὶ ταῦτα ὑπορυττούσης καὶ τοὺς θεμελίους ὑφαιρούσης τῆς διαβολῆς.
确实,没有人的灵魂是如此高贵并筑有金刚石般的防线,以至于在阿谀的攻击面前不屈服,更何况诽谤还在暗中挖掘并削弱其根基。
§21καὶ τὰ μὲν ἐκτὸς ταῦτα.
此外,这些只是外部的攻击。
ἔνδοθεν δὲ πολλαὶ προδοσίαι συναγωνίζονται τὰς χεῖρας ὀρέγουσαι καὶ τὰς πύλας ἀναπετῶσαι καὶ πάντα τρόπον τῇ ἁλώσει τοῦ ἀκούοντος συμπροθυμούμεναι.
而在内部,许多叛逆行为也在通力合作,伸出双手,敞开大门,以各种方式极力促成听众的陷落。
πρῶτον μὲν τὸ φιλόκαινον, ὃ φύσει πᾶσιν ἀνθρώποις ὑπάρχει, καὶ τὸ ἁψίκορον, ἔπειτα δὲ τὸ πρὸς τὰ παράδοξα τῶν ἀκουσμάτων ἑπόμενον.
首先是人人天生具有的猎奇心与喜新厌旧,其次是倾向于顺从那些出人意料的传闻。
οὐ γὰρ οἶδʼ ὅπως ἡδόμεθα πάντες λαθρηδὰ καὶ πρὸς τὸ οὖς λεγόμενα καὶ μεστὰ ὑπονοίας ἀκούοντες·
因为不知为何,我们大家都乐于倾听那些私底下在耳边诉说、且充满猜疑的言论。
οἶδα γοῦν τινας οὕτως ἡδέως γαργαλιζομένους τὰ ὦτα ὑπὸ τῶν διαβολῶν ὥσπερ τοὺς πτεροῖς κνωμένους.
至少,我知道有些人被诽谤之词逗弄得耳朵发痒,其乐融融,就像被人用羽毛挠痒一样。
§22ἐπειδὰν τοίνυν ὑπὸ τούτων ἁπάντων συμμαχούμενοι προσπέσωσι, κατὰ κράτος αἱροῦσιν, οἶμαι, καὶ οὐδὲ δυσχερὴς ἡ νίκη γένοιτʼ ἂν μηδενὸς ἀντιπαραταττομένου μηδὲ ἀμυνομένου τὰς προσβολάς, ἀλλὰ τοῦ μὲν ἀκούοντος ἑκόντος ἑαυτὸν ἐνδιδόντος, τοῦ διαβαλλομένου δὲ τὴν ἐπιβουλὴν ἀγνοοῦντος· ὥσπερ γὰρ ἐν νυκτὶ πόλεως ἁλούσης καθεύδοντες οἱ διαβαλλόμενοι φονεύονται.
因此,当他们在所有这些力量的协助下发起进攻时,我认为他们是势如破竹地夺取了胜利,而且这种胜利甚至毫不费力,因为没有人在对阵中抵抗,也没有人击退攻击,而是听众自愿投降,而被诽谤者对这一阴谋一无所知;因为正如在夜间被攻破的城市中一样,被诽谤者在熟睡中被杀戮。
§23καὶ τὸ πάντων οἴκτιστον, ὁ μὲν οὐκ εἰδὼς τὰ γεγενημένα προσέρχεται τῷ φίλῳ φαιδρὸς ἅτε μηδὲν ἑαυτῷ φαῦλον συνεπιστάμενος καὶ τὰ συνήθη λέγει καὶ ποιεῖ, παντὶ τρόπῳ ὁ ἄθλιος ἐνηδρευμένος·
而最可怜的是,那个对所发生之事一无所知的人,因为自知无愧而面带笑容地走向朋友,像往常一样说话和行事,这个可怜的人在各方面都落入了陷阱。
ὁ δὲ ἢν μὲν ἔχῃ τι γενναῖον καὶ ἐλεύθερον καὶ παρρησιαστικόν, εὐθὺς ἐξέρρηξε τὴν ὀργὴν καὶ τὸν θυμὸν ἐξέχεε, καὶ τέλος τὴν ἀπολογίαν προσιέμενος ἔγνω μάτην κατὰ τοῦ φίλου παρωξυμμένος.
而另一个人,如果他的性格高尚、自由且直率,就会立即爆发愤怒,倾泻怒火,最终在听取辩白后,意识到自己是对朋友无端动怒。
§24ἢν δὲ ἀγεννέστερος καὶ ταπεινότερος, προσίεται μὲν καὶ προσμειδιᾷ τοῖς χείλεσιν ἄκροις, μισεῖ δὲ καὶ λάθρᾳ τοὺς ὀδόντας διαπρίει καί, ὡς ὁ ποιητής φησι, βυσσοδομεύει τὴν ὀργήν.
但如果他是个卑劣而低贱的人,他虽然接纳对方,嘴唇微张露出微笑,但内心却怀恨在心,暗中咬牙切齿,正如诗人所说,在心灵深处积蓄愤怒。
οὗ δὴ ἐγὼ οὐδὲν οἶμαι ἀδικώτερον οὐδὲ δουλοπρεπέστερον, ἐνδακόντα τὸ χεῖλος ὑποτρέφειν τὴν χολὴν καὶ τὸ μῖσος ἐν αὑτῷ κατάκλειστον αὔξειν ἕτερα μὲν κεύθοντα ἐνὶ φρεσίν, ἄλλα δὲ λέγοντα καὶ ὑποκρινόμενον ἱλαρῷ καὶ κωμικῷ τῷ προσώπῳ μάλα περιπαθῆ τινα καὶ ἰοῦ γέμουσαν τραγῳδίαν.
确实,我认为没有什么比这更不公、更像奴隶的了:咬着嘴唇,在心中滋养胆汁,将仇恨禁锢在自己体内并使其滋长,心里隐藏着一件事,嘴上却说着另一件事,并在欢快和喜剧的面具下,扮演着一出充满感情且满是毒素的悲剧。
μάλιστα δὲ τοῦτο πάσχουσιν, ἐπειδὰν πάλαι φίλος ὁ ἐνδιαβάλλων δοκῶν εἶναι τῷ ἐνδιαβαλλομένῳ ποιῆται ὅμως· τότε γὰρ οὐδὲ φωνὴν ἀκούειν ἔτι θέλουσι τῶν διαβαλλομένων ἢ τῶν ἀπολογουμένων, τὸ ἀξιόπιστον τῆς κατηγορίας ἐκ τῆς πάλαι δοκούσης φιλίας προειληφότες, οὐδὲ τοῦτο λογιζόμενοι, ὅτι πολλαὶ πολλάκις ἐν τοῖς φιλτάτοις μίσους παραπίπτουσιν αἰτίαι τοὺς ἄλλους λανθάνουσαι· καὶ ἐνίοτε οἷς αὐτός τις ἔνοχός ἐστι, ταυτὶ φθάσας κατηγόρησε τοῦ πλησίον ἐκφυγεῖν οὕτω πειρώμενος τὴν διαβολήν.
当诽谤者被认为是那名被诽谤者的长期朋友时,他们最容易遭遇这种情况;因为那时,人们甚至不想再听被诽谤者或辩白者的声音,他们从长期的友谊中预先假定了指控的可靠性,甚至不考虑这一点:在最亲密的朋友之间,也经常会发生许多不为外人所知的仇恨原因;有时一个人甚至为了逃避诽谤,恶人先告状,拿自己犯下的罪行去指控邻人。
καὶ ὅλως ἐχθρὸν μὲν οὐδεὶς ἂν τολμήσειε διαβαλεῖν· ἄπιστος γὰρ αὐτόθι ἡ κατηγορία πρόδηλον ἔχουσα τὴν αἰτίαν·
总的来说,没有人敢去诽谤一个敌人,因为这种指控立即可信度极低,其动机显而易见。
τοῖς δοκοῦσι δὲ μάλιστα φίλοις ἐπιχειροῦσι τὴν πρὸς τοὺς ἀκούοντας εὔνοιαν ἐμφῆναι προαιρούμενοι, ὅτι ἐπὶ τῷ ἐκείνων συμφέροντι οὐδὲ τῶν οἰκειοτάτων ἀπέσχοντο.
相反,他们选择对那些看起来最亲近的朋友下手,以此向听众展示他们的善意,仿佛为了听众的利益,他们连最亲近的人都没有放过。