§2.28τοσαῦτα εἶπεν, καὶ ἀνασπάσας ἀπὸ τῆς γῆς μαλάχης ῥίζαν ὤρεξέν μοι, ταύτῃ κελεύσας ἐν τοῖς μεγίστοις κινδύνοις προσεύχεσθαι·
他说了这些,并从地上拔出一根锦葵的根递给我,嘱咐我在面临最大危险时向它祈祷。
παρῄνεσε δὲ εἰ καί ποτε ἀφικοίμην ἐς τήνδε τὴν γῆν, μήτε πῦρ μαχαίρᾳ σκαλεύειν μήτε θέρμους ἐσθίειν μήτε παιδὶ ὑπὲρ τὰ ὀκτωκαίδεκα ἔτη πλησιάζειν·
他还奉劝我,如果有一天我能回到那片土地,既不要用刀拨火,也不要吃羽扇豆,更不要接近超过十八岁的少年。
τούτων γὰρ ἂν μεμνημένον ἐλπίδας ἔχειν τῆς εἰς τὴν νῆσον ἀφίξεως.
因为如果记住这些,就可望能再次回到这座岛屿。
τότε μὲν οὖν τὰ περὶ τὸν πλοῦν παρεσκευασάμην, καὶ ἐπεὶ καιρὸς ἦν, συνειστιώμην αὐτοῖς.
于是当时我准备好了航行所需的东西,当时间到时,我便与他们一同进宴。
τῇ δὲ ἐπιούσῃ ἐλθὼν πρὸς Ὅμηρον τὸν ποιητὴν ἐδεήθην αὐτοῦ ποιῆσαί μοι δίστιχον ἐπίγραμμα·
第二天,我去找诗人荷马,请求他为我作一首两行诗的题词。
καὶ ἐπειδὴ ἐποίησεν, στήλην βηρύλλου λίθου ἀναστήσας ἐπέγραψα πρὸς τῷ λιμένι. τὸ δὲ ἐπίγραμμα ἦν τοιόνδε·
他作好之后,我立起一根绿柱石的石碑,在港口附近刻上了它。
"
Λουκιανὸς τάδε πάντα φίλος μακάρεσσι θεοῖσιν
εἶδέ τε καὶ πάλιν ἦλθε φίλην ἐς πατρίδα γαῖαν.
题词是这样的: “蒙受福乐诸神宠爱的路基阿诺斯,亲眼目睹了这一切,并再次回到了心爱的祖国土地。
" §2.29μείνας δὲ κἀκείνην τὴν ἡμέραν, τῇ ἐπιούσῃ ἀνηγόμην τῶν ἡρώων παραπεμπόντων.
” 在那里又逗留了那一天之后,第二天我便在英雄们的护送下扬帆起航。
ἔνθα μοι καὶ Ὀδυσσεὺς προσελθὼν λάθρᾳ τῆς Πηνελόπης δίδωσιν ἐπιστολὴν εἰς Ὠγυγίαν τὴν νῆσον Καλυψοῖ κομίζειν.
那时,奥德修斯也瞒着佩涅洛佩走到我跟前,给了我一封信,让我带给奥吉吉亚岛上的卡吕普索。
συνέπεμψε δέ μοι ὁ Ῥαδάμανθυς τὸν πορθμέα Ναύπλιον, ἵνʼ ἐὰν καταχθῶμεν ἐς τὰς νήσους, μηδεὶς ἡμᾶς συλλάβῃ ἅτε κατʼ ἄλλην ἐμπορίαν καταπλέοντας.
拉达曼迪斯派船夫瑙普利乌斯与我同行,以便如果我们被迫停靠在那些岛屿上时,不至于有人因为我们是出于其他贸易目的停靠而逮捕我们。
ἐπεὶ δὲ τὸν εὐώδη ἀέρα προϊόντες παρεληλύθειμεν, αὐτίκα ἡμᾶς ὀσμή τε δεινὴ διεδέχετο οἷον ἀσφάλτου καὶ θείου καὶ πίττης ἅμα καιομένων, καὶ κνῖσα δὲ πονηρὰ καὶ ἀφόρητος ὥσπερ ἀπὸ ἀνθρώπων ὀπτωμένων, καὶ ὁ ἀὴρ ζοφερὸς καὶ ὁμιχλώδης, καὶ κατέσταζεν ἐξ αὐτοῦ δρόσος πιττίνη· ἠκούομεν δὲ καὶ μαστίγων ψόφον καὶ οἰμωγὴν ἀνθρώπων πολλῶν.
当我们继续前行、穿过了那芬芳的空气后,立刻有一股可怕的恶臭袭来,就像是沥青、硫磺和松脂同时燃烧一般;还有一种像是在烤人肉一样难闻且令人无法忍受的焦肉味,空气阴暗而多雾,从中滴落着沥青般的露水;我们还听见鞭子的抽打声和许多人的哀号声。
§2.30ταῖς μὲν οὖν ἄλλαις οὐ προσέσχομεν, ἧς δὲ ἐπέβημεν, τοιάδε ἦν· κύκλῳ μὲν πᾶσα κρημνώδης καὶ ἀπόξυρος, πέτραις καὶ τράχωσι κατεσκληκυῖα, δένδρον δʼ οὐδὲν οὐδὲ ὕδωρ ἐνῆν·
于是,我们没有理会其他的岛屿,而我们所登上的一座岛则是这样的:四周尽是悬崖峭壁,陡峭异常,充斥着坚硬的岩石和崎岖不平之地,岛上既没有树木也没有水源。
ἀνερπύσαντες δὲ ὅμως κατὰ τοὺς κρημνοὺς προῇμεν διά τινος ἀκανθώδους καὶ σκολόπων μεστῆς ἀτραποῦ, πολλὴν ἀμορφίαν τῆς χώρας ἐχούσης.
尽管如此,我们还是沿着悬崖攀爬上去,穿过一条长满荆棘、塞满尖刺的小径,这片土地显得极其荒凉丑陋。
ἐλθόντες δὲ ἐπὶ τὴν εἱρκτὴν καὶ τὸ κολαστήριον, πρῶτα μὲν τὴν φύσιν τοῦ τόπου ἐθαυμάζομεν· τὸ μὲν γὰρ ἔδαφος αὐτὸ μαχαίραις καὶ σκόλοψι πάντῃ ἐξηνθήκει, κύκλῳ δὲ ποταμοὶ περιέρρεον, ὁ μὲν βορβόρου, ὁ δὲ δεύτερος αἵματος, ὁ δὲ ἔνδον πυρός, πάνυ μέγας οὗτος καὶ ἀπέρατος, καὶ ἔρρει ὥσπερ ὕδωρ καὶ ἐκυματοῦτο ὥσπερ θάλαττα, καὶ ἰχθῦς δὲ εἶχεν πολλούς, τοὺς μὲν δαλοῖς προσεοικότας, τοὺς δὲ μικροὺς ἄνθραξι πεπυρωμένοις· ἐκάλουν δὲ αὐτοὺς λυχνίσκους.
当我们来到牢狱和受刑之地时,首先对这地方的自然景观感到惊异:因为地面本身各处都“绽放”着尖刀和钢刺,周围环绕着几条河流:第一条是泥淖河,第二条是血河,最里面的一条是火河,这条火河极其宽阔,无边无际,它像水一样流淌,像大海一样翻滚着波涛,里面还有许多鱼,有的像燃烧着的木柴,有的像燃红的小煤块;人们称它们为“小灯笼”。
§2.31εἴσοδος δὲ μία στενὴ διὰ πάντων ἦν, καὶ πυλωρὸς ἐφειστήκει Τίμων ὁ Ἀθηναῖος.
穿过这一切只有一条狭窄的入口,雅典人提蒙作为看门人守在那里。
παρελθόντες δὲ ὅμως τοῦ Ναυπλίου καθηγουμένου ἑωρῶμεν κολαζομένους πολλοὺς μὲν βασιλέας, πολλοὺς δὲ καὶ ἰδιώτας, ὧν ἐνίους καὶ ἐγνωρίζομεν·
尽管如此,我们在瑙普利乌斯的引导下走了进去,看到许多国王和许多普通平民正在受刑,其中有些人我们还认得。
εἴδομεν δὲ καὶ τὸν Κινύραν καπνῷ ὑποτυφόμενον· ἐκ τῶν αἰδοίων ἀπηρτημένον.
我们还看到基尼拉斯被用生殖器吊着,正被浓烟熏烤。
προσετίθεσαν δὲ οἱ περιηγηταὶ καὶ τοὺς ἑκάστων βίους καὶ τὰς ἁμαρτίας ἐφʼ αἷς κολάζονται· καὶ μεγίστας ἁπασῶν τιμωρίας ὑπέμενον οἱ ψευσάμενοί τι παρὰ τὸν βίον καὶ οἱ μὴ τὰ ἀληθῆ συγγεγραφότες, ἐν οἷς καὶ Κτησίας ὁ Κνίδιος ἦν καὶ Ἡρόδοτος καὶ ἄλλοι πολλοί.
向导们还向我们历数了每个人的生前经历以及他们受刑所因的罪过;在所有的惩罚中,受罚最重的要数那些生前说过谎以及没有写出真实历史的人,其中包括克尼多斯的克特西亚斯、希罗多德以及许多其他人。
τούτους οὖν ὁρῶν ἐγὼ χρηστὰς εἶχον εἰς τοὐπιὸν τὰς ἐλπίδας· οὐδὲν γὰρ ἐμαυτῷ ψεῦδος εἰπόντι συνηπιστάμην.
看到这些人,我对未来抱有良好的希望;因为我自知不曾说过任何谎言。
§2.32ταχέως οὖν ἀναστρέψας ἐπὶ τὴν ναῦν — οὐ γὰρ ἐδυνάμην φέρειν τὴν ὄψιν — ἀσπασάμενος τὸν Ναύπλιον ἀπέπλευσα.
于是我赶紧转身回到船上——因为我实在无法忍受目睹这景象——并向瑙普利乌斯道别后开船离去。
καὶ μετʼ ὀλίγον ἐφαίνετο πλησίον ἡ τῶν ὀνείρων νῆσος, ἀμυδρὰ καὶ ἀσαφὴς ἰδεῖν· εἶχε δὲ καὶ αὐτή τι τοῖς ὀνείροις παραπλήσιον· ὑπεχώρει γὰρ προσιόντων ἡμῶν καὶ ὑπέφευγε καὶ πορρωτέρω ὑπέβαινε.
不久,梦之岛便在近处显现出来,看起来模糊不清、虚无缥缈;这座岛本身也有某种类似于梦境的特性:当我们靠近时,它便往后退缩,逃逸开去,退到更远的地方。
καταλαβόντες δέ ποτε αὐτὴν καὶ εἰσπλεύσαντες εἰς τὸν Ὕπνον λιμένα προσαγορευόμενον πλησίον τῶν πυλῶν τῶν ἐλεφαντίνων, ᾗ τὸ τοῦ Ἀλεκτρυόνος ἱερόν ἐστιν, περὶ δείλην ὀψίαν ἀπεβαίνομεν·
但终于我们赶上了它,驶入了靠近象牙之门的、被称为“睡眠”的港口,那里有阿勒克特律翁的神庙,我们在黄昏时分登了岸。
παρελθόντες δὲ ἐς τὴν πόλιν πολλοὺς ὀνείρους καὶ ποικίλους ἑωρῶμεν.
进城之后,我们看到了许许多多、各式各样的梦。
πρῶτον δὲ βούλομαι περὶ τῆς πόλεως εἰπεῖν, ἐπεὶ μηδὲ ἄλλῳ τινὶ γέγραπται περὶ αὐτῆς, ὃς δὲ καὶ μόνος ἐπεμνήσθη Ὅμηρος, οὐ πάνυ ἀκριβῶς συνέγραψεν.
但首先我想谈谈这座城市,因为还没有其他人写过它,而作为唯一提到过它的荷马,也写得不太准确。