§19ἡ δʼ οὖν κολακεία καὶ ἡ διαβολὴ τότε μάλιστα χώραν ἔσχε πρὸς τὸ Ἀλεξάνδρου πάθος συντιθεμένη·
さて、お世辞と誹謗は、その時アレクサンドロスの情念にうまく取り入ることで、最も活動の場を得たのである。
καθάπερ γὰρ ἐν πολιορκίᾳ οὐκ ἐπὶ τὰ ὑψηλὰ καὶ ἀπόκρημνα καὶ ἀσφαλῆ τοῦ τείχους προσίασιν οἱ πολέμιοι, ἀλλʼ ᾗ ἂν ἀφύλακτόν τι μέρος ἢ σαθρὸν αἴσθωνται ἢ ταπεινόν, ἐπὶ τοῦτο πάσῃ δυνάμει χωροῦσιν ὡς ῥᾷστα παρεισδῦναι καὶ ἑλεῖν δυνάμενοι, οὕτω καὶ οἱ διαβάλλοντες ὅ τι ἂν ἀσθενὲς ἴδωσι τῆς ψυχῆς καὶ ὑπόσαθρον καὶ εὐεπίβατον, τούτῳ προσβάλλουσι καὶ προσάγουσι τὰς μηχανάς, καὶ τέλος ἐκπολιορκοῦσι μηδενὸς ἀντιταττομένου μηδὲ τὴν ἔφοδον αἰσθομένου.
あたかも包囲戦において、敵が城壁の高いところや険しいところ、安全なところに向かうのではなく、守備の薄い箇所や、崩れかかっている箇所、あるいは低い箇所に気づいたなら、そこを最も容易に侵入して攻略できるものとして、全軍でそこに向かって進むように、誹謗する者たちもまた、魂の弱い部分、脆い部分、侵入しやすい部分を見出すや、そこに攻めかかり、そこに攻城兵器を近づけ、そして誰も立ち向かわず、その襲撃に気づきもしないうちに、最終的に城を陥落させるのである。
εἶτʼ ἐπειδὰν ἐντὸς ἅπαξ τῶν τειχῶν γένωνται, πυρπολοῦσι πάντα καὶ παίουσι καὶ σφάττουσι καὶ ἐξελαύνουσιν, οἷα εἰκὸς ἁλισκομένης ψυχῆς καὶ ἐξηνδραποδισμένης ἔργα εἶναι.
それから、ひとたび城壁の内側に入り込むと、彼らはすべてを焼き払い、打ち、虐殺し、追放するが、これらはまさに、陥落し奴隷化された魂の被るべきわざにほかならない。
§20μηχανήματα δὲ αὐτοῖς κατὰ τοῦ ἀκούοντος ἥ τε ἀπάτη καὶ τὸ ψεῦδος καὶ ἡ ἐπιορκία καὶ προσλιπάρησις καὶ ἀναισχυντία καὶ ἄλλα μυρία ῥᾳδιουργήματα.
彼らが聞き手に対して用いる兵器とは、欺瞞、嘘、偽誓、哀願、無恥、その他無数の悪だくみである。
ἡ δὲ δὴ μεγίστη πασῶν ἡ κολακεία ἐστί, συγγενής, μᾶλλον δὲ ἀδελφή τις οὖσα τῆς διαβολῆς.
そして中でも最大のものはへつらいであり、これは誹謗の親類、いやむしろ一種の姉妹である。
οὐδεὶς γοῦν οὕτω γεννάδας ἐστὶ καὶ ἀδαμάντινον τεῖχος τῆς ψυχῆς προβεβλημένος, ὃς οὐκ ἂν ἐνδοίη πρὸς τὰς τῆς κολακείας προσβολάς, καὶ ταῦτα ὑπορυττούσης καὶ τοὺς θεμελίους ὑφαιρούσης τῆς διαβολῆς.
いかに高潔で、魂に金剛石の城壁を巡らせている者であっても、へつらいの攻撃に屈しない者はいない。 しかも誹謗が下を掘り崩し、土台を削り取っているのだからなおさらである。
§21καὶ τὰ μὲν ἐκτὸς ταῦτα.
そして、これらは外からの攻撃である。
ἔνδοθεν δὲ πολλαὶ προδοσίαι συναγωνίζονται τὰς χεῖρας ὀρέγουσαι καὶ τὰς πύλας ἀναπετῶσαι καὶ πάντα τρόπον τῇ ἁλώσει τοῦ ἀκούοντος συμπροθυμούμεναι.
内側からは、多くの裏切りが手を差し伸べ、門を大きく開き、あらゆる方法で聞き手の陥落に協力する。
πρῶτον μὲν τὸ φιλόκαινον, ὃ φύσει πᾶσιν ἀνθρώποις ὑπάρχει, καὶ τὸ ἁψίκορον, ἔπειτα δὲ τὸ πρὸς τὰ παράδοξα τῶν ἀκουσμάτων ἑπόμενον.
第一に、すべての人間に生まれつき備わっている新奇さを好む心と、飽きっぽい性質、第二に、耳にする意外な事柄に引き寄せられること。
οὐ γὰρ οἶδʼ ὅπως ἡδόμεθα πάντες λαθρηδὰ καὶ πρὸς τὸ οὖς λεγόμενα καὶ μεστὰ ὑπονοίας ἀκούοντες·
私たちは皆、どういうわけか、秘密裏に耳にささやかれる、疑惑に満ちた話を聞くことを好むのである。
οἶδα γοῦν τινας οὕτως ἡδέως γαργαλιζομένους τὰ ὦτα ὑπὸ τῶν διαβολῶν ὥσπερ τοὺς πτεροῖς κνωμένους.
誹謗によって、あたかも羽毛でこすられているかのように心地よく耳をくすぐられている人々を私は知っている。
§22ἐπειδὰν τοίνυν ὑπὸ τούτων ἁπάντων συμμαχούμενοι προσπέσωσι, κατὰ κράτος αἱροῦσιν, οἶμαι, καὶ οὐδὲ δυσχερὴς ἡ νίκη γένοιτʼ ἂν μηδενὸς ἀντιπαραταττομένου μηδὲ ἀμυνομένου τὰς προσβολάς, ἀλλὰ τοῦ μὲν ἀκούοντος ἑκόντος ἑαυτὸν ἐνδιδόντος, τοῦ διαβαλλομένου δὲ τὴν ἐπιβουλὴν ἀγνοοῦντος·
それゆえ、これらすべてに加担されて彼らが襲いかかる時、彼らは力尽くで攻め落とすのだと私は思う。 そして、誰も立ち向かわず、攻撃を防ぎもしないのだから、勝利は困難ではない。 聞き手は自ら進んで降伏し、誹謗されている者はその陰謀を知らないのである。
ὥσπερ γὰρ ἐν νυκτὶ πόλεως ἁλούσης καθεύδοντες οἱ διαβαλλόμενοι φονεύονται.
あたかも、夜間に陥落した都市で、眠っている間に誹謗されている者たちが殺害されるかのように。
§23καὶ τὸ πάντων οἴκτιστον, ὁ μὲν οὐκ εἰδὼς τὰ γεγενημένα προσέρχεται τῷ φίλῳ φαιδρὸς ἅτε μηδὲν ἑαυτῷ φαῦλον συνεπιστάμενος καὶ τὰ συνήθη λέγει καὶ ποιεῖ, παντὶ τρόπῳ ὁ ἄθλιος ἐνηδρευμένος·
そして最も哀れなのは、何が起こったかを知らない者が、自分にやましいところがないために晴れやかな表情で友人に近づき、いつものように語り、行動することである。 この惨めな者はあらゆる方法で待ち伏せされているのだ。
ὁ δὲ ἢν μὲν ἔχῃ τι γενναῖον καὶ ἐλεύθερον καὶ παρρησιαστικόν, εὐθὺς ἐξέρρηξε τὴν ὀργὴν καὶ τὸν θυμὸν ἐξέχεε, καὶ τέλος τὴν ἀπολογίαν προσιέμενος ἔγνω μάτην κατὰ τοῦ φίλου παρωξυμμένος.
一方で、相手がもし高潔で自由で、率直な性質を持っていれば、すぐに怒りを破裂させ、憤りをぶちまけ、最終的には弁明を受け入れて、自分が根拠なく友人に対して激怒していたことを知るのである。
§24ἢν δὲ ἀγεννέστερος καὶ ταπεινότερος, προσίεται μὲν καὶ προσμειδιᾷ τοῖς χείλεσιν ἄκροις, μισεῖ δὲ καὶ λάθρᾳ τοὺς ὀδόντας διαπρίει καί, ὡς ὁ ποιητής φησι, βυσσοδομεύει τὴν ὀργήν.
しかし、もし卑劣で卑屈な者であれば、受け入れはするし、口先だけで微笑みはするが、心の中では憎み、陰で歯を食いしばり、詩人が言うように怒りを心に秘める。
οὗ δὴ ἐγὼ οὐδὲν οἶμαι ἀδικώτερον οὐδὲ δουλοπρεπέστερον, ἐνδακόντα τὸ χεῖλος ὑποτρέφειν τὴν χολὴν καὶ τὸ μῖσος ἐν αὑτῷ κατάκλειστον αὔξειν ἕτερα μὲν κεύθοντα ἐνὶ φρεσίν, ἄλλα δὲ λέγοντα καὶ ὑποκρινόμενον ἱλαρῷ καὶ κωμικῷ τῷ προσώπῳ μάλα περιπαθῆ τινα καὶ ἰοῦ γέμουσαν τραγῳδίαν.
唇を噛みしめて怒りを育み、憎しみを自らの内に閉じ込めて増幅させ、心には別のことを隠しながら、別の一面を語り、晴れやかで喜劇的な表情の裏で、実に情熱的で毒に満ちた悲劇を演じることほど、不義で奴隷的なことはないと私は思う。
μάλιστα δὲ τοῦτο πάσχουσιν, ἐπειδὰν πάλαι φίλος ὁ ἐνδιαβάλλων δοκῶν εἶναι τῷ ἐνδιαβαλλομένῳ ποιῆται ὅμως·
そして、誹謗する者が、誹謗される者にとって昔からの友人と思われている場合に、このことは最も起こりやすい。
τότε γὰρ οὐδὲ φωνὴν ἀκούειν ἔτι θέλουσι τῶν διαβαλλομένων ἢ τῶν ἀπολογουμένων, τὸ ἀξιόπιστον τῆς κατηγορίας ἐκ τῆς πάλαι δοκούσης φιλίας προειληφότες, οὐδὲ τοῦτο λογιζόμενοι, ὅτι πολλαὶ πολλάκις ἐν τοῖς φιλτάτοις μίσους παραπίπτουσιν αἰτίαι τοὺς ἄλλους λανθάνουσαι· καὶ ἐνίοτε οἷς αὐτός τις ἔνοχός ἐστι, ταυτὶ φθάσας κατηγόρησε τοῦ πλησίον ἐκφυγεῖν οὕτω πειρώμενος τὴν διαβολήν.
というのも、その時、人々は誹謗される者や弁明する者の声さえ聞こうとせず、昔からの友情から告発の信憑性をあらかじめ想定してしまうからである。 愛する人々の間であっても、しばしば他人に知られずに憎しみの原因が入り込むことがあるのを考慮せず、また、時として自分が犯している罪を、他人に先んじて告発することで自らへの誹謗を免れようと企んでいるにすぎないことさえ考慮しないからである。
καὶ ὅλως ἐχθρὸν μὲν οὐδεὶς ἂν τολμήσειε διαβαλεῖν·
一般的に、敵を誹謗しようとあえてする者はいない。
ἄπιστος γὰρ αὐτόθι ἡ κατηγορία πρόδηλον ἔχουσα τὴν αἰτίαν·
なぜなら、その告発には理由が明白であり、その場ですぐに不審がられるからである。
τοῖς δοκοῦσι δὲ μάλιστα φίλοις ἐπιχειροῦσι τὴν πρὸς τοὺς ἀκούοντας εὔνοιαν ἐμφῆναι προαιρούμενοι, ὅτι ἐπὶ τῷ ἐκείνων συμφέροντι οὐδὲ τῶν οἰκειοτάτων ἀπέσχοντο.
むしろ、最も親しい友人と思われている者に対して、聞き手への好意を示すことを意図して企てるのである。 すなわち、彼らの利益のために、最も親しい者たちさえ手加減しなかったのだと示すために。