§2.36ἐγὼ δὲ προελθὼν ὀλίγον ἀπὸ τῆς θαλάσσης εὗρον τὸ σπήλαιον τοιοῦτον οἷον Ὅμηρος εἶπεν, καὶ αὐτὴν ταλασιουργοῦσαν.
我从海边向前走了一小段路,发现那洞窟正如荷马所描述的那样,而她本人正在纺织羊毛。
ὡς δὲ τὴν ἐπιστολὴν ἔλαβεν καὶ ἐπελέξατο, πρῶτα μὲν ἐπὶ πολὺ ἐδάκρυεν, ἔπειτα δὲ παρεκάλει ἡμᾶς ἐπὶ ξένια καὶ εἱστία λαμπρῶς καὶ περὶ τοῦ Ὀδυσσέως ἐπυνθάνετο καὶ περὶ τῆς Πηνελόπης, ὁποία τε εἴη τὴν ὄψιν καὶ εἰ σωφρονοίη, καθάπερ Ὀδυσσεὺς πάλαι περὶ αὐτῆς ἐκόμπαζεν·
当她收到并读完信后,起初痛哭了好一阵子,接着便邀请我们接受款待,盛情地宴请我们,并打听奥德修斯和珀涅罗珀的事,问她长相如何,是否像奥德修斯从前吹嘘的那样贞洁。
καὶ ἡμεῖς τοιαῦτα ἀπεκρινάμεθα, ἐξ ὧν εἰκάζομεν εὐφρανεῖσθαι αὐτήν.
我们也作出了我们认为能让她高兴的回答。
τότε μὲν οὖν ἀπελθόντες ἐπὶ ναῦν πλησίον ἐπὶ τῆς ᾐόνος ἐκοιμήθημεν.
当时,我们回到船上,在附近的沙滩上睡下了。
§2.37ἕωθεν δὲ ἀνηγόμεθα σφοδρότερον κατιόντος τοῦ πνεύματος· καὶ δὴ χειμασθέντες ἡμέρας δύο τῇ τρίτῃ περιπίπτομεν τοῖς Κολοκυνθοπειραταῖς.
黎明时分,在强风吹袭下我们扬帆出航;在遭遇了两天风暴后,第三天我们遇到了“南瓜海盗”。
ἄνθρωποι δέ εἰσιν οὗτοι ἄγριοι ἐκ τῶν πλησίον νήσων λῃστεύοντες τοὺς παραπλέοντας.
这些人是来自附近岛屿的野蛮人,专劫掠航经此处的船只。
τὰ πλοῖα δὲ ἔχουσι μεγάλα κολοκύνθινα τὸ μῆκος πήχεων ἑξήκοντα· ἐπειδὰν γὰρ ξηράνωσι τὴν κολόκυνθαν, κοιλάναντες αὐτὴν καὶ ἐξελόντες τὴν ἐντεριώνην ἐμπλέουσιν, ἱστοῖς μὲν χρώμενοι καλαμίνοις, ἀντὶ δὲ τῆς ὀθόνης τῷ φύλλῳ τῆς κολοκύνθης.
他们拥有长达六十肘的巨大南瓜制成的船只;因为当他们把南瓜晒干,挖空并掏出瓜瓤后,便乘着它航行,用芦苇做桅杆,用南瓜叶代替帆布。
προσβαλόντες οὖν ἡμῖν ἀπὸ δύο πληρωμάτων ἐμάχοντο καὶ πολλοὺς κατετραυμάτιζον βάλλοντες ἀντὶ λίθων τῷ σπέρματι τῶν κολοκυνθῶν.
于是,他们用两艘船的兵力袭击我们,展开战斗,投掷南瓜子代替石块,打伤了我们许多人。
ἀγχωμάλως δὲ ἐπὶ πολὺ ναυμαχοῦντες περὶ μεσημβρίαν εἴδομεν κατόπιν τῶν Κολοκυνθοπειρατῶν προσπλέοντας τοὺς Καρυοναύτας.
双方势均力敌地进行了长时间的海战,到了中午时分,我们看见在南瓜海盗后面驶来了“核桃船员”。
πολέμιοι δὲ ἦσαν ἀλλήλοις, ὡς ἔδειξαν· ἐπεὶ γὰρ κἀκεῖνοι ᾔσθοντο αὐτοὺς ἐπιόντας, ἡμῶν μὲν ὠλιγώρησαν, τραπόμενοι δὲ ἐπʼ ἐκείνους ἐναυμάχουν.
他们彼此是死敌,正如他们所表现的那样;因为当那些海盗也发觉他们逼近时,便不再理会我们,转而向他们迎击,进行海战。
§2.38ἡμεῖς δὲ ἐν τοσούτῳ ἐπάραντες τὴν ὀθόνην ἐφεύγομεν ἀπολιπόντες αὐτοὺς μαχομένους, καὶ δῆλοι ἦσαν κρατήσοντες οἱ Καρυοναῦται ἅτε καὶ πλείους — πέντε γὰρ εἶχον πληρώματα — καὶ ἀπὸ ἰσχυροτέρων νεῶν μαχόμενοι·
我们乘此机会升起桅帆逃跑,留下他们继续厮杀,而显然核桃船员将会获胜,因为他们人数更多——他们拥有五艘船的兵力——而且他们是在更坚固的船上作战。
τὰ γὰρ πλοῖα ἦν αὐτοῖς κελύφη καρύων ἡμίτομα, κεκενωμένα, μέγεθος δὲ ἑκάστου ἡμιτόμου εἰς μῆκος ὀργυιαὶ πεντεκαίδεκα.
因为他们的船是切成两半并掏空了的核桃壳,每一半的长度达十五寻。
ἐπεὶ δὲ ἀπεκρύψαμεν αὐτούς, ἰώμεθα τοὺς τραυματίας, καὶ τὸ λοιπὸν ἐν τοῖς ὅπλοις ὡς ἐπίπαν ἦμεν, ἀεί τινας ἐπιβουλὰς προσδεχόμενοι· οὐ μάτην.
当我们避开了他们的视线后,便医治伤员,此后大体上一直保持着武装状态,随时防范可能袭来的阴谋,而这并非没有必要。
§2.39οὔπω γοῦν ἐδεδύκει ὁ ἥλιος, καὶ ἀπό τινος ἐρήμου νήσου προσήλαυνον ἡμῖν ὅσον εἴκοσι ἄνδρες ἐπὶ δελφίνων μεγάλων ὀχούμενοι, λῃσταὶ καὶ οὗτοι·
因为太阳还没有落山,便有大约二十个人骑着巨大的海豚,从一座荒岛朝我们驶来,这些人也是海盗。
καὶ οἱ δελφῖνες αὐτοὺς ἔφερον ἀσφαλῶς, καὶ ἀναπηδῶντες ἐχρεμέτιζον ὥσπερ ἵπποι.
海豚安全地驮着他们,跃起时还像马一样嘶鸣。
ἐπεὶ δὲ πλησίον ἦσαν, διαστάντες οἱ μὲν ἔνθεν, οἱ δὲ ἔνθεν ἔβαλλον ἡμᾶς σηπίαις ξηραῖς καὶ ὀφθαλμοῖς καρκίνων.
当他们逼近时,便分散到两旁,从四面八方向我们投掷干墨鱼和螃蟹眼睛。
τοξευόντων δὲ καὶ ἡμῶν καὶ ἀκοντιζόντων οὐκέτι ὑπέμενον, ἀλλὰ τρωθέντες οἱ πολλοὶ αὐτῶν πρὸς τὴν νῆσον κατέφυγον.
但随着我们也射箭并投掷标枪,他们便不再坚守,其中大多数人受了伤,逃回了岛上。
§2.40περὶ δὲ τὸ μεσονύκτιον γαλήνης οὔσης ἐλάθομεν προσοκείλαντες ἀλκυόνος καλιᾷ παμμεγέθει· σταδίων γοῦν ἦν αὕτη ἑξήκοντα τὸ περίμετρον.
半夜时分,在风平浪静之中,我们不知不觉地搁浅在了一只巨型翠鸟的巢上;这鸟巢的周长竟达六十斯塔德。
ἐπέπλεεν δὲ ἡ ἀλκυὼν τὰ ᾠὰ θάλπουσα οὐ πολὺ μείων τῆς καλιᾶς.
那只翠鸟正浮在上面孵卵,它自身的体积并不比鸟巢小多少。
καὶ δὴ ἀναπταμένη μικροῦ μὲν κατέδυσε τὴν ναῦν τῷ ἀνέμῳ τῶν πτερῶν.
它扑翼飞起时,翅膀带起的风差点把我们的船掀翻。
ᾤχετο δʼ οὖν φεύγουσα γοεράν τινα φωνὴν προϊεμένη.
然而它还是发出某种悲鸣,逃之夭夭了。
ἐπιβάντες δὲ ἡμεῖς ἡμέρας ἤδη ὑποφαινούσης ἐθεώμεθα τὴν καλιὰν σχεδίᾳ μεγάλῃ προσεοικυῖαν ἐκ δένδρων μεγάλων συμπεφορημένην· ἐπῆν δὲ καὶ ᾠὰ πεντακόσια, ἕκαστον αὐτῶν Χίου πίθου περιπληθέστερον.
拂晓时分,我们登上鸟巢观察,发现它就像一个由大树拼凑而成的巨型木筏;上面有五百枚卵,每一枚都比基奥斯的大陶罐还要满。
ἤδη μέντοι καὶ οἱ νεοττοὶ ἔνδοθεν ἐφαίνοντο καὶ ἔκρωζον.
而且,里面的雏鸟已经隐约可见,并发出啼鸣。
πελέκεσιν γοῦν διακόψαντες ἓν τῶν ᾠῶν νεοττὸν ἄπτερον ἐξεκολάψαμεν εἴκοσι γυπῶν ἁδρότερον.
于是我们用斧头劈开其中一个卵,孵出了一只还没长羽毛的雏鸟,比二十只秃鹰还要壮硕。
§2.41ἐπεὶ δὲ πλέοντες ἀπείχομεν τῆς καλιᾶς ὅσον σταδίους διακοσίους, τέρατα ἡμῖν μεγάλα καὶ θαυμαστὰ ἐπεσήμανεν· ὅ τε γὰρ ἐν τῇ πρύμνῃ χηνίσκος ἄφνω ἐπτερύξατο καὶ ἀνεβόησεν, καὶ ὁ κυβερνήτης ὁ Σκίνθαρος φαλακρὸς ἤδη ὢν ἀνεκόμησεν, καὶ τὸ πάντων δὴ παραδοξότατον, ὁ γὰρ ἱστὸς τῆς νεὼς ἐξεβλάστησεν καὶ κλάδους ἀνέφυσεν καὶ ἐπὶ τῷ ἄκρῳ ἐκαρποφόρησεν, ὁ δὲ καρπὸς ἦν σῦκα καὶ σταφυλὴ μέλαινα, οὔπω πέπειρος.
当我们继续航行,离开鸟巢大约两百斯塔德时,向我们显示了巨大而奇特的神迹:船尾的鹅首装饰突然展翅鸣叫,而本已秃顶的舵手斯琴塔罗斯竟然重新长出了头发;更有最不可思议的是,船的桅杆竟然发芽并长出了枝条,且在顶端结出了果实,那果实是无花果和尚未成熟的黑葡萄。
ταῦτα ἰδόντες ὡς εἰκὸς ἐταράχθημεν καὶ ηὐχόμεθα τοῖς θεοῖς διὰ τὸ ἀλλόκοτον τοῦ φαντάσματος.
看到这些,我们自然感到惊慌,因这异象的离奇而向神明祈祷。