§2.15ἐπὶ δὲ τῷ δείπνῳ μουσικῇ τε καὶ ᾠδαῖς σχολάζουσιν·
在宴席上,他们消遣于音乐和歌声。
ᾄδεται δὲ αὐτοῖς τὰ Ὁμήρου ἔπη μάλιστα·
尤其是荷马的史诗最常被他们歌唱。
καὶ αὐτὸς δὲ πάρεστι καὶ συνευωχεῖται αὐτοῖς ὑπὲρ τὸν Ὀδυσσέα κατακείμενος.
荷马本人也在场,他就躺在奥德修斯的上方席位,与他们一同享用宴席。
οἱ μὲν οὖν χοροὶ ἐκ παίδων εἰσὶν καὶ παρθένων· ἐξάρχουσι δὲ καὶ συνᾴδουσιν Εὔνομός τε ὁ Λοκρὸς καὶ Ἀρίων ὁ Λέσβιος καὶ Ἀνακρέων καὶ Στησίχορος·
合唱队是由男孩和少女们组成的,洛克里的欧诺摩斯、莱斯博斯的阿里翁、阿那克里翁以及斯特西科罗斯领唱并一同合唱。
καὶ γὰρ τοῦτον παρʼ αὐτοῖς ἐθεασάμην, ἤδη τῆς Ἑλένης αὐτῷ διηλλαγμένης.
因为我确实在他们中间见到了后者,当时海伦已经与他和解了。
ἐπειδὰν δὲ οὗτοι παύσωνται ᾄδοντες, δεύτερος χορὸς παρέρχεται ἐκ κύκνων καὶ χελιδόνων καὶ ἀηδόνων.
当这些人停止歌唱时,由天鹅、燕子和夜莺组成的第二支合唱队便走上前来。
ἐπειδὰν δὲ καὶ οὗτοι ᾄσωσιν, τότε ἤδη πᾶσα ἡ ὕλη ἐπαυλεῖ τῶν ἀνέμων καταρχόντων.
当它们也唱完时,整片树林便在风儿的领奏下,吹笛伴奏起来。
§2.16μέγιστον δὲ δὴ πρὸς εὐφροσύνην ἐκεῖνο ἔχουσιν· πηγαί εἰσι δύο παρὰ τὸ συμπόσιον, ἡ μὲν γέλωτος, ἡ δὲ ἡδονῆς·
他们为了娱乐还有一件极大的妙事:在宴席旁有两座泉水,一座是欢笑之泉,另一座是享乐之泉。
ἐκ τούτων ἑκατέρας πάντες ἐν ἀρχῇ τῆς εὐωχίας πίνουσιν καὶ τὸ λοιπὸν ἡδόμενοι καὶ γελῶντες διάγουσιν.
在宴会开始时,所有人都会从这两座泉水中各喝一些,之后便一直快活地笑着度过。
§2.17βούλομαι δὲ εἰπεῖν καὶ τῶν ἐπισήμων οὕστινας παρʼ αὐτοῖς ἐθεασάμην· πάντας μὲν τοὺς ἡμιθέους καὶ τοὺς ἐπὶ Ἴλιον στρατεύσαντας πλήν γε δὴ τοῦ Λοκροῦ Αἴαντος, ἐκεῖνον δὲ μόνον ἔφασκον ἐν τῷ τῶν ἀσεβῶν χώρῳ κολάζεσθαι, βαρβάρων δὲ Κύρους τε ἀμφοτέρους καὶ τὸν Σκύθην Ἀνάχαρσιν καὶ τὸν Θρᾷκα Ζάμολξιν καὶ Νομᾶν τὸν Ἰταλιώτην, καὶ μὴν καὶ Λυκοῦργον τὸν Λακεδαιμόνιον καὶ Φωκίωνα καὶ Τέλλον τοὺς Ἀθηναίους, καὶ τοὺς σοφοὺς ἄνευ Περιάνδρου.
我也想谈谈在他们中间我见到的那些名人:所有的半神和远征伊利昂的人都在,只有洛克里的埃阿斯除外,据说唯独他一人在不敬神者的土地上受罚。 在外邦人中,有两位居鲁士、斯基泰人阿纳哈尔西斯、色雷斯人扎莫尔克西斯、意大利人努马;此外还有拉刻代蒙的莱库古、雅典的福基翁和泰路斯,以及除佩里安德以外的贤人们。
εἶδον δὲ καὶ Σωκράτη τὸν Σωφρονίσκου ἀδολεσχοῦντα μετὰ Νέστορος καὶ Παλαμήδους·
我还看见索弗罗尼斯科斯之子苏格拉底正与涅斯托尔和帕拉墨得斯闲聊。
περὶ δὲ αὐτὸν ἦσαν Ὑάκινθός τε ὁ Λακεδαιμόνιος καὶ ὁ Θεσπιεὺς Νάρκισσος καὶ Ὕλας καὶ ἄλλοι καλοί.
在他的身边有拉刻代蒙的雅辛托斯、忒斯庇埃的纳西瑟斯、许拉斯以及其他美男子。
καί μοι ἐδόκει ἐρᾶν τοῦ Ὑακίνθου· τὰ πολλὰ γοῦν ἐκεῖνον διήλεγχεν.
在我看来,他是爱着雅辛托斯的,因为在大多数情况下他都在反驳他。
ἐλέγετο δὲ χαλεπαίνειν αὐτῷ ὁ Ῥαδάμανθυς καὶ ἠπειληκέναι πολλάκις ἐκβαλεῖν αὐτὸν ἐκ τῆς νήσου, ἢν φλυαρῇ καὶ μὴ ἐθέλῃ ἀφεὶς τὴν εἰρωνείαν εὐωχεῖσθαι.
据说拉达曼迪斯对他很生气,并且屡次威胁要把他驱逐出岛,如果他继续胡言乱语,不肯放弃他的反讽并好好享受宴会的话。
Πλάτων δὲ μόνος οὐ παρῆν, ἀλλʼ ἐλέγετο αὐτὸς ἐν τῇ ἀναπλασθείσῃ ὑπʼ αὐτοῦ πόλει οἰκεῖν χρώμενος τῇ πολιτείᾳ καὶ τοῖς νόμοις οἷς συνέγραψεν.
唯独柏拉图不在场,据说他住在由自己构想的城邦里,过着实行他自己所著述的宪法和法律的生活。
§2.18οἱ μέντοι ἀμφʼ Ἀρίστιππόν τε καὶ Ἐπίκουρον τὰ πρῶτα παρʼ αὐτοῖς ἐφέροντο ἡδεῖς τε ὄντες καὶ κεχαρισμένοι καὶ συμποτικώτατοι.
不过,阿里斯提卜和伊壁鸠鲁的同伴们在他们中间占有首要地位,因为他们既令人愉快、招人喜爱,又是极好的宴饮伙伴。
παρῆν δὲ καὶ Αἴσωπος ὁ Φρύξ· τούτῳ δὲ ὅσα καὶ γελωτοποιῷ χρῶνται.
弗里吉亚人伊索也在场,他们就把他当作逗乐的丑角对待。
Διογένης μέν γε ὁ Σινωπεὺς τοσοῦτον μετέβαλεν τοῦ τρόπου, ὥστε γῆμαι μὲν ἑταίραν τὴν Λαίδα, ὀρχεῖσθαι δὲ πολλάκις ὑπὸ μέθης ἀνιστάμενον καὶ παροινεῖν.
锡诺普的第欧根尼则完全改变了脾性,他娶了妓女莱伊丝为妻,经常在醉酒时站起来跳舞,甚至在酒后撒野。
τῶν δὲ Στωικῶν οὐδεὶς παρῆν· ἔτι γὰρ ἐλέγοντο ἀναβαίνειν τὸν τῆς ἀρετῆς ὄρθιον λόφον.
斯多葛学派的人一个也没有在场,因为据说他们仍在攀登美德的险峻山丘。
ἠκούομεν δὲ καὶ περὶ Χρυσίππου ὅτι οὐ πρότερον αὐτῷ ἐπιβῆναι τῆς νήσου θέμις, πρὶν τὸ τέταρτον ἑαυτὸν ἐλλεβορίσῃ.
我们也听说过关于克律西波斯的事,据说在他第四次服用黑黎芦之前,他是不被允许踏上这座岛屿的。
τοὺς δὲ Ἀκαδημαϊκοὺς ἔλεγον ἐθέλειν μὲν ἐλθεῖν, ἐπέχειν δὲ ἔτι καὶ διασκέπτεσθαι· μηδὲ γὰρ αὐτὸ τοῦτό πω καταλαμβάνειν, εἰ καὶ νῆσός τις τοιαύτη ἐστίν.
据说学园派的人想要来,但仍在保留判断并进行斟酌;因为他们甚至连这件事本身,即是否真的存在这样一座岛屿,都还没有把握。
ἄλλως τε καὶ τὴν ἐπὶ τοῦ Ῥαδαμάνθυος, οἶμαι, κρίσιν ἐδεδοίκεσαν, ἅτε καὶ τὸ κριτήριον αὐτοὶ ἀνῃρηκότες.
而且我想,他们最害怕在拉达曼迪斯面前接受审判,因为他们自己已经取消了判定标准。
πολλοὺς δὲ αὐτῶν ἔφασκον ὁρμηθέντας ἀκολουθεῖν τοῖς ἀφικνουμένοις ὑπὸ νωθείας ἀπολείπεσθαι μὴ καταλαμβάνοντας καὶ ἀναστρέφειν ἐκ μέσης τῆς ὁδοῦ.
据说他们中的许多人虽动身跟随那些前来的人,却因怠惰而落后,未能赶上,并在半路上折返了。
§2.19οὗτοι μὲν οὖν ἦσαν οἱ ἀξιολογώτατοι τῶν παρόντων.
那么,这些便是所有在场者中最值得一提的人。
τιμῶσι δὲ μάλιστα τὸν Ἀχιλλέα καὶ μετὰ τοῦτον Θησέα.
他们最尊崇阿喀琉斯,其次是忒修斯。
περὶ δὲ συνουσίας καὶ ἀφροδισίων οὕτω φρονοῦσιν· μίσγονται μὲν ἀναφανδὸν πάντων ὁρώντων καὶ γυναιξὶ καὶ ἄρρεσι, καὶ οὐδαμῶς τοῦτο αὐτοῖς αἰσχρὸν δοκεῖ·
关于两性交往与情欲之事,他们如此看待:他们在众目睽睽之下公然交合,不论是与女人还是与男性,这在他们看来绝非可耻之事。
μόνος δὲ Σωκράτης διώμνυτο ἦ μὴν καθαρῶς πλησιάζειν τοῖς νέοις· καὶ μέντοι πάντες αὐτοῦ ἐπιορκεῖν κατεγίνωσκον·
唯独苏格拉底极力立誓,声称自己与年轻人们的交往绝对纯洁;然而,所有人其实都认定他犯了伪誓罪。
πολλάκις γοῦν ὁ μὲν Ὑάκινθος ἢ ὁ Νάρκισσος ὡμολόγουν, ἐκεῖνος δὲ ἠρνεῖτο.
至少,经常是雅辛托斯或纳西瑟斯承认了,他却极力否认。
αἱ δὲ γυναῖκές εἰσι πᾶσι κοιναὶ καὶ οὐδεὶς φθονεῖ τῷ πλησίον, ἀλλʼ εἰσὶ περὶ τοῦτο μάλιστα Πλατωνικώτατοι· καὶ οἱ παῖδες δὲ παρέχουσι τοῖς βουλομένοις οὐδὲν ἀντιλέγοντες.
这里的女人为所有人共有,没有人会嫉妒邻人,在这方面他们最符合柏拉图的主张;而男孩们也毫不抗拒地服从那些有此意愿的人。