Humanitext Reader

琉善 · 真实的故事 §2.33-2.35

梦之岛的风貌与奥德修斯的情书

第 19 段,共 22 段 · 希腊语

内容简介

路基阿诺斯一行登上梦之岛,详细描述了该城独特的景观、统治结构以及与各种梦境的交流。离开该岛后,他们抵达奥吉吉亚岛,路基阿诺斯拆阅了奥德修斯写给卡吕普索的信,信中表达了他的悔意和逃跑的意图。

§2.33κύκλῳ μὲν περὶ πᾶσαν αὐτὴν ὕλη ἀνέστηκεν, τὰ δένδρα δέ ἐστι μήκωνες ὑψηλαὶ καὶ μανδραγόραι καὶ ἐπʼ αὐτῶν πολύ τι πλῆθος νυκτερίδων· τοῦτο γὰρ μόνον ἐν τῇ νήσῳ γίνεται ὄρνεον.
岛屿四周环绕着一片森林,树木皆是高大的罂粟和曼陀罗,上面栖息着极多的蝙蝠,因为这是岛上唯一的鸟类。
ποταμὸς δὲ παραρρεῖ πλησίον ὁ ὑπʼ αὐτῶν καλούμενος Νυκτίπορος, καὶ πηγαὶ δύο παρὰ τὰς πύλας· ὀνόματα καὶ ταύταις, τῇ μὲν Νήγρετος, τῇ δὲ Παννυχία.
附近流淌着一条被他们称为“纽克提波罗斯”的河流,在城门旁有两口泉,它们也有名字,一口叫 “奈格雷托斯”,另一口叫“潘纽基亚”。
ὁ περίβολος δὲ τῆς πόλεως ὑψηλός τε καὶ ποικίλος, ἴριδι τὴν χρόαν ὁμοιότατος·
城市的围墙既高又色彩斑斓,颜色与虹极为相似。
πύλαι μέντοι ἔπεισιν οὐ δύο, καθάπερ Ὅμηρος εἴρηκεν, ἀλλὰ τέσσαρες, δύο μὲν πρὸς τὸ τῆς Βλακείας πεδίον ἀποβλέπουσαι, ἡ μὲν σιδηρᾶ, ἡ δὲ ἐκ κεράμου πεποιημένη, καθʼ ἃς ἐλέγοντο ἀποδημεῖν αὐτῶν οἵ τε φοβεροὶ καὶ φονικοὶ καὶ ἀπηνεῖς, δύο δὲ πρὸς τὸν λιμένα καὶ τὴν θάλατταν, ἡ μὲν κερατίνη, ἡ δὲ καθʼ ἣν ἡμεῖς παρήλθομεν ἐλεφαντίνη.
然而,城门并非如荷马所说是两个,而是四个:两个面向“怠惰平原”,一个是铁制的,另一个是陶土制的,据说通过这些门,他们当中那些可怕、残暴和无情的人会到外地去;另外两个面向港口和大海,一个是角制的,另一个是象牙制的,也就是我们通过的那个。
εἰσιόντι δὲ εἰς τὴν πόλιν ἐν δεξιᾷ μέν ἐστι τὸ Νυκτῷον — σέβουσι γὰρ θεῶν ταύτην μάλιστα καὶ τὸν Ἀλεκτρυόνα· ἐκείνῳ δὲ πλησίον τοῦ λιμένος τὸ ἱερὸν πεποίηται — ἐν ἀριστερᾷ δὲ τὰ τοῦ Ὕπνου βασίλεια.
在进入城市时,右侧是“夜神殿”——因为在诸神中,他们最崇拜这位女神,还有阿勒克特律翁,而给后者建的神庙就在港口附近——左侧是“睡眠”的宫殿。
οὗτος γὰρ δὴ ἄρχει παρʼ αὐτοῖς σατράπας δύο καὶ ὑπάρχους πεποιημένος, Ταραξίωνά τε τὸν Ματαιογένους καὶ Πλουτοκλέα τὸν Φαντασίωνος.
因为正是他统治着他们,并任命了两个总督和地方官:马泰奥格内斯之子塔拉克西翁,以及凡塔西翁之子普鲁托克勒斯。
ἐν μέσῃ δὲ τῇ ἀγορᾷ πηγή τίς ἐστιν, ἣν καλοῦσι Καρεῶτιν· καὶ πλησίον ναοὶ δύο, Ἀπάτης καὶ Ἀληθείας·
在广场中央有一口泉,他们称之为“卡雷奥蒂斯”;附近有两座神庙,分别是“欺骗”神庙和“真理”神庙。
ἔνθα καὶ τὸ ἄδυτόν ἐστιν αὐτοῖς καὶ τὸ μαντεῖον, οὗ προειστήκει προφητεύων Ἀντιφῶν ὁ τῶν ὀνείρων ὑποκριτής, ταύτης παρὰ τοῦ Ὕπνου λαχὼν τῆς τιμῆς.
这里还有他们的至圣所和神托所,由梦的解译者安提丰作为先知主持,他从“睡眠”那里获得了这一荣誉。
§2.34αὐτῶν μέντοι τῶν ὀνείρων οὔτε φύσις οὔτε ἰδέα ἡ αὐτή, ἀλλʼ οἱ μὲν μακροὶ ἦσαν καὶ καλοὶ καὶ εὐειδεῖς, οἱ δὲ μικροὶ καὶ ἄμορφοι, καὶ οἱ μὲν χρύσεοι, ὡς ἐδόκουν, οἱ δὲ ταπεινοί τε καὶ εὐτελεῖς.
然而,这些梦本身的性质和外貌并不相同,有的是高大、美丽且英俊的,有的则是矮小、丑陋的;有的是金光闪闪的,正如其所显现的那样,有的则是卑微且廉价的。
ἦσαν δʼ ἐν αὐτοῖς καὶ πτερωτοί τινες καὶ τερατώδεις, καὶ ἄλλοι καθάπερ ἐς πομπὴν διεσκευασμένοι, οἱ μὲν ἐς βασιλέας, οἱ δὲ ἐς θεούς, οἱ δὲ εἰς ἄλλα τοιαῦτα κεκοσμημένοι.
在他们之中还有一些长着翅膀和怪模怪样的,还有一些装扮得仿佛要去参加游行,有的打扮成国王,有的打扮成神灵,有的则打扮成其他这类形象。
πολλοὺς δὲ αὐτῶν καὶ ἐγνωρίσαμεν, πάλαι παρʼ ἡμῖν ἑωρακότες, οἳ δὴ καὶ προσῄεσαν καὶ ἠσπάζοντο ὡς ἂν καὶ συνήθεις ὑπάρχοντες, καὶ παραλαβόντες ἡμᾶς καὶ κατακοιμίσαντες πάνυ λαμπρῶς καὶ δεξιῶς ἐξένιζον, τήν τε ἄλλην ὑποδοχὴν μεγαλοπρεπῆ παρασκευάσαντες καὶ ὑπισχνούμενοι βασιλέας τε ποιήσειν καὶ σατράπας.
我们还认出了其中的许多,因为很久以前在我们的世界见过他们,他们也确实走上前,像老朋友一样向我们问候,并带我们去入睡,极其盛情和巧妙地款待我们,不仅准备了其他宏大华丽的欢迎仪式,还承诺让我们当国王和总督。
ἔνιοι δὲ καὶ ἀπῆγον ἡμᾶς εἰς τὰς πατρίδας καὶ τοὺς οἰκείους ἐπεδείκνυον καὶ αὐθημερὸν ἐπανῆγον.
有的甚至带我们回到祖国,展示我们的亲人,并在当天就把我们送了回来。
§2.35ἡμέρας μὲν οὖν τριάκοντα καὶ ἴσας νύκτας παρʼ αὐτοῖς ἐμείναμεν καθεύδοντες εὐωχούμενοι.
于是,我们在他们那里逗留了三十个白昼和同样多的夜晚,一边睡觉一边宴乐。
ἔπειτα δὲ ἄφνω βροντῆς μεγάλης καταρραγείσης ἀνεγρόμενοι καὶ ἀναθορόντες ἀνήχθημεν ἐπισιτισάμενοι.
但随后,突然一声巨雷炸响,我们惊醒并跃起,在补充了给养后便扬帆起航。
τριταῖοι δʼ ἐκεῖθεν τῇ Ὠγυγίᾳ νήσῳ προσσχόντες ἀπεβαίνομεν.
从那里出发的第三天,我们靠岸并登上了奥吉吉亚岛。
πρότερον δʼ ἐγὼ λύσας τὴν ἐπιστολὴν ἀνεγίνωσκον τὰ γεγραμμένα. ἦν δὲ τοιάδε·
但在此之前,我拆开信件,阅读了上面写的内容。
Ὀδυσσεὺς Καλυψοῖ χαίρειν.
信是这样的:“奥德修斯向卡吕普索问好。
ἴσθι με, ὡς τὰ πρῶτα ἐξέπλευσα παρὰ σοῦ τὴν σχεδίαν κατασκευασάμενος, ναυαγίᾳ χρησάμενον μόλις ὑπὸ Λευκοθέας διασωθῆναι εἰς τὴν τῶν Φαιάκων χώραν, ὑφʼ ὧν ἐς τὴν οἰκείαν ἀποπεμφθεὶς κατέλαβον πολλοὺς τῆς γυναικὸς μνηστῆρας ἐν τοῖς ἡμετέροις τρυφῶντας·
你要知道,当我造好木筏从你那里启航后,遭遇了海难,全靠白女神勒乌科忒亚的营救才勉强保全性命,来到了法埃亚科斯人的土地,在被他们送回故乡后,我发现我妻子的许多求婚者正在我们的家里过着奢侈的生活。
ἀποκτείνας δὲ ἅπαντας ὑπὸ Τηλεγόνου ὕστερον τοῦ ἐκ Κίρκης μοι γενομένου ἀνῃρέθην, καὶ νῦν εἰμι ἐν τῇ Μακάρων νήσῳ πάνυ μετανοῶν ἐπὶ τῷ καταλιπεῖν τὴν παρὰ σοὶ δίαιταν καὶ τὴν ὑπὸ σοῦ προτεινομένην ἀθανασίαν.
我杀死了他们所有人,但后来却被我和喀耳刻所生的儿子特勒戈诺斯所杀。 现在我在福乐之岛,非常后悔离开了与你在一起的生活以及你所许诺的永生。
ἢν οὖν καιροῦ λάβωμαι, ἀποδρὰς ἀφίξομαι πρὸς σέ.
因此,如果我得到机会,我会逃跑去你那里。
ταῦτα μὲν ἐδήλου ἡ ἐπιστολή, καὶ περὶ ἡμῶν, ὅπως ξενισθῶμεν.
”信中说明了这些事情,也提到了我们,以便让我们受到款待。

词汇与语法注释

  1. §2.33εἰσιόντι — 关系与格(判断者与格),表示进入城市的人的视角。这是地理描写中常用的习惯表达,用于从旅行者的立场指出方向。
  2. §2.34ὡς ἂν — 连词 ὡς 与语气词 ἄν 结合,修饰分词 ὑπάρχοντες。带有条件色彩,表示假设性比较,意为“仿佛、好似(老朋友一般)”。
  3. §2.35ἴσθι με ... διασωθῆναι — 属于带对格的主司不定式结构(间接引语),由表示知觉的动词 ἴσθι(οἶδα 的命令式)引导。对格主语 με 与被动不定式 διασωθῆναι 结合,陈述在遭遇海难后获救的事实。

引用这一段

琉善, 真实的故事 §2.33-2.35. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg012.humanitext-grc2:2.33-2.35

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。