Humanitext Reader

琉善 · 论诽谤 §25-32

轻信诽谤的危害与依凭理性的严格审视

第 6 段,共 6 段 · 希腊语

内容简介

通过历史和神话实例论述了轻信诽谤所带来的危害,并指出在面对诽谤时,应以理性为门卫,对事情本身进行严格审查。

§25εἰσὶ δέ τινες οἳ κἂν μάθωσιν ὕστερον ἀδίκως διαβεβλημένους παρʼ αὐτοῖς τοὺς φίλους, ὅμως ὑπʼ αἰσχύνης ὧν ἐπίστευσαν οὐδʼ ἔτι προσίεσθαι οὐδὲ προσβλέπειν τολμῶσιν αὐτοῖς ὥσπερ ἠδικημένοι, ὅτι μηδὲν ἀδικοῦντας ἐπέγνωσαν.
然而,有些人即使后来得知他们的朋友在他们面前受到了不公的诽谤,却仍由于对自己曾轻信此事感到羞耻,以至于不再敢接纳他们,甚至不敢直视他们,仿佛他们自己才是受害者,因为他们认清了朋友们并无过错。
§26τοιγαροῦν πολλῶν κακῶν ὁ βίος ἐπλήσθη ὑπὸ τῶν οὕτω ῥᾳδίως καὶ ἀνεξετάστως πεπιστευμένων διαβολῶν.
因此,由于这些如此轻易且不加审视就被相信的诽谤,人生充满了许多不幸。
ἡ μὲν γὰρ Ἄντεια " τεθναίης (φησίν), ὦ Προῖτʼ, ἢ κάκτανε Βελλεροφόντην, ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ " αὐτὴ προτέρα ἐπιχειρήσασα καὶ ὑπεροφθεῖσα.
安提亚确实说过: “普罗托斯啊,你要么死,要么杀掉贝勒洛丰,因为他企图违背我的意愿与我交好。 ” 而实际上是她自己先动手并被拒绝。
καὶ μικροῦ ὁ νεανίας ἐν τῇ πρὸς τὴν Χίμαιραν συμπλοκῇ διεφθάρη ἐπιτίμιον σωφροσύνης ὑποσχὼν καὶ τῆς πρὸς τὸν ξένον αἰδοῦς ὑπὸ μάχλου γυναικὸς ἐπιβεβουλευμένος.
结果这位青年在与喀迈拉的搏斗中险些丧命,为他自己的克制和对主人的敬意付出了代价,因为他遭到了一个好色女人的暗算。
ἡ δὲ Φαίδρα, κἀκείνη τὰ ὅμοια κατειποῦσα τοῦ προγόνου, ἐπάρατον ἐποίησε τὸν Ἱππόλυτον γενέσθαι ὑπὸ τοῦ πατρὸς οὐδέν, ὦ θεοί, οὐδὲν ἀνόσιον εἰργασμένον.
而淮德拉,她也对她的继子提出了类似的指控,致使希波吕托斯被他的父亲诅咒,天哪,他可没有做过任何、任何不敬的事。
§27ναί, φήσει τις· ἀλλʼ ἀξιόπιστός ἐστιν ἐνίοτε ὁ διαβάλλων ἀνὴρ τά τε ἄλλα δίκαιος καὶ συνετὸς εἶναι δοκῶν, καὶ ἐχρῆν προσέχειν αὐτῷ ἅτε μηδὲν ἂν τοιοῦτο κακουργήσαντι.
“是的,”有人会说,“但诽谤者有时是值得信赖的,在其他方面显得公正而聪明,理应倾听他,因为他绝不会做出这种恶事。
ἆρʼ οὖν τοῦ Ἀριστείδου ἔστι τις δικαιότερος;
”那么,难道还有比阿里斯提德更公正的人吗?
ἀλλʼ ὅμως κἀκεῖνος συνέστη ἐπὶ τὸν Θεμιστοκλέα καὶ συμπαρώξυνε τὸν δῆμον, ἧς, φασίν, ἐκεῖνος πολιτικῆς φιλοτιμίας ὑποκεκνισμένος.
然而,即使是他,也曾联合起来反对地米斯托克利,并煽动民众,据人们说,他是被对方在政治上的野心所激怒。
δίκαιος μὲν γὰρ ὡς πρὸς τοὺς ἄλλους Ἀριστείδης, ἄνθρωπος δὲ καὶ αὐτὸς ἦν καὶ χολὴν εἶχε, καὶ ἠγάπα τινὰ καὶ ἐμίσει.
因为阿里斯提德虽然对别人是公正的,但他自己也是人,也有怒火,也会爱一些人、恨一些人。
§28καὶ εἴ γε ἀληθής ἐστιν ὁ περὶ τοῦ Παλαμήδους λόγος, ὁ συνετώτατος τῶν Ἀχαιῶν κἀν τοῖς ἄλλοις ἄριστος τὴν ἐπιβουλὴν καὶ ἐνέδραν ὑπὸ φθόνου φαίνεται συντεθεικὼς κατὰ ἀνδρὸς ὁμαίμου καὶ φίλου καὶ ἐπὶ τὸν αὐτὸν κίνδυνον ἐκπεπλευκότος·
如果关于帕拉墨得斯的传说属实,那么阿开亚人中最聪明、在其他方面最杰出的人,似乎也出于嫉妒,对自己的亲族兼朋友、且一同出航共冒同等危险的人设下了阴谋和埋伏。
οὕτως ἔμφυτον ἅπασιν ἀνθρώποις ἡ περὶ τὰ τοιαῦτα ἁμαρτία.
在这些事情上,犯错在所有人身上都是根深蒂固的。
§29τί γὰρ ἄν τις ἢ τὸν Σωκράτην λέγοι τὸν ἀδίκως πρὸς τοὺς Ἀθηναίους διαβεβλημένον ὡς ἀσεβῆ καὶ ἐπίβουλον;
因为何必还要提及苏格拉底,他被不公地向雅典人诽谤为不敬神且居心叵测之人?
ἢ τὸν Θεμιστοκλέα ἢ τὸν Μιλτιάδην, τοὺς μετὰ τηλικαύτας νίκας ἐπὶ προδοσίᾳ τῆς Ἑλλάδος ὑπόπτους γενομένους;
或者地米斯托克利和米太亚德,他们在取得如此伟大的胜利后,却被怀疑背叛希腊?
μυρία γὰρ τὰ παραδείγματα καὶ σχεδὸν τὰ πλεῖστα ἤδη γνώριμα.
因为这样的例子数不胜数,而且几乎大多数都已广为人知。
§30τί οὖν χρὴ καὶ ποιεῖν τόν γε νοῦν ἔχοντα ἢ ἀρετῆς ἢ ἀληθείας ἀμφισβητοῦντα;
那么,一个有理智的人,或者追求美德与真理的人,到底该怎么做呢?
ὅπερ, οἶμαι, καὶ Ὅμηρος ἐν τῷ περὶ Σειρήνων μύθῳ ᾐνίξατο παραπλεῖν κελεύσας τὰς ὀλεθρίους ταύτας τῶν ἀκουσμάτων ἡδονὰς καὶ ἀποφράττειν τὰ ὦτα καὶ μὴ ἀνέδην αὐτὰ ἀναπεταννύειν τοῖς πάθει προειλημμένοις, ἀλλʼ ἐπιστήσαντα ἀκριβῆ θυρωρὸν τὸν λογισμὸν ἅπασι τοῖς λεγομένοις τὰ μὲν ἄξια προσίεσθαι καὶ παραβάλλεσθαι, τὰ φαῦλα δὲ ἀποκλείειν καὶ ἀπωθεῖν·
我认为,这正是荷马在塞壬的传说中暗指的:他命令人们驶过这些致命的听觉诱惑,堵住耳朵,不要毫无防备地向那些已被激情俘获的人敞开,而是将理性设立为严厉的门卫,对所有传言进行把关,接纳并吸收有价值的东西,而将卑劣的东西拒之门外并加以排斥。
καὶ γὰρ ἂν εἴη γελοῖον τῆς μὲν οἰκίας θυρωροὺς καθιστάναι, τὰ ὦτα δὲ καὶ τὴν διάνοιαν ἀνεῳγμένα ἐᾶν.
因为,给房子设立门卫,却让耳朵和心灵敞开,这确实是荒谬的。
§31ἐπειδὰν τοίνυν τοιαῦτα προσίῃ τις λέγων, αὐτὸ ἐφʼ ἑαυτοῦ χρὴ τὸ πρᾶγμα ἐξετάζειν, μήτε ἡλικίαν τοῦ λέγοντος ὁρῶντα μήτε τὸν ἄλλον βίον μήτε τὴν ἐν τοῖς λόγοις ἀγχίνοιαν.
因此,当有人前来说明这些话时,应当就事论事地进行审查,既不要看说话者的年龄,也不要看他平时的为人,更不要看他言辞的敏捷。
ὅσῳ γάρ τις πιθανώτερος, τοσούτῳ ἐπιμελεστέρας δεῖται τῆς ἐξετάσεως.
因为一个人越有说服力,就越需要更仔细的审查。
οὐ δεῖ τοίνυν πιστεύειν ἀλλοτρίᾳ κρίσει, μᾶλλον δὲ μίσει τοῦ κατηγοροῦντος, ἀλλʼ ἑαυτῷ τὴν ἐξέτασιν φυλακτέον τῆς ἀληθείας, ἀποδόντα καὶ τῷ διαβάλλοντι τὸν φθόνον καὶ ἐν φανερῷ ποιησάμενον τὸν ἔλεγχον τῆς ἑκατέρου διανοίας, καὶ μισεῖν οὕτω καὶ ἀγαπᾶν τὸν δεδοκιμασμένον.
因此,不应相信别人的判断,或者更确切地说,不应相信指控者的仇恨,而必须把对真理的审查留给自己,将嫉妒归于诽谤者,并公开检验双方的真实意图,由此去憎恨或喜爱那个经过检验的人。
πρὶν δὲ τοῦτο ποιῆσαι ἐκ τῆς πρώτης διαβολῆς κεκινημένον, Ἡράκλεις, ὡς μειρακιῶδες καὶ ταπεινὸν καὶ πάντων οὐχ ἥκιστα ἄδικον.
在做到这一点之前,仅凭第一次诽谤就动摇,哦,赫拉克勒斯啊,这是多么幼稚、卑劣,而且在所有事情中最为不公!
§32ἀλλὰ τούτων ἁπάντων αἴτιον, ὅπερ ἐν ἀρχῇ ἔφημεν, ἡ ἄγνοια καὶ τὸ ἐν σκότῳ που εἶναι τὸν ἑκάστου τρόπον·
但正如我们开头所说,这一切的原因在于无知,在于每个人的品格都处于黑暗之中。
ὡς εἴ γε θεῶν τις ἀποκαλύψειεν ἡμῶν τοὺς βίους, οἴχοιτο ἂν φεύγουσα ἐς τὸ βάραθρον ἡ διαβολὴ χώραν οὐκ ἔχουσα, ὡς ἂν πεφωτισμένων τῶν πραγμάτων ὑπὸ τῆς ἀληθείας.
如果哪位神明揭示了我们的生活,诽谤就会失去立足之地,逃往深渊,因为一切事物都会被真理所照亮。

词汇与语法注释

  1. §25ὧν — 关系代名词 ὧν 发生了格同化。先行词(如中性复数指示代词 τούτων,指“他们所相信的事”)被省略,并且关系代名词被吸引成了属格。或者,由于 πιστεύω 通常支配与格(本应为 οἷς ἐπίστευσαν),此处关系代名词被前面的名词 αἰσχύνης(对……的羞耻,要求属格)吸引成了属格。
  2. §26μικροῦ — 表示“几乎”、“差一点就……”的惯用表达。原本是带不定式的短语 μικροῦ δεῖν(“差一点”,即还差一点就发生),此处省略了 δεῖν,仅留下属格形式 μικροῦ 单独作副词使用。
  3. §27ἧς, φασίν, ἐκεῖνος πολιτικῆς φιλοτιμίας ὑποκεκνισμένος — 先行词 πολιτικῆς φιλοτιμί = πολιτικῆς φιλοτιμίας 被并入由关系代名词 ἧς 引导的关系从句中的结构。分词 ὑποκεκνισμένος(被刺激、被激怒)支配属格以表示刺激的原因,整句意为“他(阿里斯提德)被其(地米斯托克利)政治上的野心所激怒”。
  4. §31ἀποδόντα — 一种破格现象:尽管此处分词修饰的是由动形词 φυλακτέον 支配的与格施事者 ἑαυτῷ,但紧随其后的分词却采用了宾格(ἀποδόντα)而非与格(ἀποδόντι)。这种转变是因为 φυλακτέον(意为“必须保留/看守”)被等同于像 δεῖ 这样带有“宾格+不定式”的非人称结构,从而导致该动作的实质主语采用了宾格。

引用这一段

琉善, 论诽谤 §25-32. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg013.humanitext-grc2:25-32

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。